Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Eunapius (Eunapius) - urn:cts:greekLit:tlg2050

Place of birth (Wikidata Statement)

Sardis (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

philosopher (Wikidata)

writer (Wikidata)

biographer (Wikidata)

sophist (Wikidata)

orator (Wikidata)

Works

urn:cts:greekLit:tlg2050.suda001

alpha 1569[ Ἀμείλικτον: ἀπηνῆ, ἀκαμπῆ. καὶ Ἀμείλικτος, ἀπάνθρωπος. θρωπος. Εὐνάπιος· οὕτως ἀμείλικτοι ἦσαν ἄμφω κατὰ τὴν ἀλήθειαν, καὶ τὸ ἔργον ἐχώρει περιφανέστερον. ]
alpha 2329[ Ἀνεστηκώς: ἀνάστημα ἔχων. Εὐνάπιος· ἐλεύθερος δὲ ὢν καὶ ἀνεστηκὼς ἐκ παιδὸς τὴν ψυχὴν γενόμενος. ]
alpha 2428[ Ἀνηρέθιζεν: ἐπί τι παρώτρυνε καὶ παρέθηγεν. Εὐνάπιος· ὁ δὲ τά τε φρονήματα καὶ τοὺς θυμοὺς τῶν στρατιωτῶν ἀνηρέθιζεν. ]
alpha 2447[ Ἀνῆψεν: ἀνεκρέμασε θεοῖς. Εὐνάπιος. ]
alpha 2866[ Ἀπαγορεύει· δοτικῇ. ἀποτρέπεται, ἀρνεῖται. ἀπαγορεύουσι τῷ Φιλίππῳ καὶ τὸν Δέκιον ἀναγορεύουσιν. καὶ αὖθις Εὐνάπιος· πρὸς τὸ ἀφανὲς καὶ ἀόριστον τῆς χώρας ἐκπεσόντες, πρὸς τοὺς φόνους καὶ πρὸς τὴν λείαν ἀπαγορεύοντες. καὶ ἀπαγορεύεις, Σίμων Πέτρε. ἢ Ἀπἀγορεύειν, ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτως ἔχειν. ἀπαγορεύων τοῖς ἄρχουσι διαρρήδην τῆς φιλαργυρίας ἀπέχεσθαι. ]
alpha 3066[ Ἀπεστάτει: ἀπεῖχεν, ἀπεχωρίζετο. Εὐνάπιος· καὶ γὰρ οὐκ ἀπεστάτει τῆς τοῦ Λέοντος ἐπωνυμίας. οὕτω γὰρ καὶ τὸ ζῷον ποιεῖν εἴωθεν. Οὐκ ἀπεστάτει, οὐ παρήλλαττε. Σοφοκλῆς· μέγας, χηράζων ἄρτι λευκανθὲς κάρα, μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ. περὶ Λαΐου φησὶν Ἰοκάστη. ]
alpha 3609[ Ἀποτραχηλίζοντες: ἀπάγχοντες. Εὐνάπιος· καὶ οἱ μὲν αὐτοὺς διέφθειρον σχοίνοις ἀποτραχηλίζοντες. καὶ αὖθις· οὐ μὴ παύσησθε τῶν ψηφισμάτων, πρὶν ἂν ὑμᾶς τοῦ σκέλους λαβών τις ἐκτραχηλίσῃ. ]
alpha 4325[ Ἀτάσθαλα: ἄδικα, ἁμαρτωλά. καὶ Ἀτασθαλία. ὁ δὲ Τραϊανὸς ἔγνω μὲν, εἰ παρείκοι, ἐξελεῖν τὸ ἔθνος· εἰ δὲ μὴ, ἀλλὰ συντρίψας γε παῦσαι τῆς ἄγαν ἀτασθαλίας. καὶ Ἀτάσθαλον, ἄδικον, παράνομον. Εὐνάπιος· γυναικῶν δὲ ὕβρις καὶ τὸ ἀτάσθαλον εἰς παῖδας εὖ γεγονότας συνεκυρώθη καὶ νόμος εἶναι. ]
alpha 4332[ Ἀτέκμαρτον: ἀτελείωτον, ἀκαταστόχαστον. Ἀριστοφάνης Ὄρνισιν· ἄνθρωπος ἀστάθμητος πετόμενος ἀτέκμαρτος. οἷον σημεῖον διὰ τῆς πτήσεως οὐκ ἐμφαίνων· περὶ τοῦ Τελέου φησί. Εὐνάπιος δὲ λέγει· τῷ τε ἀξιώματι τῶν συνιόντων ἐθνῶν καὶ τοῖς μεγέθεσι τῶν παρασκευῶν ἐπὶ μέγα προβήσεσθαι, πολυτρόπων συμφορῶν καὶ ἀτεκμάρτου τύχης προσδοκηθείσης. ἀκατανοήτου. ]
beta 67[ Βαλάντιον: μάρσιπος. Εὐνάπιος· εἴτε φιλοχρήματος εἴη καὶ δοῦλος τῶν βαλαντίων. καὶ ταῦτα σαφῶς ἐκπυνθανόμενοι πρὸς ταῦτα διεστρατήγουν τὸν πόλεμον. ]
chi 108[ Χαριεστέρους· ἐνδοξοτέρους, εὐπρεπεστέρους. Εὐνάπιος· ὁ δὲ Προκόπιος τοὺς χαριεστέρους ἀναλαβὼν ἐπὶ τὸν βασιλέα Οὐάλεντα διὰ Φρυγίας συνήπτετο. ]
chi 473[ Χρῆμα· πρᾶγμα, ἢ κτῆμα, πλοῦτος, οὐσία, λῆμμα. τὸ δὲ δωμάτιον ζοφῶδες ἦν καὶ ἀδιατύπωτον καὶ ὥρᾳ θέρους ἐς τὰ μάλιστα ἀναρμόδιον, ὡς δοκεῖν εἶναι τὸ χρῆμα εἱρκτήν. καὶ αὖθις· ὁ δὲ κατέσεισεν ἅπαντα καὶ κατεβρόντησεν ἐς τοσοῦτον, ὥστε ὁ τοῦ μύθου Σαλμωνεὺς μικρόν τι χρῆμα πρὸς αὐτὸν ἦν. Ἰουλιανός· περὶ τὴν Ἑρκυνίαν ὕλην ἐθέομεν, καὶ εἶδον ἐγὼ χρῆμα ἐξαίσιον. ἰδοὺ γοῦν σοι θαρρῶν ἐγὼ ἐγγυῶμαι μήποτε ὦφθαι τοιοῦτον μηδὲ ὅσα γε ἴσμεν ἡμεῖς ἐν τῇ Ῥωμαίων, ἀλλ’ εἴτε τὰ Θετταλικὰ Τέμπη δύσβατα νομίζει τις, εἴτε τὰ ἐν Θερμοπύλαις, εἴτε τὸν μέγαν καὶ διωλύγιον Ταῦρον, ἐλάχιστον ἔστω χαλεπότητος ἕνεκα πρὸς τὸ Ἑρκύνιον τοὔ νομα. καὶ Εὐνάπιός φησιν· ὁ δὲ τὰς δυνάμεις ἤθροισε, τὸ χρῆμα τῆς διαβάσεως ἐπισπέρχων ἤδη καὶ συμβιαζόμενος καὶ πλὴν ἀγαθῆς ψυχῆς σῶμα οὐκ ἔχων. ]
delta 653[ Διάμετρος· γεωμετρικόν τι εἶδος. Εὐνάπιος· ὡς κατά τινας διαμέτρους κεραίας κεχιῶσθαι τὴν γλῶτταν ταῖς ἀντιτύποις συμβολαῖς τῶν ἀκίδων. Δείναρχος δὲ διάμετρον λέγει τὸ ἐλλεῖπον ἀπὸ τοῦ δικαίως μετρηθέντος. ]
delta 919[ Διενεγκεῖν· ἀγαγεῖν. Εὐνάπιος· κατὰ τούτους τοὺς χρόνους ὑπὸ τῆς ἀνδρώδους γυναικὸς ἔργον τι κατετολμήθη καὶ συνεπράχθη γενναῖον οὕτω καὶ ἀνδρῶδες ὥστε ἄπιστον εἶναι διενεγκεῖν εἰς τὴν διήγησιν. καὶ Διενέγκω· δοτικῇ. καὶ Διενέγκῃς· αὐθυπότακτον. ]
delta 1026[ Διηυχενίζετο· τὸν αὐχένα ὄρθιον εἶχεν. Εὐνάπιος· ὁ δὲ ἐπὶ τὰ λειπόμενα τῶν πραγμάτων διεξανιστάμενος ἀνωρθοῦτο καὶ διηυχενίζετο πρὸς τὸν λεγόμενον Λέοντα, ὅπως αὐτὸν φονεύσειεν. ]
delta 1205[ Διοσημεία· θεομηνία. παρῆσαν δὲ οἱ χίλιοι Σκύθαι, πάσης ὀξύτεροι διοσημείας ἤτοι ἀστραπῆς ἢ πρηστῆρος ἢ κεραυνοῦ ἢ σκηπτοῦ ἢ διᾴττοντος ἀστέρος. ἢ Διοσημία ἐστὶν ὁ παρὰ καιρὸν χειμών. Ἀριστοφάνης· διοσημία ἐστί, καὶ ῥανὶς βέβληκέ με. τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ’ εἰς ἔνην· οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν. ἐπὶ τῶν ἀναβαλλομένων. παρεφυλάττοντο δὲ Ἀθηναῖοι τὰς θεοσημίας καὶ διέλυον τὰς ἐκκλησίας διοσημίας γενομένης, ἢ ἄλλο τι μέλλοντες ἀνύειν. καὶ Εὐνάπιός φησι περὶ Καρίνου τοῦ βασιλέως· καὶ πάντα ἦν αὐτοῦ βαρύτερα διοσημίας καὶ ἐλύττα ἐν μέσοις τοῖς ὑπηκόοις. ]
delta 1498[ Δρᾶμα· ποίημα, πρᾶγμα. ὡς καὶ δρᾶσαι, πρᾶξαι. λέγεται δὲ δρᾶμα καὶ τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα ὡς ἐν ὑποκρίσει. ὁ δὲ ἐβουλεύσατο ἀστειοτέρῳ δράματι πλανῆσαι τὸν ἠπατηκότα. τουτέστι πράξει. Εὐνάπιος· καὶ τοῦτο ὥσπερ δράματι μεγάλῳ καὶ τραχεῖ τὸ κατὰ Μουσώνιον ἐπεισόδιον οὐκ ἔλαττον ὁ δαίμων ἐπήνεγκεν. ]
epsilon 133[ Ἐγκύκλιον· ἁπανταχοῦ, καθολικόν. Εὐνάπιος περὶ Καρίνου φησίν· ἀλλ’ ἦν ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον τὸ τὰ τοιαῦτα ἁμαρτάνειν. τουτέστιν εἰς παῖδας ὑβρίζειν. οἱ δὲ ἀξιώματος ἀντιποιούμενοι τὴν ἐγκύκλιον ἐπαιδεύοντο παιδείαν. ἡ δὲ ἐγκύκλιος παιδεία διὰ πάσης ἐχώρει παιδεύσεως καὶ ῥυθμοῦ καὶ παντὸς κινήματος. ]
epsilon 498[ Ἐκμελές· ἠμελημένον. ὁ δὲ δὴ Βῶνος οὐκ ἐς τὸ ἐκμελὲς αὐτῷ οὐδ’ ἐς τὸ ῥᾳθυμότερον ἐτράπη ὁ νοῦς, ἀλλὰ συντόνῳ τῷ τάχει πρὸς τὴν σωτηρίαν ἐχρῆτο. καὶ τ ἄλλα πάθη κατὰ τὴν ἐκμελῆ λύραν ἐθεραπεύετο. φησὶν Εὐνάπιος. Ἐκμελὴς οὖν ἢ κακόηχος. ὅτι καὶ Θεοδόσιος ὁ βασιλεὺς ἐκμελὴς ἦν καὶ πάσῃ ῥᾳθυμίᾳ ἐκκείμενος. ]
epsilon 740[ Ἑλλανοδίκαι· οἱ κριταὶ οἱ καθήμενοι εἰς τοὺς ἀγῶνας. Εὐνάπιος· οὕτω καὶ τότε ὁ μέγιστος Ἑλλανοδίκης Γαϊνᾶς τὸν Ῥωμαϊκὸν ὄλεθρον ἠθλοθέτει. ]
epsilon 2143[ Ἐπεισόδιον· τὸ εἰς τὰ δράματα εἰσαγόμενον, κατὰ προσθήκην τινὰ καὶ αὔξησιν τοῦ δράματος. Εὐνάπιος· καὶ τούτῳ ὥσπερ δράματι μεγάλῳ καὶ τραχεῖ τὸ κατὰ Μουσώνιον ἐπεισόδιον οὐκ ἔλαττον ὁ δαίμων ἐπήνεγκε. καὶ ἐν Ἐπιγράμμασι· ἤρεσε γύψου χρώματα καὶ φύκους ἄνθος ἐπεισόδιον. καὶ αὖθις· γέλγιθες κ’ ὄγχναι καὶ ῥοιαὶ καὶ σταφυλαὶ δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια. ]
epsilon 3776[ Εὐτρόπιος, ὁ εὐνοῦχος, ἐπίτροπος Θεοδοσίου τοῦ βασιλέως. καί φησιν Εὐνάπιος· ὁ μὲν γὰρ Ῥουφῖνος ἀνήρ τε ὢν ἢ δοκῶν καὶ ἐν ἀξιώμασι γεγονὼς καὶ ποικίλαις ὁμιλήσας τύχαις, οὐ παρὰ λόγον οὐδὲ τοῦ πρέποντος ἐκτὸς ἐδόκει κατεξανίστασθαι τῆς νεωτεριζούσης ἅπαντα τύχης. ὁ δὲ θαλαμηπόλος εὐνοῦχος παραλαβὼν τὸ ἐκείνου κράτος ἐς τοσόνδε κατέσεισεν ἅπαντα καὶ κατεβρόντησεν, ὥστε οὐ μόνον Ῥουφῖνος ἦν αὐτός, ἀλλ’ ὁ τοῦ μύθου Σαλμωνεὺς μικρόν τι χρῆμα πρὸς αὐτὸν ἦν, ὅσγε ὢν εὐνοῦχος ἀνὴρ εἶναι κατεβιάζετο. καὶ οἱ μὲν μῦθοί φασι τὴν Γοργόνα φανεῖσαν ἅμα τε φαίνεσθαι καὶ τοὺς ἰδόντας μεταβάλλειν εἰς λίθον· ὁ δὲ καθ’ ἡμᾶς βίος ληρόν τινα περιττὸν καὶ φλήναφον τὸν μῦθον ἀπέδειξε. καὶ πολὺν καταχέει διασυρμὸν ὁ ἱστορικὸς τουτουῒ τοῦ εὐνούχου, τοῦ βίου αὐτοῦ ἐπάξιον. ]
epsiloniota 310[ Εἰσπομπή· εἰσβολή. Εὐνάπιος· περιεφέρετο δὲ ὁ ἀριστεὺς καὶ δόρατος εἰσπομπὴν ἐπὶ τοῦ εὐωνύμου βραχίονος. ]
epsiloniota 331[ Εἰσφρήσασθαι· εἰσδέξασθαι. Εὐνάπιος· ἕτερος δὲ Μηδικὸς ὀϊστὸς ἐπὶ θάτερον χεῖλος ἔνερθεν εἰσφρήσας ἀντιθέτως πως ἀνετείνετο. ἀντὶ τοῦ εἰσδύς, εἰσελθών. ]
eta 19[ Ἡβήσαντες· ἀκμάσαντες. Εὐνάπιος· οἱ δὲ παῖδες ἡβήσαντες καὶ γενόμενοι θυμοῦ καὶ χειρῶν κύριοι. καὶ Ἐπὶ διετὲς ἡβῆσαι λέγεται ὅταν οἱ ἐπικλήρων υἱεῖς δοκῶσι γεγενῆσθαι ἁρμόδιοι τὰ πατρῷα παραλαμβάνειν. Ἰσαῖός φησιν· ἐνηγόμεθα μὲν ἐκείνῃ μὲν τὸν ἐγγυτάτω γένους δεῖ συνοικεῖν, τὰ δὲ χρήματα τέως μὲν τῆς ἐπικλήρου εἶναι· ἐπειδὰν δὲ παῖδες ἐπὶ διετὲς ἡβῶσιν, ἐκείνους αὐτῶν κρατεῖν. ]
iota 311[ Ἴλη· σύστημα. συστροφή, τάξις ὄχλου ἱππικοῦ. κυρίως δὲ φατρία. μία δ’ ἐκκλησίας ἀνδρῶν ἴλη. Εὐνάπιος· τότε δὲ ἴλη τῶν καταφράκτων ἱππέων ὑπὲρ τοὺς υʹ ἐς τοὺς ὀπισθοφύλακας κατερράγη. ]
kappa 11[ Καγχάζει· ἀθρόως γελᾷ. Εὐνάπιος· οἱ δὲ Οὖννοι πλατὺ καγχάσαντες ᾤχοντο. καὶ Σοφοκλῆς· πάντων καγχαζόντων γλώσσαις. τουτέστι βλασφημούντων. ὁ δὲ κατὰ θυμὸν ἐνεκάγχασεν, ἠγανάκτει δὲ πρὸς τὸν ἀέρα καὶ συνεχῶς ἐβρυχᾶτο. καὶ Καγχασμός, ὁ ἔκχυτος γέλως. ]
kappa 389[ Καρικὸν θῦμα· ἐπὶ τῶν ἄσαρκα ἢ ἄβρωτα μέλη θυόντων. οἱ γὰρ Κᾶρες κύνα θύουσιν. Εὐνάπιος. ]
kappa 570[ Κατακαίνειν· ἀναιρεῖν, φονεύειν. ὁ δὲ τοξότης ἠφίει βέλος, εὔστοχος ὢν τοσούτους κατακαίνειν, ὅσα ἠφίει βέλη. Εὐνάπιός φησι. ]
kappa 2285[ Κωνσταντῖνος, ὁ μέγας βασιλεύς. περὶ οὗ ἔγραψεν Εὐνάπιος φληνάφους καὶ παρῆκα αὐτὰ αἰδοῖ τοῦ ἀνδρός. ]
mu 83[ Μακρῷ· ἀντὶ τοῦ πολύ. Εὐνάπιος· Καρῖνος ὁ βασιλεύς, γενόμενος ἐν ἐξουσίᾳ καὶ βουλήσεως κύριος ἀνέδραμε τηλικοῦτον κακὸν ἐς τυραννίδα, ὥστε ἀπέδειξε χρυσὸν τὴν τραγῳδουμένην τυραννίδα. οὕτω καὶ τοὔ νομα τοῖς ἔργοις μακρῷ παρῆλθε. καὶ αὖθις· τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ. ]
mu 369[ Μεγαλοπρεπής· μεγαλοφανής. ἢ ὁ ἐπὶ μεγέθει ἀναλωμάτων πονούμενος, ἐλευθέριος δὲ ὁ ἐπὶ τὰ συνήθη καὶ εὐτελῆ. Εὐνάπιος· οὔτε ἄλλως τὸ μεγαλοπρεπὲς κατὰ τὴν δίαιταν ἐν ταῖς μάχαις ἐστὶ φιλοκίνδυνον. διαφέρει δὲ μεγαλοπρέπεια ἐλευθεριότητος ὅτι ἡ μὲν ἐν μεγέθει ἀναλωμάτων ἐστιν, ἡ δὲ ἐλευθεριότης περὶ τὰ συνήθη ἀναλώματα ἐνεργεῖ. ]
mu 474[ Μελεδωνός· φροντιστής, ἐπιμελητής. Αἰλιανός· ὁ δὲ τὸν ἴδιον ἀδελφὸν κατέλιπε τοῦ υἱοῦ ἐπίτροπον καὶ τῶν χρημάτων μελεδωνόν. ὁ δὲ ἀνόσιος ὢν τὰ τοῦ παιδὸς σφετερίσασθαι ἐγλίχετο. καὶ Εὐνάπιος· τῶν αὐτῶν ἐθῶν γυναῖκά τινα στείλας ἐσθῆτι λευκῇ καὶ στέμμασιν, ὡς δὴ μελεδωνὸν οὖσαν τῆς Συρίας οὕτω δὴ καλουμένης θεοῦ. τουτέστιν ἱέρειαν. καὶ Αἰλιανός· ὃς ἦν Νέρωνος ἀπελεύθερος, ἀπολειφθεὶς μελεδωνὸς τῶν ἐν Ῥώμῃ καὶ ἔφορος, ὅτε Νέρων ἐς Ἀχαΐαν ἐξωρμήθη. ]
mu 1048[ Μικρολόγος· σκνιπός, φειδωλός. καὶ Εὐνάπιος· μικροῦ τὰ πράγματα μετακινήσαντος Ὁρμίσδου τοῦ Πέρσου. ]
mu 1274[ Μοσχεύων· μεταφυτεύων. Εὐνάπιος· οὗτοι μὲν ὧδε μένοντες ὑπεμόσχευον τὸν πόλεμον. ἀντὶ τοῦ ὑπέστρεφον, ὑπεφύτευον. ]
mu 1306[ Μουσώνιος· ἐπὶ Ἰοβιανοῦ ἦν βασιλέως. πάντα ὅσα ἦν ἄριστα, μικρὰ ἐφαίνετο πρὸς τὸν ὄγκον Μουσωνίου καὶ τὴν σὺν τῷ δραστηρίῳ τῆς γνώμης βαθύτητα· δι’ ἃ κατὰ λόγον εὐδοκιμῶν τήν τε ἁλιτενῆ χώραν τῆς Ἀσίας ἐπῆλθε καὶ ὁ τὴν ἀνθύπατον καὶ μείζονα ἔχων ἀρχὴν πρὸς τὰς ἐπιδημίας ἐξίστατο, κἀκεῖνος ἅπαντα ἐπιὼν ἐν ὀλίγαις ἡμέραις τὴν θάλασσαν ἐπλήρωσε τῶν ἀπὸ τῆς Ἀσίας εἰσφορῶν. ἐπεκάλει δὲ οὐδεὶς ἄδικον οὐδὲν τοῖς γινομένοις· ἀλλὰ παιδιά τις ἦν ἅπασι τοῖς καταβάλλουσι τὰ εἰσφερόμενα. Εὐνάπιος γὰρ ὁ ἐκ Φρυγίας ῥήτωρ ἐπεστάτει τοῖς πραττομένοις. ]
mu 1436[ Μυριέλικτος· ὁ πολλαῖς ἑλίξεσι συστρεφόμενος. Εὐνάπιος· ὁ βαρὺς ἐκεῖνος καὶ μυριέλικτος ὄφις( ὁ πολυέλικτος) , καθάπερ ὑπὸ τῆς Μηδείας ὑποψιθυριζόμενος καὶ βαρυνόμενος τὴν ψυχὴν, κεκαρωμένος παρέδωκεν ἑαυτόν. ]
omicron 719[ Ὀστράκου περιστροφή· παροιμία ἐπὶ τῶν ταχέως τι ποιούντων λεγομένη. Εὐνάπιος· ὥσπερ ὀστράκου μεταπεσόντος ἐπὶ τὸ βέλτιον ἐχώρησε Ῥωμαίοις. ]
omicroniota 37[ Οἰδοῦσαν· κομπώδη οὖσαν. τὴν τέχνην. οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν. καὶ Εὐνάπιος· τοσούτου δὲ οἰδοῦντος καὶ ὑποφυομένου κακοῦ. ὁ δὲ ἐκ τῆς ἰθείης οὐκ ἐδόκεε πέμπειν τὸν στρατόν, ἅτε τῶν πραγμάτων ἔτι οἰδούντων. ]
omicroniota 183[ Οἰσυΐναις· Θουκυδίδης· ναύταις ἐξώπλισεν ἀσπίσι φαύλαις καὶ οἰσυΐναις ταῖς πολλαῖς. καὶ Εὐνάπιος· οἱ δὲ τῶν Πάρθων οἰσυΐνας ἀσπίδας ἔχοντες καὶ κράνη οἰσύϊνα, πλοκήν τινα πάτριον πεπλεγμένα. καὶ Οἰσύϊνον. σχοινίον ἰτέας. ]
pi 363[ Παρακινοῦντα· ἐξιστάμενον. οὐχ οὕτω παρακεκινηκότες καὶ διεφθαρμένοι τὴν γνώμην, ἀλλὰ διὰ τὴν ὑπεροχὴν τῶν κακῶν ἐς Ἰουλιανὸν τὸν Εὐτρόπιον ἀνατιθέμενοι. Εὐνάπιός φησι περὶ Εὐτροπίου τοῦ εὐνούχου. καίτοι παρακινηθεὶς τοῦ προσήκοντος. ]
pi 857[ Παιδία· οὕτως Ἀττικοὶ βραχυκαταλήκτως καὶ παροξυτόνως, ἐπὶ τοῦ παιγνίου. Ἀριστοφάνης Πλούτῳ· αὐτοῦ λαβοῦσα κάρυα. παιδιὰν τίνα; Εὐνάπιος· καὶ οἱ μὲν παιδιάν τινα ἐκ τῶν πολεμίων ἡγούμενοι τοσοῦτον ἐδυσχέραινον, ὅσον ἠναγκάζοντο βοᾶν, καθ’ οὓς ἐμβάλοιεν. Παιδεία δὲ ἡ παίδευσις διὰ διφθόγγου. ]
pi 2351[ Πρόβολος· ἔξαρχος τοῦ βουλευτηρίου. Εὐνάπιος· ὁ δὲ βασιλεὺς τούτους δεξάμενος κτήματά τε αὐτοῖς καὶ χώραν ἀπένειμε καὶ προβόλους τε ὑπελάμβανε γενναίους καὶ ἀδαμαντίνους ἔχειν πρὸς τὰς ἐκείνῃ τῶν Οὔννων ἐμβολάς. ]
psi 105[ Ψιλός· τάξις ἐστὶν ἀγεννεστάτη, ἥ τις προβάλλεται ἔμπροσθεν τοῦ στρατοπέδου γυμνῶν ἀόπλων· καὶ ἐὰν ταραχὴ γένηται, ἐκείνη πρώτη ἀναιρεῖται. οἴμοι κακοδαίμων· ψιλὸς αὖ στρατεύσομαι. τοῦτο δὲ εἴρηκε, διότι ἐψίλωτο. Εὐνάπιος δὲ λέγει ψιλὸν δὲ οἷον κοῦφον. αὐξίλια δὲ οἱ Ῥωμαῖοι τὰ τέλη ταῦτα προσαγορεύουσι, τὸ τῆς βοηθείας ὀξὺ καὶ παρὰ τὰς χρείας εὐκίνητον οὕτω προσαγορεύοντες. καὶ ἡ τραγῳδία· αὖθις αὖ πάλιν εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν. λέγεται καὶ Ψιλή, ἡ ἀσθενής. ]
rho 240[ Ῥουφῖνος· οὗτος ἐπὶ Θεοδοσίου ἦν, βαθυγνώμων ἄνθρωπος καὶ κρυψίνους. ἦσαν δὲ οὗτός τε καὶ Στελίχων ἐπίτροποι τῶν Θεοδοσίου παίδων. ἄμφω τὰ πάντα συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι, καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδέν, εἰ μὴ τούτοις ἔδοξε. δίκαι τε ἅπασαι πρὸς τούτοις ἐδικάζοντο, καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόντων, εἴ που τινὶ χωρίον ὑπάρχοι παντομιγές τε καὶ εὔκαρπον· καὶ ὁ δεσπότης εὐθὺς συνήρπαστο, κατηγορίας πεπλασμένης εὐλόγου διά τινων ὑφειμένων ἐνηδρευμένης. καὶ ὁ ἀδικούμενος ἠδικεῖτο, τοῦ ἀδικοῦντος κρίνοντος. ἐς τοῦτο δὲ ὁ Ῥουφῖνος ἐχώρησεν ἀμετροκάκου πλεονεξίας, ὥστε καὶ ἀνδράποδα δημόσια ἀπημπόλει, καὶ ὅσα δημόσια δικαστήρια Ῥουφίνῳ πάντες ἐδίκαζον. καὶ ὁ τῶν κολάκων περὶ αὐτὸν ὄχλος ἦν πολύς. οἱ δὲ κόλακες χθὲς μὲν καὶ πρώην δεδρακότες τοῦ καπηλείου καὶ τοῦ τὰ βάθρα καλλύνειν καὶ τοὔδαφος κορεῖν, ἄρτι δὲ χλαμύδας τάς τε εὐπαρύφους ἐνδεδυκότες καὶ περόναις χρυσαῖς διαπεπερονημένοι καὶ σφραγῖσι χρυσοδέτοις διεσφιγμένοι. τὰ δὲ πολλὰ κατὰ Ῥουφίνου εὕροις ἐν τῇ τοῦ Σαρδιανοῦ Εὐναπίου Χρονογραφίᾳ. ὅτι ἐπὶ Ἀρκαδίου καὶ Ὁνωρίου, τούτων ἄχρι ὀνομάτων ἐχόντων τὸ κράτος, ἡ πᾶσα ἀρχὴ καὶ δύναμις ἦν, κατὰ μὲν τὴν ἑῴαν παρὰ Ῥουφίνῳ, κατὰ δὲ τὴν ἑσπέραν ἐπὶ Στελίχωνος γνώμῃ. δίκαι τε πᾶσαι παρ’ αὐτοῖς κατ’ ἐξουσίαν ἐκρίνοντο, καὶ ἀπήει κεκρατηκὼς ὁ χρημάτων τὴν ψῆφον ὠνούμενος πολλῶν, οἰκειότητι τὴν τοῦ δικάζοντος ἐπισπώμενος εὔνοιαν. κτήματα δέ, ὅσα τοὺς κυρίους ἐν τοῖς ἁπάντων ἐποίει στόμασιν εὐδαίμονας ὀνομάζεσθαι, μετῄει πρὸς τούτους, τῶν μὲν δωρεαῖς θεραπευόντων καὶ τούτῳ τὸ συκοφαντεῖσθαι διαφευγόντων, ἑτέρων δὲ τὰ οἰκεῖα προϊεμένων ὑπὲρ τοῦ τυχεῖν ἀρχῆς ἢ ἄλλον τινα πρίασθαι τῶν πόλεων ὄλεθρον. παντὸς δὲ εἴδους πονηρίας ταῖς πόλεσιν ἐπιπολάζοντος, ὁ μὲν ἁπανταχόθεν πλοῦτος ἐς τὴν Ῥουφίνου καὶ Στελίχωνος οἰκίαν ἐσέρρει, ἡ δὲ πενία κατὰ πάντα τόπον ἐπενέμετο τὰς τῶν πάλαι πλουτούντων οἰκίας. ᾐσθάνοντο δὲ τῶν γινομένων οἱ βασιλεῖς οὐδενός, ἀλλ’ ἔγραφον μόνον, ὅσα Ῥουφῖνος ἐπέταττε καὶ Στελίχων. ἐπεὶ δὲ ἄσπετος ἦν αὐτοῖς πλοῦτος συνειλεγμένος, ἤδη καὶ τὴν βασιλείαν ἑαυτῷ μνᾶσθαι ὁ Ῥουφῖνος ὠνειροπόλει. ]
rho 291[ Ῥῦμα· φυλακή. χαλεπὸν πύργου ῥῦμα πέλονται. ἀντὶ τοῦ εὐτελὴς πόλεως φυλακή. ἐς τόξου ῥῦμα περιέπλεον τοῖς Ῥωμαίοις οἱ βάρβαροι, πολλὰ ἅμα βέλη ἀφιέντες. Εὐνάπιος· πέτρα δέ τις ἀπεσπασμένη ἐς τόξου ῥῦμα. τουτέστιν ἕλκυσμα. καὶ αὖθις· κραταιῶς ἐκ τούτων ἀνῆπτον τὰ ῥύματα, λαμβάνοντες ἐκ τῶν κατ’ ἄλληλα πλοίων, καὶ κατείχετο τὸ ζεῦγμα τοῖς ῥύμασι. καὶ αὖθις· ῥύματα δὲ καὶ πλείω ταῖς σχεδίαις ἐνῆψαν, οἷς ἔμελλον οἱ λέμβοι ῥυμουλκοῦντες οὐκ ἐάσειν φέρεσθαι κατὰ τοῦ ποταμοῦ, βίᾳ δὲ πρὸς τὸν ῥοῦν κατέχοντες παρακομιεῖσθαι τὸ ὅλον ἔργον κατὰ τοῦ ποταμοῦ. καὶ αὖθις Πολύβιος· ἐπὶ τούτοις ἐπέστησαν τὰς ἱππηγούς, ῥύματα δόντες ἐξ αὐτῶν ταῖς τοῦ τρίτου στόλου ναυσίν. ἐρυμούλκουν τὰς ἱππηγοὺς ναῦς. ]
rho 294[ Ῥύμη· ὁρμὴ βιαία. Ἀριστοφάνης· κεραμικῆς ῥύμης ἄπο. καὶ αὖθις Εὐνάπιος· τοσαύτη τις ἦν ἡ πρὸς τὸ ἀσελγέστερον ῥύμη τε καὶ φορά, ὥστε οἱ ἄρχοντες τῶν πολεμίων ἦσαν πολεμιώτεροι. ]
sigma 478[ Σιρομάστης· σκεῦός τι σιδηροῦν, λαβὴν ξυλίνην ἔχον παρὰ τοῖς τελώναις εἰς ἔρευναν. Εὐνάπιος· ὥστε ὁ σιρομάστης μᾶλλον εὐδοκίμει τοῦ δόρατος. ]
sigma 982[ Σταθερόν· ὀξύ, ἰσχυρόν, θερμόν, στάσιμον, τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν. Πλάτων ἐν Φαίδρῳ· μήπως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ. οὐχ ὁρᾷς, ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά; δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερά, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον, ὅταν μᾶλλον ἐκκαῇ, ὀξὺν εἰώθασι λέγειν. σημαίνοι δ’ ἂν καὶ τὸ στάσιμον, τῷ μέσον τι εἶναι τῆς ἡμέρας, καὶ μηδ’ ἐφ’ ἕτερον κλίνειν. καὶ Κρατῖνος δ’ ἐν Σερίφοις ἐπὶ τοῦ ὀξέος ἢ ἰσχυροῦ· οὕτω σταθερὸς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει. Ἀντίμαχος· θέρεος σταθεροῖο. τινὲς καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγωγοῖς· σταθεροῦ χεύματος. καὶ Ἀριστοφάνης ἐν Προαγῶνι· σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης. σημαίνει καὶ τὸ μόνιμον. Ἰώσηπος· καὶ σταθερὰν τὴν ἡλικίαν μετ’ ἐμπειρίας ὁρῶν προβάλλεται στρατηγόν. καὶ Εὐνάπιος· ὁ δὲ πόλεμος τῇ τοῦ βασιλέως ὀξύτητι καὶ προνοίᾳ κατηνέχθη ἐπὶ τὸ σταθερόν τε καὶ ἀσφαλέστερον. τουτέστιν ἰσχυρόν, βέβαιον. ὅτι Σταθερὸς ἀπὸ τοῦ σταθῆναι, ἀπὸ δὲ τούτου σταθερός, καὶ σαθρὸς κατὰ ἀντίφρασιν. ἢ ἀπὸ τοῦ σείεσθαι ῥᾳδίως· ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρθρα. ]
sigma 1019[ Στέατα· ἄλευρα. καὶ Εὐνάπιος· ὁ δὲ φέρων γράμματα ἐν χαλκῷ στέατι περιπεπλασμένα, καθεὶς ἐν πήρᾳ ἐπιθείς τε καὶ ἄλλους ἄρτους ὁμοίους, ὡς μή τινα γνῶναι τὸ ἀπόρρητον. ]
sigma 1628[ Συντεκμηράμενος· συμβαλών, καταστοχασάμενος. Εὐνάπιος· τὸν πάντα βίον αὐτοῦ συντεκμηράμενος ἐκ τῶν ἐναργῶν περὶ αὐτὸν συμβόλων τε καὶ σημείων. ]
theta 262[ Θέσεις· αἱ καταβολαὶ τῶν πρυτανείων, ὅπερ μισθὸς ἦν τῆς εἰσαγωγῆς τῆς δίκης. Ἀριστοφάνης· ἵν ' αἱ θέσεις γίνοιντο τῇ νουμηνίᾳ. Εὐνάπιος· τῶν δὲ Ῥωμαίων ἐπ' αὐτὸ τοῦτο βιαζομένων ἄπορον αὐτοῖς ἀποδεῖξαι καὶ πλῆθος καὶ θέσιν καὶ βέλη καὶ μηχανὰς καὶ μεγέθη ποταμῶν, πρὸς τὸ μὴ πάντως ἡττᾶσθαι σφῶν, καὶ ὁμολογεῖν εἶναι χείροσιν. ἔλεγε Κράντωρ ὁ φιλόσοφος, τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. ]
upsilon 15[ Ὕβρις φυτεύει τύραννον. ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν, ἃ μὴ’ πίκαιρα μηδὲ συμφέροντα. διὰ τῆς ὕβρεως, φησίν, ἀνανεοῦται ὁ τύραννος. καὶ ὅταν, φησί, πολλὰ διαπράξηται, τότε εἰς μεγάλην ἀνάγκην ἐμπίπτει, διὰ τῆς ὕβρεως ἐπαρθείς. τοῦτο γὰρ σημαίνει τό, ἀκροτάταν εἰσαναβᾶσ’ ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν. παίδων μὲν γὰρ οἱ γεγονότων ὕβρεις διὰ τὸ σύνηθες οὐδὲ ὕβρεις ἐνομίσθησαν· ἀλλ’ ἦν ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον τοιαῦτα ἁμαρτάνειν. Εὐνάπιός φησι περὶ Καρίνου βασιλέως. ]
upsilon 175[ Ὑπαίθριον· ὑπὸ τὸν ἀέρα. καὶ ὕπαιθρον ὁμοίως. Εὐνάπιος· Μάξιμός τε καὶ Πρίσκος λόγου μὲν μετεχέτην, τῆς δὲ τῶν κοινῶν καὶ ὑπαίθρων πραγμάτων πείρας ἐλάχιστον. καὶ αὖθις· ὡς ἂν ὕπαιθρόν τινα καὶ ἔννομον ἀγωνισάμενος μάχην. τουτέστι προφανῆ. καὶ Ὕπαιθρος. ]
zeta 33[ Ζεῦγμα· Εὐνάπιος. ἡ τοῦ ποταμοῦ διάβασις, ἡ γέφυρα. ζεύγνυται δὲ Ῥωμαίοις ἀπονώτατα τῶν ποταμῶν τὰ ῥεύματα, ἅτε καὶ τοῦτο διὰ μελέτης ἀεὶ τοῖς στρατιώταις ὥσπερ ἄλλο τι τῶν πολεμικῶν ἀσκούμενον, ἐπί τε Ἴστρῳ καὶ Ῥήνῳ καὶ Εὐφράτῃ. ἔστι δὲ ὁ τρόπος, οὐ γὰρ δὴ πάντας εἰδέναι, τοιόσδε· πλατεῖαι μέν εἰσιν αἱ νῆες, δι’ ὧν ὁ ποταμὸς ζεύγνυται, ἀνορμίζονται δὲ ὀλίγον ἄνω τοῦ ῥεύματος ὑπὲρ τὸν μέλλοντα ζεύγνυσθαι τόπον. ἐπὰν δὲ τὸ σημεῖον δοθῇ, ἀφιᾶσι πρώτην μίαν ναῦν κατὰ ῥοῦν φέρεσθαι πλησίον τῆς οἰκείας ὄχθης. ἐπὰν δὲ κατὰ τὸν ζευγνύμενον ἥκῃ τόπον, ἐμβάλλουσιν ἐς τὸ ῥεῦμα φορμὸν λίθων ἐμπεπλησμένον καλωδίῳ δήσαντες, ὥσπερ ἄγκυραν· ἀφ’ οὗ δεθεῖσα ἡ ναῦς πρὸς τῇ ὄχθῃ ἵσταται σανίσι καὶ ζεύγμασιν, ἅπερ ἄφθονα αὐτοῖς ἡ ναῦς φέρει, παραχρῆμα μέχρι τῆς ἀποβάσεως καταστρώννυται. εἶτα ἄλλην ἀφιᾶσιν ὀλίγον ἀπ’ ἐκείνης καὶ ἄλλην ἀπ’ ἐκείνης, ἔστ’ ἐπὶ τὴν ἀντιπέραν ὄχθη ἐλάσωσι τὸ ζεῦγμα. ἡ δὲ πρὸς τῇ πολεμίᾳ ναῦς καὶ πύργους ἐπ’ αὐτῇ καὶ πυλίδα καὶ τοξότας καὶ καταπέλτας φέρει. βαλλομένων δὲ τῶν βελῶν πολλῶν ἐπὶ τοὺς ζευγνύντας ὁ Κάσσιος ἀφιέναι βέλη καὶ καταπέλτας κελεύει. πεσόντων δὲ τοῖς βαρβάροις τῶν πρώτων ἐφεστηκότων ἕτεροι ἧκον. Ζεῦγος ἡμιονικὸν ἢ βοεικὸν ζεύξαντες, τὴν λεγομένην κλινίδα, ἥ ἐστιν ὁμοία διέδρῳ, τὴν τῆς νύμφης μέθοδον ποιεῖται. παραλαβόντες δὲ αὐτὴν ἐκ τῆς πατρῴας ἑστίας ἐπὶ τὴν ἅμαξαν ἄγουσιν ἐς τὰ τοῦ γαμοῦντος ἑσπέρας ἱκανῆς. κάθηνται δὲ τρεῖς ἐπὶ τῆς ἁμάξης, μέση μὲν ἡ νύμφη, ἑκατέρωθεν δὲ ὅ τε νυμφίος καὶ ὁ πάροχος. οὗτος δέ ἐστι φίλος ἢ συγγενὴς ὅτι μάλιστα τιμώμενος καὶ ἀγαπώμενος. ἐπειδὴ δὲ ἡ ἅμαξα ὄχημα ἐλέγετο, ὁ ἐκ τρίτου ὁ παροχούμενος πάροχος ἐκλήθη. καὶ ἀπὸ ταύτης τῆς συνηθείας, κἂν πεζοὶ μετίωσί τινες κόρην, ὁ τρίτος συμπαρὼν πάροχος λέγεται. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License