urn:cts:greekLit:tlg0086.harp001 - Constitution of the Athenians
urn:cts:greekLit:tlg0086.harp002
urn:cts:greekLit:tlg0086.harp003
urn:cts:greekLit:tlg0086.harp004
urn:cts:greekLit:tlg0086.harp005
urn:cts:greekLit:tlg0086.harp006
urn:cts:greekLit:tlg0086.harp007
urn:cts:greekLit:tlg0086.harp008
urn:cts:greekLit:tlg0086.harp009
urn:cts:greekLit:tlg0086.harp010
urn:cts:greekLit:tlg0086.harp011
urn:cts:greekLit:tlg0086.harp012
urn:cts:greekLit:tlg0086.harp013
urn:cts:greekLit:tlg0086.harp014
Α | Ἀγορανόμοι | [ | Ἀγορανόμοι: οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ κληροῦσθαί φησι εʹ μὲν εἰς Πειραιᾶ, εʹ δὲ εἰς ἄστυ. | ] |
Α | Ἀδύνατοι | [ | Ἀδύνατοι: Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. οἱ ἐντὸς τριῶν μνῶν κεκτημένοι, τὸ δὲ σῶμα πεπηρωμένοι. ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς βʹ ὀβολοὺς τῆς ἡμέρας ἑκάστης, ἢ ὀβολὸν, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ὡς δὲ Φιλόχορός φησιν, θʹ δραχμὰς κατὰ μῆνα. ἔστι δὲ καὶ λόγος τις, ὡς λέγεται, Λυσίου περὶ τοῦ ἀδυνάτου, ἐν ᾧ ὡς ὀβολὸν λαμβάνοντος μέμνηται. | ] |
Α | Ἄμφισσα | [ | Ἄμφισσα: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πόλις τῆς Λοκρίδος. Ἀριστοτέλης ἐν τῇ Ὀπουντίων πολιτείᾳ οὕτω λέγει Ἀνδραίμων δὲ ἦν οἰκιστὴς, Ἄμφισσαν δ' ὠνόμασαν διὰ τὸ περιέχεσθαι τὸν τόπον ὄρεσιν. | ] |
Α | Ἄνακτες καὶ Ἄνασσαι | [ | Ἄνακτες καὶ Ἄνασσαι: Ἰσοκράτης Εὐαγόρᾳ. ἔοικε δ' ὁ ῥήτωρ ἔθους τινὸς ἐν Κύπρῳ μνημονεύειν. Ἀριστοτέλης γοῦν ἐν τῇ Κυπρίων πολιτείᾳ φησὶ καλοῦνται δὲ υἱοὶ μὲν καὶ ἀδελφοὶ τοῦ βασιλέως ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι. | ] |
Α | Ἀντιγραφεύς | [ | Ἀντιγραφεύς: ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι ταῦτα· Δημοσθένης ἐν τῷ κατ' Ἀνδροτίωνος καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. διττοὶ δὲ ἦσαν ἀντιγραφεῖς, ὁ μὲν τῆς διοικήσεως, ὥς φησι Φιλόχορος, ὁ δὲ τῆς βουλῆς, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
Α | Ἀποδέκται | [ | Ἀποδέκται: ἀρχή τίς ἐστι παρ' Ἀθηναίοις οἱ ἀποδέκται, ἧς πολλάκις μνημονεύουσιν οἱ ῥήτορες καὶ οἱ κωμικοί. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ δεδήλωκεν ὡς δέκα τε εἴησαν, καὶ ὡς παραλαβόντες τὰ γραμματεῖα ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα τῆς βουλῆς ἐναντίον ἐν τῷ βουλευτηρίῳ, καὶ πάλιν ἀποδιδόασι τὰ γραμματεῖα τῷ δημοσίῳ· καὶ ἁπλῶς ἃ πράττουσι διασαφεῖ. ὅτι δὲ ἀντὶ τῶν κωλακρετῶν οἱ ἀποδέκται ὑπὸ Κλεισθένους ἀπεδείχθησαν, Ἀνδροτίων βʹ. | ] |
Α | Ἀπόλλων πατρῶιος ὁ Πύθιος | [ | Ἀπόλλων πατρῶιο ὁ Πύθιος: προσηγορία τίς ἐστι τοῦ θεοῦ πολλῶν καὶ ἄλλων οὐσῶν. τὸν δὲ Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν Ἀθηναῖοι ἀπὸ Ἴωνος· τούτου γὰρ οἰκίσαντος τὴν Ἀττικὴν, ὡς Ἀριστοτέλης φησὶ, τοὺς Ἀθηναίους Ἴωνας κληθῆναι καὶ Ἀπόλλωνα πατρῷον αὐτοῖς ὀνομασθῆναι. | ] |
Α | Ἀποστασίου | [ | Ἀποστασίου: δίκη τίς ἐστι κατὰ τῶν ἀπελευθερωθέντων δεδομένη τοῖς ἀπελευθερώσασιν, ἐὰν ἀφιστῶνταί τε ἀπ' αὐτῶν ἢ ἕτερον ἐπιγράφωνται προστάτην, καὶ ἃ κελεύουσιν οἱ νόμοι μὴ ποιῶσιν. καὶ τοὺς μὲν ἁλόντας δεῖ δούλους εἶναι, τοὺς δὲ νικήσαντας τελέως ἤδη ἐλευθέρους. πολλάκις δ' ἐστὶ παρὰ τοῖς ῥήτορσι, παρὰ τῷ Λυσίᾳ ἐν τῷ πρὸς Ἀριστόδημον καὶ Ὑπερείδῃ ἐν τῷ κατὰ Δημητρίας ἀποστασίου. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ περὶ τοῦ πολεμάρχου γράφει ταυτί· οὗτος δὲ εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων. | ] |
Α | Ἀρχὴ ἄνδρα δείκνυσι | [ | Ἀρχὴ ἄνδρα δείκνυσι: Δημοσθένης προοιμίοις δημηγορικοῖς. Σοφοκλῆς μὲν οὖν ἐν ταῖς ἐλεγείαις Σόλωνός φησιν αὐτὸ εἶναι ἀπόφθεγμα, Θεόφραστος δ' ἐν τῷ παροιμιῶν καὶ Ἀριστοτέλης Βίαντος. | ] |
Α | Ἀστυνόμος | [ | Ἀστυνόμος: Δημοσθένης κατὰ Τιμοκράτους. δέκα φησὶν εἶναι τοὺς ἀστυνόμους Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δ' ἐν ἄστει. τούτοις δέ φησι μέλειν περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ τῶν κοπρολόγων καὶ τῶν τοιούτων. | ] |
Β | Βουλεύσεως | [ | Βουλεύσεως: ἐγκλήματος ὄνομα ἐπὶ δυοῖν ταττόμενον πραγμάτοιν· τὸ μὲν γάρ ἐστιν ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε μὴ, τὸ δ' ἕτερον ὅταν ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν ἐγγεγραφότι. τοῦ μὲν οὖν προτέρου μάρτυς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην, ἐπὶ Παλλαδίῳ λέγων εἶναι τὰς δίκας, Δείναρχος δὲ ἐν τῷ κατὰ Πιστίου ἐν Ἀρείῳ πάγῳ. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ τῷ Ἰσαίῳ συμφωνεῖ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατ' Ἀριστογείτονος αʹ. Ὑπερείδης δ' ἐν τῷ κατ' Ἀθηνογένους αʹ ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα ἰδίως κέχρηται τῷ ὀνόματι. | ] |
Γ | Γραμματεύς | [ | Γραμματεύς: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ὁ γραμματεὺς πῶς τε καθίστατο καὶ τί ἔπραττεν, ὡς τῶν γραμμάτων τ' ἐστὶ κύριος καὶ τὰ ψηφίσματα τὰ γενόμενα φυλάττει καὶ τὰ ἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
Δ | Δατεῖσθαι | [ | Δατεῖσθαι: τὸ μερίζεσθαι, οἱ δὲ δατηταὶ οἱονεὶ μερισταί. τὸ δὲ εἰς δατητῶν αἵρεσιν εἶδός τι δίκης ἐστίν· ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις, καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινὰ, οἱ δὲ μὴ, ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις προκαλούμενοι εἰς δατητῶν αἵρεσιν· Λυσίας ἐν τῷ πρὸς Ἀλεξίδημον, εἰ γνήσιος, καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. | ] |
Δ | Δεκάζων | [ | Δεκάζων: Ἰσοκράτης περὶ τῆς εἰρήνης. ὅ τι ποτὲ τοῦτ' ἐστὶ, δῆλον ἅπασιν· Ἐρατοσθένης δὲ ἐν τοῖς περὶ τῆς ἀρχαίας κωμῳδίας πόθεν τὸ πρᾶγμα εἴρηται δηλοῖ οὕτω λέγων Λύκος ἐστὶν ἥρως πρὸς τοῖς ἐν Ἀθήναις δικαστηρίοις, τοῦ θηρίου μορφὴν ἔχων, πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ ιʹ γιγνόμενοι ἀνεστρέφοντο, ὅθεν εἴρηται Λύκου δεκάς. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ Ἄνυτόν φησι καταδεῖξαι τὸ δεκάζειν τὰ δικαστήρια. | ] |
Δ | Δήμαρχος | [ | Δήμαρχος: Λυσίας ἐν τῷ κατὰ Μόσχου. ἄρχων τις ἦν ὁ δήμαρχος· οὗτοι δὲ τὰς ἀπογραφὰς ἐποιοῦντο τῶν ἐν ἑκάστῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρὰ τούτοις ἦν, καὶ συνῆγον τοὺς δήμους ὁπότε δεήσειεν, καὶ ψῆφον αὐτοῖς ἐδίδοσαν. τούτους δέ φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ ὑπὸ Κλεισθένους κατασταθῆναι, τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. ὅτι δὲ ἠνεχυρίαζον οἱ δήμαρχοι δηλοῖ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις. | ] |
Δ | Διαμεμετρημένη ἡμέρα | [ | Διαμεμετρημένη ἡμέρα: μέτρον τι ἐστὶν ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον· ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί. πρὸς δὴ τοῦτο ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι, τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τρίτον τοῖς δικάζουσι. ταῦτα δὲ σαφέστατα αὐτοὶ οἱ ῥήτορες δεδηλώκασιν, ὥσπερ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ διδάσκει περὶ τούτων. ἐπισκεπτέον δὲ τὸ παρ' Ἰσαίῳ ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους, πῶς μεμετρημένης τῆς ἡμέρας ὁτὲ μέν φησι χωρὶς ὕδατος γίνεσθαι τοὺς ἀγῶνας, ὁτὲ δὲ πρὸς ὕδωρ. | ] |
Δ | Διαιτηταί | [ | Διαιτηταί: Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. εἰσὶ δὲ οἱ διαιτηταὶ ἕτεροι τῶν δικαστῶν· οὗτοι μὲν γὰρ ἐν δικαστηρίοις ἐδίκαζον ἀποδεδειγμένοις καὶ τὰς ἀπὸ τῶν διαιτητῶν ἐφεσίμους ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐτοῖς τῶν κρινομένων τοῖς κρινομένοις διῄτων. καὶ εἰ μὲν ἤρεσκε τοῖς ἀντιδίκοις, τέλος εἶχεν ἡ δίκη· εἰ δὲ μὴ, τὰ ἐγκλήματα καὶ τὰς προκλήσεις καὶ τὰς μαρτυρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἑκατέρων ἐμβαλόντες εἰς καδίσκους καὶ σημηνάμενοι παρεδίδοσαν τοῖς εἰσαγωγεῦσι τῶν δικῶν. λέγει δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
Δ | Διδάσκαλος | [ | Διδάσκαλος: ἰδίως διδασκάλους λέγουσι τοὺς ποιητὰς τῶν διθυράμβων ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδιῶν. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ χορευτοῦ ἔλαχον φησὶ Παντακλέα διδάσκαλον· ὅτι γὰρ ὁ Παντακλῆς ποιητὴς, δεδήλωκεν Ἀριστοτέλης ἐν ταῖς Διδασκαλίαις. πολὺ δ' ἐστὶ κἀν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τοὔνομα ἐπὶ τούτου τοῦ σημαινομένου. | ] |
Δ | Δρυμός | [ | Δρυμός: πόλις μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς· Δημοσθένης ἐν τῷ περὶ τῆς πρεσβείας. Ἀριστοτέλης δ' ἐν τοῖς δικαιώμασί φησιν οὕτως ἔπειτα Δρυμὸν ἕνα Ἀττικὸν καὶ ἕτερον Βοιώτιον. | ] |
Δ | Δωροξενία | [ | Δωροξενία: Λυσίας ἐν τῷ κατὰ Νικίδου. ἐξηγήσατο τοὔνομα Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας οὕτω γράφων· ἐπεὶ καὶ ὁ τῆς δωροξενίας νόμος ἁρμόττων ἐστὶ τῷ νῦν ἀγῶνι παραχθῆναι· εἰ γὰρ καὶ τοὺς ἀποφυγόντας ξενίας εἴρηκεν ἐξεῖναι τῷ βουλομένῳ πάλιν γράψασθαι, ἐὰν μὴ δοκῶσι δικαίως τὸ πρῶτον ἀποπεφευγέναι, πῶς οὐ φανερόν ἐστι κατ' Ἀρισταγόρας τὸ δίκαιον καὶ Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων γράφει ταυτί· εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν συκοφαντίαν. | ] |
Ε | Ἑβδομευομένου | [ | Ἑβδομευομένου: Λυσίας ἐν τῷ πρὸς Ἐτεοκλέα περὶ χρημάτων, εἰ γνήσιος. τοῖς ἀποτεχθεῖσι παιδίοις τὰς ἑβδόμας καὶ τὰς δεκάτας ἦγον, καὶ τά γε ὀνόματα ἐτίθεντο αὐτοῖς οἱ μὲν τῇ ἑβδόμῃ, ὡς καὶ ὁ ῥήτωρ λέγει, οἱ δὲ τῇ δεκάτῃ. Ἀριστοτέλης δ' ἐν θʹ περὶ ζῴων ἱστορίας γράφει ταυτί· τὰ πλεῖστα δὲ ἀναιρεῖται πρὸ τῆς ἑβδόμης, διὸ καὶ τὰ ὀνόματα τότε τίθενται ὡς πιστεύοντες ἤδη τῇ σωτηρίᾳ. | ] |
Ε | Εἰς ἐμφανῶν κατάστασιν | [ | Εἰς ἐμφανῶν κατάστασιν: ὄνομα δίκης ἐστὶν ὑπὲρ τοῦ τὰ ἀμφισβητήσιμα εἶναι ἐν φανερῷ· Ἰσαῖος ἐν τῷ περὶ τοῦ Φιλοκτήμονος κλήρου. ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ πρὸς τὸν ἄρχοντά φησι λαγχάνεσθαι ταύτην τὴν δίκην, τὸν δὲ ἀνακρίνοντα εἰσάγειν εἰς τὸ δικαστήριον. | ] |
Ε | Ἑλλανοδίκαι | [ | Ἑλλανοδίκαι: Ὑπερείδης ἐν τῷ ὑπὲρ Καλλίππου πρὸς Ἠλείους. Ἀριστοτέλης Ἠλείων πολιτείᾳ τὸ μὲν πρῶτόν φησιν ἕνα καταστῆσαι τοὺς Ἠλείους Ἑλλανοδίκην, χρόνου δὲ διελθόντος βʹ, τὸ δὲ τελευταῖον θʹ. Ἀριστόδημος δ' ὁ Ἠλεῖός φησι τοὺς τελευταίους τιθέντας τὸν ἀγῶνα Ἑλλανοδίκας εἶναι ιʹ, ἀφ' ἑκάστης φυλῆς ἕνα. | ] |
Ε | Ἑλληνοταμίαι | [ | Ἑλληνοταμίαι: Ἀνδοκίδης ἐν τῷ περὶ τῆς εἰρήνης, εἰ γνήσιος. ὅτι ἀρχή τις ἦν οἱ Ἑλληνοταμίαι, οἳ διεχείριζον τὰ χρήματα, καὶ Ἀριστοτέλης δηλοῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ. μνημονεύει δὲ καὶ Θουκυδίδης αὐτῶν ἐν αʹ. | ] |
Ε | Ἐμβεβλημένα | [ | Ἐμβεβλημένα: ἀντὶ τοῦ ἐγκεκεντρισμένα Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. καὶ Ἀριστοτέλης δ' ἐμβολάδας ἀπίους λέγει τὰς τοιαύτας. | ] |
Ε | Ἐπὶ Δελφινίωι | [ | Ἐπὶ Δελφινίωι: δικαστήριόν ἐστιν οὕτω καλούμενον Ἀθήνησι. δικάζονται δὲ ἐνταῦθα οἱ ὁμολογοῦντες μὲν ἀπεκτονέναι, δικαίως δὲ πεποιηκέναι τοῦτο λέγοντες, ὡς Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους δηλοῖ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. | ] |
Ε | Ἐπιμελητὴς τῶν μυστηρίων | [ | Ἐπιμελητὴς τῶν μυστηρίων: παρ' Ἀθηναίοις ὁ λεγόμενος βασιλεύς· Δημοσθένης κατὰ Μειδίου. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ φησὶν οὕτως ὁ δὲ βασιλεὺς πρῶτον μὲν τῶν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν, οὓς ὁ δῆμος χειροτονεῖ, βʹ μὲν ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ' ἐξ Εὐμολπιδῶν, ἕνα δ' ἐκ Κηρύκων. | ] |
Ε | Ἐπιμελητὴς ἐμπορίου | [ | Ἐπιμελητὴς ἐμπορίου: Δείναρχος ἐν τῷ κατὰ Πυθέου. Ἀριστοτέλης ἐμπορίου δ' ἐπιμελητὰς ιʹ κληροῦσιν, τούτοις δὲ προστέτακται τῶν τε ἐμπόρων ἐπιμελεῖσθαι, καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ Ἀττικὸν ἐμπόριον τὰ βʹ μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν. | ] |
Ε | Ἐπὶ Παλλαδίωι | [ | Ἐπὶ Παλλαδίωι: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. δικαστήριόν ἐστιν οὕτω καλούμενον, ὡς καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ἐν ᾧ δικάζουσιν ἀκουσίου φόνου καὶ βουλεύσεως οἱ ἐφέται. ἔσχε δὲ καὶ τὸ δικαστήριον τὴν τοῦ Παλλαδίου ἐπωνυμίαν καὶ οἱ δικασταὶ τὴν τῶν ἐφετῶν ἐντεῦθεν. Ἀγαμέμνονος μετὰ τῶν Ἀργείων σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναις ἐξ Ἰλίου Δημοφῶν ἁρπάζει τὸ Παλλάδιον καὶ πολλοὺς τῶν διωκόντων ἀναιρεῖ. Ἀγαμέμνων δὲ δυσχεράνας δίκην τὸν ἁρπάσαντα ἀπαιτεῖ, καὶ συνίσταται τὸ δικαστήριον ἐπὶ πεντήκοντα μὲν Ἀθηναίων, πεντήκοντα δὲ Ἀργείων, οὓς ἐφέτας ἐκάλεσαν διὰ τὸ παρ' ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς τὰ τῆς κρίσεως. | ] |
Ε | Ἐπιστάτης | [ | Ἐπιστάτης: Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου καὶ Δημοφάνους. δύο εἰσὶν οἱ καθιστάμενοι ἐπιστάται, ὁ μὲν ἐκ πρυτάνεων κληρούμενος ὁ δὲ ἐκ τῶν προέδρων, ὧν ἑκάτερος τίνα διοίκησιν διοικεῖ δεδήλωκεν ὁ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ἐλέγετο δ' ἐν τοῖς κοινοῖς καὶ ὁ ἐφεστηκὼς πράγματι ὁτῳοῦν, ὡς Ὑπερείδης τε ἐν τῷ κατὰ Δημοσθένους [+] καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος φανερὸν ποιοῦσιν. | ] |
Ε | Ἑρμίας | [ | Ἑρμίας: ὄνομα κύριον, ὁ εὐνοῦχος ὁ τρίπρατος. οἰκείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην, καὶ τὴν θετὴν αὑτοῦ θυγατέρα ἔδωκε τῷ φιλοσόφῳ. | ] |
Ε | Εὔθυνοι | [ | Εὔθυνοι: Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. εὔθυνοι ὄνομα ἀρχῆς παρ' Ἀθηναίοις. δέκα δὲ τὸν ἀριθμὸν ἦσαν ἄνδρες, παρ' οἷς ἐδίδοσαν οἱ πρεσβεύσαντες ἢ ἄρξαντες ἢ διοικήσαντές τι τῶν δημοσίων τὰς εὐθύνας. διείλεκται περὶ αὐτῶν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. | ] |
Ε | Ἐχῖνος | [ | Ἐχῖνος: ἔστι μὲν ἄγγος τι εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. μνημονεύει τοῦ ἄγγους τούτου καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Ἀριστοφάνης Δαναΐσιν. ἦν δὲ καὶ πόλις Ἐχῖνος, ἧς μνημονεύει Δημοσθένης ἐν θʹ Φιλιππικῶν. ἔστι δέ τι καὶ ζῷον χερσαῖον καὶ θαλάσσιον ὄστρεον. | ] |
Θ | Θεσμοθέται | [ | Θεσμοθέται: Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος. ἀρχή τίς ἐστιν Ἀθήνησιν ἡ τῶν θεσμοθετῶν ἓξ τὸν ἀριθμὸν ὄντων, εἰσὶ δὲ ἐκ τῶν καλουμένων θʹ ἀρχόντων. καλοῦνται δὲ οὕτως, ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον· θεσμοὶ δὲ ἐκαλοῦντο οἱ νόμοι, ὡς προείπομεν. ὅτι δὲ τοὺς νόμους οὗτοι διώρθουν κατ' ἐνιαυτὸν ἕκαστον εἴρηκεν Αἰσχίνης τε ἐν τῷ κατὰ Κτησιφῶντος καὶ Θεόφραστος ἐν γʹ Νόμων. ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ διέρχεται ὅσα οὗτοι πράττουσιν. | ] |
Θ | Θῆτες καὶ θητικόν | [ | Θῆτες καὶ θητικόν: Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου φησὶ τούς τε θῆτας ἅπαντας ὁπλίτας ποιῆσαι καὶ Δημοσθένης ἐν τῷ περὶ Ἁγνίου κλήρου τῶν ἐπικλήρων ὅσαι θητικὸν τελοῦσιν. εἰς τέσσαρα διῃρημένης παρ' Ἀθηναίοις τῆς πολιτείας οἱ ἀπορώτατοι ἐλέγοντο θῆτες καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς, ὡς καὶ Ἀριστοτέλης δηλοῖ ἐν Ἀθηναίων πολιτείᾳ. ὅτι δὲ οὐκ ἐστρατεύοντο εἴρηκε καὶ Ἀριστοφάνης ἐν Δαιταλεῦσιν. ὁ μέντοι Δημοσθένης ἐν τοῖς προκειμένοις ἐπίκληρον ὠνόμασε τὴν πενιχρὰν κόρην, ἣν θῆσσαν ὀνομάζουσιν οἱ Ἀττικοί. ἐπάναγκες δὲ ἦν τοῖς ἔγγιστα γένους τὰς θήσσας ἢ λαμβάνειν πρὸς γάμον ἢ ε μνᾶς διδόναι, ὡς καὶ Ποσείδιππός που ὁ κωμικός φησιν. | ] |
Ι | Ἵππαρχος | [ | Ἵππαρχος: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τύραννος ἦν οὗτος Ἐρετρίας. ἕτερος δ' ἐστὶν Ἵππαρχος περὶ οὗ Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονός φησιν, Ἵππαρχος ὁ Πεισιστράτου. ἄλλος δέ ἐστιν Ἵππαρχος ὁ Χάρμου, ὥς φησι Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους· περὶ δὲ τούτου Ἀνδροτίων ἐν τῇ βʹ φησὶν ὅτι συγγενὴς μὲν ἦν Πεισιστράτου τοῦ τυράννου καὶ πρῶτος ἐξωστρακίσθη τοῦ περὶ τὸν ὀστρακισμὸν νόμου τότε πρῶτον τεθέντος διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον, ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν. ἄλλος δ' ἐστὶν Ἵππαρχος ὑποκριτὴς, οὗ μνημονεύει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος. λέγεται δὲ παρ' Ἀθηναίοις ἵππαρχος καὶ ὁ τῶν ἱππέων ἄρχων· δύο δ' ἦσαν οὗτοι, ὡς Δημοσθένης ἐν δʹ Φιλιππικῶν φησὶ καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
Ι | Ἱππάς | [ | Ἱππάς: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀπολλοδώρου κλήρου ἀπεγράψατο μὲν τίμημα μικρὸν ὡς ἱππάδα τελῶν. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ φησὶν ὅτι Σόλων εἰς τέτταρα διεῖλε τέλη τὸ πᾶν πλῆθος Ἀθηναίων, πεντακοσιομεδίμνους καὶ ἱππέας καὶ ζευγίτας καὶ θῆτας. τῶν οὖν ἱππέων αἱ ἱππάδες. | ] |
Κ | Καὶ γὰρ τὸ μηδένα τῶν μαχίμων ἄνευ τῆς τῶν ἀρχόντων γνώμης ἀποδημεῖν | [ | Καὶ γὰρ τὸ μηδένα τῶν μαχίμων ἄνευ τῆς τῶν ἀρχόντων γνώμης ἀποδημεῖν: Ἰσοκράτους ἐν Βουσίριδι περὶ Λακεδαιμονίων ταῦτα λέγοντος ῥητέον ὅτι καὶ οἱ τὰς Λακεδαιμονίων πολιτείας γεγραφότες τὰ ὅμοια εἰρήκασιν· ὁ δὲ Ἀριστοτέλης οὐκ ἐξεῖναί φησιν ἀποδημεῖν τοῖς Λακεδαιμονίοις, ὅπως μὴ ἐθίζωνται ἄλλων νόμων εἶναι φίλοι. τοῦ μέντοι Ἰσοκράτους τοὺς μαχίμους μόνους λέγοντος κωλύεσθαι ἀποδημεῖν οἱ περὶ Ἀριστοτέλην τοὺς πάντας Λακεδαιμονίους φασίν. | ] |
Κ | Κατὰ δήμους δικαστάς | [ | Κατὰ δήμους δικαστάς: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. περὶ τῶν κατὰ δήμους δικαστῶν, ὡς πρότερον μὲν ἦσαν λʹ καὶ κατὰ δήμους περιιόντες ἐδίκαζον, εἶτα ἐγένοντο μʹ, εἴρηκεν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. | ] |
Κ | Κοβαλεία | [ | Κοβαλεία: Δείναρχος ἐν τῇ κατὰ Πυθέου εἰσαγγελίᾳ. κοβαλεία ἐλέγετο ἡ προσποιητὴ μετ' ἀπάτης παιδιὰ, καὶ κόβαλος ὁ ταύτῃ χρώμενος. ἔοικε δὲ συνώνυμον τῷ βωμολόχῳ· Φιλόχορος βʹ Ἀτθίδος οὐ γὰρ ὥσπερ ἔνιοι λέγουσι, βωμολόχον τινὰ καὶ κόβαλον γίνεσθαι νομιστέον τὸν Διόνυσον. Ἀριστοτέλης δὲ ἐν ηʹ ζῴων ἱστορίας τὸν ὦτόν φησι κόβαλον καὶ μιμητὴν ὄντα ἀντορχούμενον ἁλίσκεσθαι. | ] |
Κ | Κύθνιοι | [ | Κύθνιοι: Δημοσθένης ἐν τῷ περὶ συντάξεως. Κύθνος μία τῶν Κυκλάδων νήσων, ὡς Ἀριστοτέλης ἐν τῇ Κυθνίων πολιτείᾳ. | ] |
Κ | Κύρβεις | [ | Κύρβεις: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. κύρβεις φησὶν Ἀπολλόδωρος ἐν τοῖς περὶ θεῶν ἔχειν ἐγγεγραμμένους τοὺς νόμους, εἶναι δ' αὐτοὺς λίθους ὀρθοὺς ἑστῶτας, οὓς ἀπὸ μὲν τῆς στάσεως στήλας, ἀπὸ δὲ τῆς εἰς ὕψος ἀνατάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις ἐκάλουν, ὥσπερ καὶ κυρβασίαν τὴν ἐπὶ τῆς κεφαλῆς τιθεμένην. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶν ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείᾳ. | ] |
Κ | Κυρία ἐκκλησία | [ | Κυρία ἐκκλησία: Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας, εἰ γνήσιος. τίνες δὲ αἱ κύριαι ἐκκλησίαι Ἀριστοτέλης δεδήλωκεν ἐν τῇ Ἀθηναίων πολιτείᾳ, λέγων τοὺς πρυτάνεις συνάγειν τὴν βουλὴν καὶ τὸν δῆμον, τὴν μὲν βουλὴν ὁσημέραι, πλὴν ἐάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης. προγράφουσι δέ φησι καὶ κυρίαν ἐκκλησίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἀποχειροτονεῖν οἳ δοκοῦσι μὴ καλῶς ἄρχειν, καὶ περὶ φυλακῆς δὲ τῆς χώρας. καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαί φησι, καὶ τὰ ἑξῆς. | ] |
Λ | Λίθος | [ | Λίθος: Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος τῶν τε παρόντων καθ' ἕνα ἡμῖν οὑτωσὶ καὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες. ἐοίκασι δ' Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Φιλόχορος ἐν τῷ γʹ ὑποσημαίνουσιν. | ] |
Λ | Λογισταὶ καὶ λογιστήρια | [ | Λογισταὶ καὶ λογιστήρια: ἀρχή τις παρ' Ἀθηναίοις οὕτω καλουμένη· εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα, οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις τριάκοντα, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ ἄρχοντες· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. διείλεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθύνων. μέμνηνται τῆς ἀρχῆς καὶ οἱ κωμικοί· Εὔπολις Πόλεσιν ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν. λογιστήρια δ' ἐστὶ τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος ἐν τῷ κατὰ Τιμοκράτους καὶ Ἀνδοκίδης ἐν τῷ περὶ τῶν μυστηρίων δηλοῦσιν. | ] |
Μ | Μασσαλία | [ | Μασσαλία: Ἰσοκράτης μέν φησιν ἐν Ἀρχιδάμῳ ὡς Φωκαεῖς φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσποτείαν εἰς Μασσαλίαν ἀπῴκησαν· ὅτι δὲ πρὸ τούτων τῶν χρόνων ἤδη ὑπὸ Φωκαέων ᾤκιστο ἡ Μασσαλία καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν πολιτείᾳ δηλοῖ. | ] |
Μ | Μαστῆρες | [ | Μαστῆρες: Ὑπερείδης ἐν τῷ πρὸς Πάγκαλον. ἔοικεν ἀρχή τις εἶναι ἀποδεδειγμένη ἐπὶ τοῦ ζητεῖν τὰ κοινὰ τοῦ δήμου, ὡς οἱ ζητηταὶ καὶ οἱ ἐν Πελλήνῃ μάστροι, ὡς Ἀριστοτέλης ἐν τῇ Πελληνέων πολιτείᾳ. | ] |
Μ | Μετρονόμοι | [ | Μετρονόμοι: ἀρχή τις Ἀθήνησίν ἐστιν ἡ τῶν μετρονόμων, ὡς Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. ἦσαν δὲ τὸν ἀριθμὸν ιʹ, εʹ μὲν εἰς Πειραιᾶ, εʹ δ' εἰς ἄστυ, εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων, ὡς καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ δηλοῖ. | ] |
Μ | Μόραν | [ | Μόραν: Δημοσθένης Φιλιππικοῖς. συντάγματά τινα Λακωνικὰ οὕτω καλεῖται. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. φησὶ δὲ ὡς εἰσὶ μόραι ἓξ ὠνομασμέναι, καὶ διῄρηνται εἰς τὰς μόρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δὲ ἐν τῇ Λακώνων πολιτείᾳ φησὶν ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς δʹ, πεντηκοστύας ηʹ, ἐνωμοτάρχας ιςʹ. | ] |
Μ | Μύριοι ἐν Μεγάληι πόλει | [ | Μύριοι ἐν Μεγάληι πόλει: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου [+]. συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάντων, οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. διείλεκται δὲ περὶ αὐτῶν καὶ Ἀριστοτέλης ἐν τῇ κοινῇ Ἀρκάδων πολιτείᾳ, ἀρχόμενος τοῦ βιβλίου. | ] |
Ν | Ναυκραρικά | [ | Ναυκραρικά: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. μήποτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς Ναυκρατιτικά, ἵν' ᾖ ἀπὸ Ναυκρατιτικοῦ πλοίου ἢ Ναυκρατιτῶν ἐμπλεόντων· ἡ γὰρ Ναύκρατις τὸ παλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου. ἐὰν δὲ ᾖ ναυκραρικὰ, εἴη ἂν τὰ τῶν ἀρχόντων· ναυκράρους γὰρ τὸ παλαιὸν τοὺς ἄρχοντας ἔλεγον, ὡς καὶ ἐν τῇ εʹ Ἡρόδοτος δηλοῖ. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ φησὶ κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. [ δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησαν. ] | ] |
Ο | Ὅτι | [ | Ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, ὥσπερ οὐδὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. Ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ιʹ Ἀτθίδος. Ὅτι νόμος ἐστὶν ὑπὲρ μʹ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ' ἐν τῷ κατ' Αἰσχίνου [+] φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. Ὅτι οἱ ἁλόντες ἐπ' ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων δηλοῖ. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν καʹ Νόμων. Ὅτι τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. εἴρηκεν. Κρώβυλος δὲ ὁ κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον. | ] |
Π | Πάρεδρος | [ | Πάρεδρος: Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. πολύ ἐστι τοὔνομα παρά τε τοῖς ῥήτορσι καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶ λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τε ἄρχων καὶ ὁ πολέμαρχος, δύο ἑκάτερος οὓς ἂν βούληται· καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν ἐπὰν παρεδρεύσωσιν. | ] |
Π | Παράστασις | [ | Παράστασις: Ἰσαῖος ἐν τῷ περὶ τοῦ Πύρρου κλήρου. τοὔνομα παρὰ πολλοῖς ἐστὶν Ἀττικοῖς, ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας· Μένανδρος Μισογύνῃ ἕλκει δὲ γραμματείδιον ἐκεῖσε δίθυρον καὶ παράστασις μία δραχμή. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων φησὶν οὕτως εἰσὶ δὲ γραφαὶ πρὸς αὐτοὺς, ὧν παράστασις τίθεται, ξενίας καὶ δωροξενίας, ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητείας καὶ βουλεύσεως καὶ ἀγραφίου καὶ μοιχείας. Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς περὶ νομοθεσίας τοὺς διαιτητάς φησι λαμβάνειν τὰς δραχμὰς μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν, ἑτέραν δὲ καθ' ὑπωμοσίαν ἑκάστην. | ] |
Π | Πεντακοσιομέδιμνον | [ | Πεντακοσιομέδιμνον: Λυσίας ἐν τῷ περὶ τῆς Ὀνομακλέους θυγατρός. ὅτι δ τέλη ἐποίησεν Ἀθηναίων ἁπάντων Σόλων, ὧν ἦσαν καὶ οἱ πεντακοσιομέδιμνοι, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
Π | Περίπολος | [ | Περίπολος: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων φησὶν οὕτως τὸν δεύτερον ἐνιαυτὸν ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης ἀποδεξάμενοι τῷ δήμῳ περὶ τὰς τάξεις καὶ λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις. παρατηρητέον οὖν ὅτι ὁ μὲν Ἀριστοτέλης ἕνα φησὶν ἐνιαυτὸν ἐν τοῖς περιπόλοις γίγνεσθαι τοὺς ἐφήβους, ὁ δὲ Αἰσχίνης δύο· καὶ τάχα διὰ τοῦτο ἐπεμνήσθη τοῦ πράγματος ὁ ῥήτωρ, καίπερ πάντων τῶν ἐφήβων ἐξ ἀνάγκης περιπολούντων, ὅτι αὐτὸς δύο ἔτη γέγονεν ἐν τοῖς περιπόλοις· διὸ καὶ μαρτυρῶν ἐδήλωσεν αὐτό. | ] |
Π | Πολέμαρχος | [ | Πολέμαρχος: Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον. ἀρχή τις ἦν παρ' Ἀθηναίοις οὕτω καλουμένη, ἔστι δὲ εἷς τῶν θʹ ἀρχόντων. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ διεξελθὼν ὅσα διοικεῖ ὁ πολέμαρχος, πρὸς ταῦτά φησιν αὐτός τε εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἄλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος. εἰκότως οὖν ὁ ῥήτωρ ἐν τῷ προειρημένῳ λόγῳ ἐγγυῆσαί φησι πρὸς τῷ πολεμάρχῳ Ἀπολλόδωρον· ὁ γὰρ Ἀπολλόδωρος Σάμιος τὸ γένος μέτοικος ἦν. ὅτι δὲ καὶ κύριον ὄνομα ὁ Πολέμαρχος τοῦ Λυσίου ἀδελφὸς αὐτός τε ὁ Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους καὶ Πλάτων ἔν τε τῷ αʹ τῆς Πολιτείας καὶ ἐν Φαίδρῳ φησίν. | ] |
Π | Πρόεδροι | [ | Πρόεδροι: ἐκληροῦντο ὑπὸ τῶν πρυτάνεων καθ' ἑκάστην ἐκκλησίαν, εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης, οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. πολλάκις δ' ἐστὶ τοὔνομα παρὰ τοῖς ῥήτορσιν, ὡς καὶ παρὰ Δημοσθένει ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος. ὅτι δ' ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτοὺς εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
Π | Πρυτανείας | [ | Πρυτανείας: Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ἔστι δὲ ἀριθμὸς ἡμερῶν ἡ πρυτανεία ἤτοι λςʹ ἢ λεʹ, ἃς ἑκάστη φυλὴ πρυτανεύει. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. | ] |
Π | Πωληταὶ καὶ πωλητήριον | [ | Πωληταὶ καὶ πωλητήριον: οἱ μὲν πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι, ιʹ τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ τῆς φυλῆς ἑκάστης· διοικοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα· Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. διείλεκται δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. πωλητήριον δὲ καλεῖται ὁ τόπος ἔνθα συνεδρεύουσιν οἱ πωληταί· Ἰσαῖος ἐν τῷ κατ' Ἐλπαγόρου πολλάκις. | ] |
Σ | Σῖτος | [ | Σῖτος: Δημοσθένης ἐν τῷ κατ' Ἀφόβου αʹ. σῖτος καλεῖται ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἐξ ἄλλων τε μαθεῖν ἔστι καὶ ἐκ τοῦ Σόλωνος αʹ ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. Τιμαχίδας δὲ ἡγεῖται παρὰ τοῖς Ἀττικοῖς σῖτον λέγεσθαι τὸν τόκον, ἀγνοεῖ δὲ ὅτι ἓν ἀνθ' ἑνὸς οὐδέποτε παρ' αὐτοῖς ὁ τόκος σῖτος καλεῖται. | ] |
Σ | Σιτοφύλακες | [ | Σιτοφύλακες: Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. ἀρχή τις ἦν Ἀθήνησιν ἥτις ἐπεμελεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν ιʹ, εʹ μὲν ἐν ἄστει, εʹ δ' ἐν Πειραιεῖ, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
Σ | Στρατεία ἐν τοῖς ἐπωνύμοις | [ | Στρατεία ἐν τοῖς ἐπωνύμοις: Αἰσχίνης ἐν τῷ περὶ τῆς πρεσβείας. τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ λέγων εἰσὶ γὰρ ἐπώνυμοι ιʹ μὲν οἱ τῶν φυλῶν, βʹ δὲ καὶ μʹ οἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρχων ἐφ' οὗ ἐνεγράφησαν καὶ ὁ ἐπώνυμος ὁ τῷ προτέρῳ ἔτει δεδιητηκώς· νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται. καὶ μετ' ὀλίγα χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγράφουσιν ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι. διείλεκται περὶ τούτων καὶ Φιλόχορος ἐν δʹ τῆς Ἀτθίδος. | ] |
Σ | Στρατηγοί | [ | Στρατηγοί: Δημοσθένης Φιλιππικοῖς. οἱ καθ' ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ ιʹ ἦσαν, ὡς μαθεῖν ἔστιν ἔκ τε τῶν Ὑπερείδου κατ' Αὐτοκλέους καὶ ἐκ τῆς Ἀθηναίων πολιτείας Ἀριστοτέλους. | ] |
Τ | Ταμίαι | [ | Ταμίαι: Ἰσαῖος ἔν τινι τῶν κληρικῶν. ἀρχή τις παρ' Ἀθηναίοις ἦν οἱ ταμίαι, ιʹ τὸν ἀριθμόν. παραλαμβάνουσι δ' οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς Νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. εἰσὶ δέ τινες καὶ τῶν ἱερῶν τριήρων ταμίαι, ὡς ὁ αὐτὸς φιλόσοφός φησιν. ὅτι δὲ καὶ τοῖς τριηράρχοις παρείποντο ταμίαι δεδήλωκεν Εὔπολις ἐν Μαρικᾷ. | ] |
Τ | Τετρακόσιοι | [ | Τετρακόσιοι: Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως. οἱ υʹ πρὸ ζʹ ἐτῶν κατέστησαν τῶν λʹ τυράννων παρ' Ἀθηναίοις, οἵτινες δʹ μῆνας ἦρξαν τῆς πόλεως, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | ] |
Τ | Τετραρχία | [ | Τετραρχία: Δημοσθένης Φιλιππικοῖς. τεττάρων μερῶν ὄντων τῆς Θετταλίας ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο, καθά φησιν Ἑλλάνικος ἐν τοῖς Θετταλικοῖς· ὄνομα δέ φησιν εἶναι ταῖς τετράσι Θετταλιῶτιν, Φθιῶτιν, Πελασγιῶτιν, Ἑστιαιῶτιν. καὶ Ἀριστοτέλης δὲ ἐν τῇ κοινῇ Θετταλῶν πολιτείᾳ ἐπὶ Ἀλεύα τοῦ Πύρρου διῃρῆσθαί φησιν εἰς δʹ μοίρας τὴν Θετταλίαν. εἴη ἂν οὖν λέγων ὁ Δημοσθένης τὴν τετραρχίαν. ὅτι δὲ Φίλιππος καθ' ἑκάστην τούτων τῶν μοιρῶν ἄρχοντα κατέστησε δεδηλώκασιν ἄλλοι τε καὶ Θεόπομπος ἐν τῇ μδʹ. | ] |
Τ | Τετρυπημένη | [ | Τετρυπημένη: Αἰσχίνης κατὰ Τιμάρχου. Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ γράφει ταυτί ψῆφοι δέ εἰσι χαλκαῖ, αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι, αἱ δὲ ἡμίσειαι πλήρεις. οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδόασιν ἑκάστῳ τῶν δικαστῶν βʹ ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις ἵνα μήτε πλήρεις μήτε πάντη τετρυπημένας λαμβάνωσιν. | ] |
Τ | Τριττύς | [ | Τριττύς: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. τριττύς ἐστι τὸ τρίτον μέρος τῆς φυλῆς· αὕτη γὰρ διῄρηται εἰς γʹ μέρη, τριττῦς καὶ ἔθνη καὶ φατρίας, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. | ] |
Φ | Φύλαρχος | [ | Φύλαρχος: Δημοσθένης Φιλιππικοῖς. φύλαρχός ἐστιν ὁ κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησί. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: