Antiphon of Rhamnus) - urn:cts:greekLit:tlg0028Athens (Wikidata)
Rhamnous (Wikidata) (Pleiades)
politician (Wikidata)
orator (Wikidata)
urn:cts:greekLit:tlg0028.harp001 -
On the Murder of Herodes
urn:cts:greekLit:tlg0028.harp002 -
On the Choreutes
urn:cts:greekLit:tlg0028.harp003 -
Prosecution on Philinus
urn:cts:greekLit:tlg0028.harp004 -
Defence Against an Indictment Brought by Demosthenes
urn:cts:greekLit:tlg0028.harp005 -
On the Tribute of Lindos
urn:cts:greekLit:tlg0028.harp006 -
Prosecution of Laespodias
urn:cts:greekLit:tlg0028.harp007 -
On the Tribute of Samothrace
urn:cts:greekLit:tlg0028.harp008 -
Prosecution of Nicocles in a Suit Relating to Boundaries
urn:cts:greekLit:tlg0028.harp009 -
Defence against Philippus
urn:cts:greekLit:tlg0028.harp010 -
Defence Against an Information Laid by Callias
urn:cts:greekLit:tlg0028.harp011 -
On The Revolution
urn:cts:greekLit:tlg0028.harp012 -
Prosecution of Erasistratus in the Matter of the Peacocks
urn:cts:greekLit:tlg0028.harp013 -
Prosecution of Callistratus in a Case Relating to Guardianship
urn:cts:greekLit:tlg0028.harp014 -
Prosecution of a Prytanis
urn:cts:greekLit:tlg0028.harp015 -
Prosecution of Timocrates in a Case Relating to Guardianship
| Α | Ἁγνεύετε τὴν πόλιν | [ | Ἁγνεύετε τὴν πόλιν: Ἀντιφῶν ἐν τῷ βʹ ἀντὶ τοῦ ἁγνίζετε. | ] |
| Α | Ἀεί | [ | Ἀεί: ἀντὶ τοῦ ἕως παρ' Ἀντιφῶντι Σαμοθρᾳκικῷ. πολλὴ δὲ χρῆσις αὐτοῦ. καὶ Θουκυδίδης ἐν τῷ προοιμίῳ * * * οὕτως ἤρξατο οὕτω μὲν οὖν μοι δεῦρ' ἀεὶ τείνει λόγους. | ] |
| Α | Ἀκαρῆ | [ | Ἀκαρῆ: ἀντὶ τοῦ μικρὸν ἢ οὐδὲν παρ' Ἀντιφῶντι [+]. | ] |
| Α | Ἀκροᾶσθαι | [ | Ἀκροᾶσθαι: ἀντὶ τοῦ ὑπακούειν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου. | ] |
| Α | Ἀλκιβιάδης | [ | Ἀλκιβιάδης: ὁ Κλεινίου. ἦν δὲ καὶ ἕτερος, πρόπαππος τοῦ προειρημένου, ὅν φησι Λυσίας ἐν τῷ κατ' Ἀλκιβιάδου λιποταξίου, εἰ γνήσιος ἡ λόγος, αὐτόν τε καὶ τὸν πατρὸς πρὸς μητρὸς πάππον δὶς ἐξοστρακισθῆναι. ἄλλος δέ ἐστιν Ἀλκιβιάδης οὗ μνημονεύει Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ· μνημονεύουσι δ' αὐτοῦ καὶ τῶν ἄλλων ῥητόρων τινὲς καὶ οἱ κωμικοί. ἔστι δὲ Φηγούσιος, Ἀλκιβιάδου ξένος. | ] |
| Α | Ἀμφίπολις | [ | Ἀμφίπολις: Ἀντιφῶν περὶ τοῦ Λινδίων φόρου. πόλις αὕτη τῆς Θρᾴκης. πρότερον δὲ Ἐννέα ὁδοὶ ἐκαλεῖτο, ὡς Ἀνδροτίων ἐν ιβʹ Ἀτθίδος. Μαρσύας δ' ἐν Μακεδονικοῖς διὰ τὸ περιοικεῖσθαι τὸν τόπον Ἀμφίπολιν ὠνομάσθαι, πρότερον Ἄκραν καλουμένην· οἱ δὲ Ἄρεος πόλις. | ] |
| Α | Ἀναγινωσκόμενος | [ | Ἀναγινωσκόμενος: ἀντὶ τοῦ ἀναπειθόμενος Ἀντιφῶν, Ἰσαῖος, Ἡρόδοτος ἐν αʹ. | ] |
| Α | Ἄνδρων | [ | Ἄνδρων: Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ. Ἄνδρωνά φησιν εἶναι Κρατερὸς ἐν εʹ τῶν Ψηφισμάτων τὸν γράψαντα τὸ ψήφισμα τὸ περὶ Ἀντιφῶντος τοῦ ῥήτορος. ἦν δὲ εἷς τῶν υʹ ὁ Ἄνδρων. | ] |
| Α | Ἀντιφῶν | [ | Ἀντιφῶν: εἷς τῶν ιʹ ῥητόρων, Σωφίλου μὲν υἱὸς, ἀπὸ τοῦ δήμου δὲ Ῥαμνούσιος. | ] |
| Α | Ἀξιοῖ | [ | Ἀξιοῖ: ἀντὶ τοῦ νομίζει Ἀντιφῶν ὑπὲρ τῆς εἰς τὸν ἐλεύθερον παῖδα ὕβρεως καὶ Λυσίας. | ] |
| Α | Ἀπειπεῖν | [ | Ἀπειπεῖν ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι παρὰ τῷ αὐτῷ. | ] |
| Α | Ἀπιστεῖν | [ | Ἀπιστεῖν: ἀντὶ τοῦ ἀπειθεῖν Ἀντιφῶν κατὰ Λαισποδίου, Ἰσοκράτης ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Φίλιππον. λέγουσι δὲ καὶ Ἀπιστίαν τὴν ἀπείθειαν, ὡς Δημοσθένης ἐν θʹ Φιλιππικῶν καὶ ἄλλοι πολλοί. | ] |
| Α | Ἀποδιδόμενοι | [ | Ἀποδιδόμενοι: Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου ἀντὶ τοῦ ἀποδιδόντες. ἑξῆς δέ φησιν ἀποδιδόμεθα ἤτοι ἀντὶ τοῦ ἀποδίδομεν ἢ ἀντὶ τοῦ πιπράσκομεν. | ] |
| Α | Ἀπολαχεῖν | [ | Ἀπολαχεῖν: ἀντὶ ἁπλοῦ τοῦ λαχεῖν Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου, Λυσίας κατὰ Ποσειδίππου. Ἀριστοφάνης Ταγηνισταῖς οὐ μὴν ὅ γε σὸς ἀδελφὸς οὗ ἀπελάγχανεν. | ] |
| Α | Ἀπόταξις | [ | Ἀπόταξις: τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντεταγμένους εἰς τὸ ὑποτελεῖν τὸν ὡρισμένον φόρον· Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου. | ] |
| Α | Ἀποτειχίσαι | [ | Ἀποτειχίσαι: τὸ ἀπολαβεῖν τείχει καὶ ἀποκλεῖσαι τῆς ἐξόδου, Ἀποτετειχισμένος δὲ ὁ ἀπειλημμένος καὶ ἀποκεκλεισμένος τῷ τείχει· Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ Θουκυδίδης. | ] |
| Α | Ἀργυροκοπεῖον | [ | Ἀργυροκοπεῖον: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅπου κόπτεται τὸ νόμισμα· ὃ νῦν σημαντήριόν τινες καλοῦσιν. | ] |
| Α | Ἄττα | [ | Ἄττα: ἀντὶ μὲν τοῦ ὅσα ἢ ἅτινα Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου, ἀντὶ δὲ τοῦ τινὰ ἢ ποιά τινα Δημοσθένης Φιλιππικοῖς. ἐνιαχοῦ δὲ παρέλκει τὸ ἄττα. [ πυθοῦ χελιδὼν πηνίκ' ἄττα φαίνεται. ] | ] |
| Β | Βάσανος | [ | Βάσανος: Ἀντιφῶν [+]. λίθος οὕτω καλεῖται, ᾗ τὸ χρυσίον παρατριβόμενον δοκιμάζεται. Ὑπερείδης δ' ἐν τῷ κατ' Ἀντίου τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφέντα βασάνους ὠνόμασε. | ] |
| Γ | Γαληψός | [ | Γαληψός: Ἀντιφῶν κατὰ Λαισποδίου. πόλις Θρᾴκης, ὡς οἱ τὰς περιόδους γεγραφότες φασίν. ὠνομάσθη δὲ ἀπὸ Γαληψοῦ τοῦ ἐκ Θάσου καὶ Τηλέφης, ὡς Μαρσύας ὁ νεώτερος ἐν πέμπτῳ Μακεδονικῶν. | ] |
| Δ | Δεκατευτάς | [ | Δεκατευτάς: ἀντὶ τοῦ τελώνας τοὺς τὴν δεκάτην ἐκλέγοντας Ἀντιφῶν ἐν τῇ πρὸς Δημοσθένους γραφὴν ἀπολογίᾳ. ὅτι δὲ ἦν τελώνιον ἡ δεκάτη δεδήλωκε Δημοσθένης ἐν τῷ περὶ τῶν ἀτελειῶν. | ] |
| Δ | Δημοτευόμενος | [ | Δημοτευόμενος: δημοτεύεσθαί ἐστι τὸ τοῦδέ τινος δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπ' αὐτοῦ· Ἀντιφῶν ἐν τῇ πρὸς Φίλιππον ἀπολογίᾳ, εἰ γνήσιος. | ] |
| Δ | Διάθεσις | [ | Διάθεσις: ἀντὶ τοῦ πρᾶσις Ἰσοκράτης Βουσίριδι. ἀντὶ δὲ τοῦ ἀποδεδόμεθα διεθέμεθα εἶπεν Ἀντιφῶν ἐν τῷ πρὸς τὴν Καλλίου ἔνδειξιν, καὶ ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῷ περὶ ὁμονοίας ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν. Φρύνιχος Τραγῳδοῖς τῇ διαθέσει τῶν ἐπῶν φησί. καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι· Ἀντιφῶν Ἀληθείας αʹ γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο. διαθέσθαι ἀντὶ τοῦ συνθέσθαι Ὑπερείδης κατὰ Δημοσθένους [+]. | ] |
| Δ | Διάληξις | [ | Διάληξις: διαλαγχάνειν τὸ κλήρῳ διαιρεῖσθαι, διάληξις δὲ τὸ πρᾶγμα· Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου. | ] |
| Δ | Διὰ μέσου τείχους | [ | Διὰ μέσου τείχους: Ἀντιφῶν πρὸς Νικοκλέα. τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Τριφάλητι, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παρ' ἑκάτερα ἐλέγετο τὸ νότιον, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ. | ] |
| Δ | Διαστῆσαι | [ | Διαστῆσαι: ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύνατον ποιῆσαι Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως· Μένανδρος Χήρᾳ βοῶν ποιείτω τὴν πόλιν διάστατον. | ] |
| Δ | Διδάσκαλος | [ | Διδάσκαλος: ἰδίως διδασκάλους λέγουσι τοὺς ποιητὰς τῶν διθυράμβων ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδιῶν. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ χορευτοῦ ἔλαχον φησὶ Παντακλέα διδάσκαλον· ὅτι γὰρ ὁ Παντακλῆς ποιητὴς, δεδήλωκεν Ἀριστοτέλης ἐν ταῖς Διδασκαλίαις. πολὺ δ' ἐστὶ κἀν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου. | ] |
| Δ | Δι\' ἐνιαυτοῦ | [ | Δι' ἐνιαυτοῦ: ἀντὶ τοῦ δι' ὅλου τοῦ ἐνιαυτοῦ Ἀντιφῶν περὶ τοῦ Λινδίων φόρου. Τηλεκλείδης δ' ἐν τοῖς Πρυτάνεσι δι' ἡμέρας εἶπεν ἀντὶ τοῦ δι' ὅλης τῆς ἡμέρας. | ] |
| Δ | Διετείναντο | [ | Διετείναντο: ἰδίως Ἀντιφῶν τοῦτ' ἔταξεν ἐν τῷ περὶ τοῦ Ἡρώδου φόνου, ἀντὶ τοῦ διὰ συντόνου σπουδῆς ἀπηρνήσαντο. | ] |
| Δ | Διιπόλεια | [ | Διιπόλεια: ἑορτή τις Ἀθήνησι τὰ Διιπόλεια· Ἀντιφῶν ἐν τῷ περὶ τοῦ χορευτοῦ. | ] |
| Δ | Δυσάνιος | [ | Δυσάνιος: Ἀντιφῶν [+]. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἂν μικρὸν καὶ εὐκαταφρόνητον ᾖ. καὶ Ἱπποκράτης ἐχρήσατό που τῷ ὀνόματι καὶ Μένανδρος. | ] |
| Ε | Ἐκλογεῖς | [ | Ἐκλογεῖς: οἱ ἐκλέγοντες καὶ εἰσπράττοντες τὰ ὀφειλόμενα τῷ δημοσίῳ. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Σαμοθρᾳκῶν φόρου ᾑρέθησαν γὰρ ἐκλογεῖς παρ' ἡμῖν οἷς πλεῖστα ἐδόκει χρήματα εἶναι. Λυσίας ἐν τῷ πρὸς Ἀρέσανδρον νῦν δὲ πρὸς τοὺς ἐκλογέας τοῦ φόρου ἅπαντα ἀπογραφόμεθα. | ] |
| Ε | Ἔμβραχυ | [ | Ἔμβραχυ: ἀντὶ τοῦ ἁπλῶς καὶ ἐν κεφαλαίῳ Ἀντιφῶν. | ] |
| Ε | Ἐμποδών | [ | Ἐμποδών: Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως καὶ τοὺς ἐμποδὼν ἐκολάσατε ἀντὶ τοῦ τοὺς ἐμπεσόντας, καθὰ καὶ Ἀνδοκίδης ἐν τῷ κατ’ Ἀλκιβιάδου. | ] |
| Ε | Ἐπαγγελία | [ | Ἐπαγγελία: σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ λέγεται ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξὸν, καὶ ἔστιν οἷον παραγγελία· Αἰσχίνης κατὰ Τιμάρχου. λέγεται δὲ παρ' αὐτοῖς τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς παρά τε Ἀντιφῶντι ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ Δημοσθένει ἐν τῷ περὶ πρεσβείας. | ] |
| Ε | Ἐπεσκήψατο | [ | Ἐπεσκήψατο: ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν. λέγεται δὲ ἐνίοτε κατὰ τὸ σπάνιον καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. τῷ δὲ ἐνεργητικῷ τῷ ἐπέσκηψεν ἀντὶ τοῦ ἐνετείλατο Ἰσαῖος κέχρηται ἐν τῇ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαιρέσει. τὸ δὲ ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω καὶ οἷον ἐξορκίζω Ἀνδοκίδης τε ἐν τῷ περὶ τῶν μυστηρίων καὶ Λυσίας ἐν τῷ ὑπὲρ Κτησιάρχου εἰρήκασιν. | ] |
| Ε | Ἐπίσκοπος | [ | Ἐπίσκοπος: Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου καὶ ἐν τῷ κατὰ Λαισποδίου. ἐοίκασιν ἐκπέμπεσθαί τινες ὑπὸ Ἀθηναίων εἰς τὰς ὑπηκόους πόλεις ἐπισκεπτόμενοι τὰ παρ' ἑκάστοις. Θεόφραστος γοῦν ἐν αʹ τῶν πολιτικῶν τῶν πρὸς καιροὺς φησὶν οὕτω πολλῷ γὰρ κάλλιον κατά γε τὴν τοῦ ὀνόματος θέσιν, ὡς οἱ Λάκωνες ἁρμοστὰς φάσκοντες εἰς τὰς πόλεις πέμπειν, οὐκ ἐπισκόπους οὐδὲ φύλακας, ὡς Ἀθηναῖοι. | ] |
| Ε | Ἕρμα | [ | Ἕρμα: ἡ ὕφαλος πέτρα· Ἀντιφῶν ἐν τῇ πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ. ἔστι δὲ τοὔνομα καὶ παρ' Ἀνακρέοντι καὶ ἐν Γηρυτάδῃ Ἀριστοφάνους. | ] |
| Ε | Ἑρμαῖ | [ | Ἑρμαῖ: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Ὑπερείδης ἐν τῷ περὶ τῶν Εὐβούλου δωρεῶν. Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν γράφει ταυτί ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσὶν οἱ Ἑρμαῖ καλούμενοι· διὰ γὰρ τὸ πολλοὺς κεῖσθαι καὶ ὑπὸ ἰδιωτῶν καὶ ἀρχόντων ταύτην τὴν προσηγορίαν εἰληφέναι συμβέβηκεν. ἐφ' ἑνὸς δὲ αὐτῶν ἐπιγέγραπται γράμμασιν ἀρχαίοις ἀντ' εὐεργεσίης Ἀγαμέμνονα δῆσαν Ἀχαιοί. ὅτι δὲ καὶ Ἑρμῶν στοά τις ἐλέγετο δεδήλωκε καὶ Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅτι δὲ ἐκαλοῦντό τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου εἴρηται ἔν τε τῇ ἀρχαίᾳ κωμῳδίᾳ καὶ παρὰ Πλάτωνι ἐν τῷ Ἱππάρχῳ. | ] |
| Ε | Εὐθύωρον | [ | Εὐθύωρον: τὸ κατ' εὐθεῖαν Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. τὸ ὄνομα καὶ παρὰ Ξενοφῶντι ἐν βʹ Ἀναβάσεως. | ] |
| Ε | Εὐοφθάλμως | [ | Εὐοφθάλμως: ἀντὶ τοῦ εὐπρεπῶς Ἀντιφῶν ἐν τῷ περὶ ταῶν. | ] |
| Η | Ἠετιώνεια | [ | Ἠετιώνεια: Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραιέως ἄκρα ἀπὸ τοῦ κατακτησαμένου τὴν γῆν Ἠετίωνος, ὥς φησι Φιλόχορος ἐν τῇ πρὸς Δήμωνα ἀντιγραφῇ. μνημονεύει δὲ τῆς Ἠετιωνείας καὶ Θουκυδίδης ἐν ηʹ. | ] |
| Η | Ἦσμεν | [ | Ἦσμεν: ἀντὶ τοῦ ᾔδειμεν. Ἀντιφῶν πρὸς τὴν Καλλίου ἔνδειξιν ἀπολογίᾳ ἡμεῖς μὲν οὖν οὔτε ναυτικὸν ᾖσμεν ὁπόσου δέοι. | ] |
| Θ | Θῆτες καὶ θητικόν | [ | Θῆτες καὶ θητικόν: Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου φησὶ τούς τε θῆτας ἅπαντας ὁπλίτας ποιῆσαι καὶ Δημοσθένης ἐν τῷ περὶ Ἁγνίου κλήρου τῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν. εἰς τέσσαρα διῃρημένης παρ' Ἀθηναίοις τῆς πολιτείας οἱ ἀπορώτατοι ἐλέγοντο θῆτες καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς, ὡς καὶ Ἀριστοτέλης δηλοῖ ἐν Ἀθηναίων πολιτείᾳ. ὅτι δὲ οὐκ ἐστρατεύοντο εἴρηκε καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν. ὁ μέντοι Δημοσθένης ἐν τοῖς προκειμένοις ἐπίκληρον ὠνόμασε τὴν πενιχρὰν κόρην, ἣν θῆσσαν ὀνομάζουσιν οἱ Ἀττικοί. ἐπάναγκες δὲ ἦν τοῖς ἔγγιστα γένους τὰς θήσσας ἢ λαμβάνειν πρὸς γάμον ἢ ε μνᾶς διδόναι, ὡς καὶ Ποσείδιππός που ὁ κωμικός φησιν. | ] |
| Κ | Κελέοντες | [ | Κελέοντες: Ἀντιφῶν ἐν τῇ πρὸς Δημοσθένους γραφὴν ἀπολογίᾳ ἵνα τοὺς κελέοντας κατέπηξεν. κυρίως μὲν κελέοντές εἰσιν οἱ ἱστόποδες, ὡς καὶ παρ' Ἀριστοφάνει δῆλον τῷ κωμικῷ. μεταφορικῶς δὲ νῦν ὁ ῥήτωρ λέγοι ἂν τὰ ὀρθὰ ξύλα. | ] |
| Κ | Κεραμεικός | [ | Κεραμεικός: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. ὅτι δύο εἰσὶ Κεραμεικοὶ, ὡς καὶ ὁ ῥήτωρ φησὶν, ὁ μὲν ἔνδον τῆς πόλεως, ὁ δὲ ἕτερος ἔξω, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτήσαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον, δηλοῖ Καλλικράτης ἢ Μενεκλῆς ἐν τῷ περὶ Ἀθηνῶν. | ] |
| Λ | Λέσχαι | [ | Λέσχαι: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί. Ὅμηρος οὐδ' ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν ἠέ που ἐς λέσχην. Κλεάνθης ἐν τῷ περὶ θεῶν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας φησὶν, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι αὐτὰς, καὶ παρ' ἐνίοις τὸν θεὸν λεσχηνόριον ἐπικαλεῖσθαι. | ] |
| Μ | Μοιρολογχῆσαι | [ | Μοιρολογχῆσαι: ἀντὶ τοῦ μέρους μεταλαβεῖν Ἀντιφῶν ἐν τῇ πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ. | ] |
| Ο | Οἰσύμη | [ | Οἰσύμη: Ἀντιφῶν ἐν τῷ κατὰ Λαισποδίου. πόλις ἐστὶ τῆς Θρᾴκης, καθά φασιν ἄλλοι τε καὶ Ἔφορος ἐν δʹ. | ] |
| Ο | Ὅτι | [ | Ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, ὥσπερ οὐδὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. Ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ιʹ Ἀτθίδος. Ὅτι νόμος ἐστὶν ὑπὲρ μʹ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ' ἐν τῷ κατ' Αἰσχίνου [+] φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. Ὅτι οἱ ἁλόντες ἐπ' ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων δηλοῖ. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν καʹ Νόμων. Ὅτι τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. εἴρηκεν. Κρώβυλος δὲ ὁ κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον. | ] |
| Π | Παράβυστον | [ | Παράβυστον: οὕτως ἐκαλεῖτό τι τῶν παρ' Ἀθηναίοις δικαστηρίων, ἐν ᾧ ἐδίκαζον οἱ ἕνδεκα· Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα περὶ ὅρων. μνημονεύουσι δ' αὐτοῦ ἄλλοι τε τῶν κωμικῶν καὶ Τιμοκλῆς ἐν Ὀρεσταυτοκλείδῃ. ἐκαλεῖτο δέ τις ἐν τοῖς νυμφικοῖς δωματίοις καὶ κλίνη παράβυστος, ἧς μέμνηται Ὑπερείδης ἐν τῷ κατὰ Πατροκλέους. λέγεσθαι δ' ἔοικε ταῦτα κατὰ μεταφορὰν ἀπὸ τῶν ἐν τοῖς φορτίοις παραβυσμάτων, τουτέστι παραπληρωμάτων. | ] |
| Π | Προσφορά | [ | Προσφορά: ἀντὶ τοῦ πρόσοδος Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. καὶ παρ' ἄλλοις δὲ τοὔνομα. | ] |
| Π | Πρυτανείας | [ | Πρυτανείας: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἔστι δὲ ἀριθμὸς ἡμερῶν ἡ πρυτανεία ἤτοι λςʹ ἢ λεʹ, ἃς ἑκάστη φυλὴ πρυτανεύει. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. | ] |
| Π | Πυριλάμπης | [ | Πυριλάμπης: Ἀντιφῶν ἐν τῷ περὶ τῶν ταῶν. ὄνομα κύριον. | ] |
| Ρ | Ῥητορικὴ γραφή | [ | Ῥητορικὴ γραφή: Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην. ἔοικε ῥητορικὴ γραφὴ καλεῖσθαι ἡ κατὰ ῥήτορος γράψαντός τι ἢ εἰπόντος ἢ πράξαντος παράνομον, ὥσπερ λέγεται καὶ πρυτανικὴ ἡ κατὰ πρυτάνεως καὶ ἐπιστατικὴ ἡ κατ' ἐπιστάτου. ἴσως δὲ καὶ κατὰ τοῦτο ῥητορικαὶ γραφαί τινες καλοῦνται, ὅτι κατὰ διαφόρους νόμους αἱ κατὰ τῶν ῥητόρων γραφαὶ εἰσάγονται, ὡς Ἀντιφῶν ἐν τῷ κατὰ πρυτάνεως, εἰ γνήσιος, ὑποσημαίνει. | ] |
| Σ | Σκαφίον | [ | Σκαφίον: Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ. ὅτι δὲ τὸ σκαφίον εἶδος κουρᾶς καὶ Ἀριστοφάνης Γήρᾳ. | ] |
| Σ | Σπάρτωλος | [ | Σπάρτωλος: Ἀντιφῶν ἐν τῷ ἐπιγραφομένῳ ἐπιτροπικὸς Τιμοκράτει. πόλις ἐστὶ τῆς Βοττικῆς ἡ Σπάρτωλος. | ] |
| Σ | Στασιώτης | [ | Στασιώτης: Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως περὶ τοίνυν ὧν Ἀπόληξις κατηγόρηκεν, ὡς στασιώτης ἦν ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός. ἔοικε νῦν ὁ ῥήτωρ ἰδίως ἐπὶ τοῦ δορυφόρου κεχρῆσθαι τῷ ὀνόματι· ἐν γοῦν τοῖς ἑξῆς φησιν ὅτι οὐκ ἂν τοὺς μὲν τυραννοῦντας ἠδυνήθησαν οἱ πρόγονοι κολάσαι, τοὺς δὲ δορυφόρους ἠδυνάτησαν. | ] |
| Σ | Στεφανηφόρος | [ | Στεφανηφόρος: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. Στεφανηφόρου ἡρῷον, ὡς ἔοικεν, ἦν ἐν ταῖς Ἀθήναις. εἴη δ' ἂν ὁ Στεφανηφόρος ἤτοι τῶν Ἡρακλέους υἱέων εἷς τῶν γενομένων ἐκ τῶν Θεστίου θυγατέρων, οὗ μνημονεύει Ἑλλάνικος ἐν ιʹ Φορωνίδος· ἢ μήποτε τοῦ Ἀττικοῦ Στεφανηφόρου τὸ ἡρῷον ἦν, οὗ πάλιν ὁ αὐτὸς Ἑλλάνικος ἐν βʹ Ἀτθίδος μέμνηται. | ] |
| Σ | Συνήγοροι | [ | Συνήγοροι: Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἐοίκασι παρ' Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι ἐπὶ τῷ συναγορεύειν. | ] |
| Σ | Συντελεῖς | [ | Συντελεῖς: οἱ συνδαπανῶντες καὶ συνεισφέροντες· τὸ δὲ πρᾶγμα συντέλεια καλεῖται, ὡς ἔστιν εὑρεῖν ἐν τῷ Ἀντιφῶντος περὶ τοῦ Σαμοθρᾳκῶν φόρου. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. | ] |
| Τ | Τετρακόσιοι | [ | Τετρακόσιοι: Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οἱ υʹ πρὸ ζʹ ἐτῶν κατέστησαν τῶν λʹ τυράννων παρ' Ἀθηναίοις, οἵτινες δʹ μῆνας ἦρξαν τῆς πόλεως, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
| Τ | Τριβωνευόμενοι | [ | Τριβωνευόμενοι: Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες, ἢ ἀντὶ τοῦ τεχνάζοντες, ἀπὸ τοῦ τρίβωνες εἶναι πραγμάτων. | ] |
| Υ | Ὑπέρβολος | [ | Ὑπέρβολος: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἦν δὲ δημαγωγὸς ὃν Θουκυδίδης ἐν τῇ ηʹ ἐξωστρακίσθαι φησίν. | ] |
| Φ | Φροῦδος | [ | Φροῦδος: Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Ἡρώδου φόνου ἀντὶ τοῦ ἐκποδών. παρὰ πολλοῖς δὲ τοὔνομα ἐστίν. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: