Josephus) - urn:cts:greekLit:tlg0526Jerusalem (Wikidata) (Pleiades)
writer (Wikidata)
historian (Wikidata)
urn:cts:greekLit:tlg0526.suda001
urn:cts:greekLit:tlg0526.suda002 -
Antiquities of the Jews
urn:cts:greekLit:tlg0526.suda003
urn:cts:greekLit:tlg0526.suda004
| alpha | 447 | [ | Ἄδεια: ἄνεσις, ἀφοβία. Ἰώσηπος· οἱ δὲ στασιασταὶ τοὺς Ῥωμαίους ὁρῶντες κακῆς ὁμονοίας κατήρχοντο, καὶ λόγον ἀλλήλοις ἐδίδοσαν, τί μένοιεν; τί παθόντες ἀνέσχοιντο τρία ταῖς ἀναπνοαῖς αὐτῶν ἀναφρασσόμενα τείχη καὶ τοῦ πολέμου μετ’ ἀδείας ἀντιπολεμίζοντος ἑαυτὸν. | ] |
| alpha | 760 | [ | Ἀθροίζει: συνάγει. τούτους ἀθροίζοντες ἀλλήλους παρεκρότουν. Ἰώσηπος. | ] |
| alpha | 767 | [ | Ἄθυρμα: παίγνιον. Ἰώσηπος. ὃς ἦν τοῦ βασιλέως ἄθυρμα καὶ πρὸς τὰ σκώμματα καὶ τοὺς ἐν τοῖς πότοις γέλωτας ἐπεδείκνυτο. καὶ αὖθις· οὐκ ἔστιν ἀνδρῶν ἀθύρμασιν ἐμφιλοχωρεῖν παιδίων. καὶ ἐν Ἐπιγράμμασι· Πανὶ δέ μιν ξέσσαντες ὁδῷ ἔπι καλὸν ἄθυρμα κάτθεσαν. ἀντὶ τοῦ ἄγαλμα. Κρατῖνος Ὀδυσσεῦσι· νεοχμὸν παρῆχθαι ἄθυρμα. | ] |
| alpha | 956 | [ | Ἀκρασίας: ἀνωμαλίας, παρὰ τὸ μὴ συγκεκρᾶσθαι. Ἰώσηπος· οἱ δὲ Ῥωμαῖοι διὰ χειρῶν ἀκρασίαν ἁλίσκονται. ἀκρασία καὶ ἀκολασία διαφέρει. ἡ μὲν γὰρ κατὰ προαίρεσιν πράττει τὰ αἰσχρὰ, ἡ ἀκολασία· ἡ δὲ παρὰ προαίρεσιν. λέγεται δὲ καὶ Ἀκράσιος. οὕτω τε ἐς πᾶσαν ἀκράσιον ἐκπεπτωκυῖα τρίβον. | ] |
| alpha | 1056 | [ | Ἀλαζονεία: ὑπερηφανία. Πολύβιος· τοῖς γὰρ πλείστοις ὑπεγεγόνει τις ζῆλος οὐκ εὐτυχὴς ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ ἀκαιρίας. παρὰ δὲ τῷ Ἀποστόλῳ τοὺς ἐφ’ οἷς οὐκ ἔχουσιν αὐχοῦντας, ὡς ἔχοντας, ἀλαζόνας νοητέον. καὶ Ἰώσηπος· ἦν γὰρ αὐτοῖς ἀλαζονεία, ὡς ἐπ’ ἀγαθοῖς καιομένης τῆς πόλεως. | ] |
| alpha | 1785 | [ | Ἀμφορεαφόρους. τοὺς μισθίους τοὺς τὰ κεράμια φέροντας. καὶ Ἀμφορεαθόρος, ὁ κεράμια μισθοῦ φέρων. εἶτ’ ἀμφορεαφόρος τις ἀποφορὰν φέρων. Μένανδρος Ῥαπιζομένῃ. καὶ Ἀριστοφάνης Ἥρωσι· τρέχ’ εἰς τὸν οἶνον, ἀμφορέα κενὸν λαβὼν, τὸν ἔνδοθεν καὶ γεῦμα καὶ γευστήριον, κἄπειτα μίσθου σαυτὸν ἀμφορεαφορεῖν. Εὔπολις Μαρικᾷ· καὶ περιήλθομεν καὶ φῦλον ἀμφορέα φέρων. Ἀμφορεὺς οὖν ἀγγεῖον, μέτρον, κεράμιον. σημαίνει καὶ ἀσκόν. ἔστι καὶ ὄνομα κύριον. καὶ Ἀμφορεῖς, κέραμοι. καὶ Θάσια ἀμφορείδια, τὰ κεράμια. Ἰώσηπος· συνωνούμενος δὲ τοῦ Τυρίου νομίσματος, ὃ τέσσαρας Ἀττικὰς δύναται, τέσσαρας ἀμφορεῖς, ἐπίπρασκε τιμῆς ἡμιαμφόριον καὶ πλῆθος συνῆγε χρημάτων. καὶ Ἀριστοφάνης Ἀμφορεῖς λέγει τὰ μέτρα. χυτρίδια καὶ σανίδια, κἀμφορείδια. καὶ Ἀμφορεῖς νενησμένοι, κέραμοι σεσωρευμένοι. Ἀριστοφάνης· τί κάθησθ’ ἀβέλτεροι πρόβατ’ ἄλλως, ἀμφορεῖς νενησμένοι. καὶ Ἀμφορῆας καὶ Ἀμφορείδια τὰ κεράμια. ὅτι ἀμφορῆας λέγει τὰ Μεγαρικά. | ] |
| alpha | 2294 | [ | Ἀνεπικλήτως: μηδὲν ἐγκληθέντες. Θουκυδίδης· οἵ τε πρέσβεις ἑκατέρων ἀπῆλθον ἐπ’ οἴκου ἀνεπικλήτως. καὶ Ἰώσηπος· ἄξιον δέ μοι τυγχάνειν σοῦ χρηστοῦ, ἀνεπίκλητόν σοι παρασχόμενος τὴν ἐμαυτοῦ πίστιν. | ] |
| alpha | 2905 | [ | Ἅπαξ. ἐπεὶ δὲ ἅπαξ ἐκ τοῦ φορίου αὐτοὺς ἐκπεπτωκέναι ἔμαθεν, ἀφικνεῖται πρὸς αὐτούς. καὶ Ἰώσηπος· ἅπαξ δὲ καταστάντες ἐς ταραχάς. ἀντὶ τοῦ διόλου, ὁλοσχερῶς. | ] |
| alpha | 3039 | [ | Ἀπερείδομαι τὸν πόκον: ἀντὶ τοῦ ἀποτίθημι, ἀκουμβίζω. καὶ Ἀπερείσασθαι, ἐκβαλεῖν, ἐκκενῶσαι. ὥσπερ εἰς ἐκείνους βουλόμενοι ἀπερείσασθαι τὸν θυμόν. καὶ Ἰώσηπος· πρὸς τὸν αἴτιον ἀπερείδεσθαι ἔλεγε τὴν ὀργήν. Ἀπερείσασθαι οὖν ἐκκενῶσαι, καταθαρρῆσαι, ἐπιβῆναι. πρὸς ἕνα καιρὸν ἀπερείσασθαι τὰς ἐλπίδας οὐδαμῶς ἔκρινε συμρέρειν. | ] |
| alpha | 3283 | [ | Ἀποδέον: τὸ ἀπαρέσκον. καὶ Ἀποδεόντων, λειπόντων, ἀπολειπομένων. καὶ Ἀπὁδεῖν, τὸ ἀπολείπεσθαι. Ἰώσηπος· ὡς ὀλίγον ἀποδεῖν τῶν ἀχθοφορούντων ζῴων, ἤτοι ὀρέων, τὸν πεζὸν ἄνδρα. τόσον δὲ ἀποδεῖν τοῦ τὴν πεπορισμένην ἤδη αὐτῷ καὶ ἀπὸ γένους προσήκουσαν βασιλείαν ἀφελέσθαι. | ] |
| alpha | 3375 | [ | Ἀπολαβόντες: ἐναποκλείσαντες. οἱ δὲ τὴν στρατιὰν αὐλῶσι στενοῖς καὶ δυσεμβόλοις ἀπολαβόντες ἐς διαλλαγὰς ἐλθεῖν αἰσχρὰς ἠνάγκασαν. καὶ Ἰώσηπος· διώξαντες ἀπολαμβάνουσι τοὺς πολεμίους ἐν κοίλῳ χωρίῳ καὶ πάντας κτείνουσι. καὶ αὖθις· τὸ γὰρ χωρίον ἀμφοτέροις ἤρεσε, τῷ μὲν ὅτι ἀπολαβόντες ἐς αὐτὸ τοὺς Ῥωμαίους ὑποσπόνδους ἀφῆκαν, πρὸς ἔνδειξιν ὧν εὐεργέτηντο. | ] |
| alpha | 3519 | [ | Ἀποσημήνασθαι: ἀφομοιοῦσθαι. καὶ Ἀποσημήνασα. φανερώσασα, ἐξειποῦσα. Ἰώσηπος· ἀποσημήνασα δὲ τοῖς ἄρχουσι τῶν Παλαιστηνῶν ἐνήδρευε στρατιωτῶν ἔνδον τινάς. Παλαιστῖνος δέ. | ] |
| alpha | 3566 | [ | Ἀποστυγοῦντες: μισοῦντες. Ἰώσηπος· Ἀντίοχος ἀποστυγήσας. Φαβρίκιος ἡγεμὼν καθίσταται τοῦ πρὸς τὸν Πύρρον πολέμου. ἀντικαθεζομένων γὰρ ἀλλήλοις τῶν στρατοπέδων, νύκτωρ φυλάξας τις ὡς τὸν Φαβρίκιον ἀφικνεῖται δηλητηρίῳ φαρμάκῳ ἀνελεῖν τὸν Πύρρον ὑφιστάμενος, ἤν τις δοθείη πρὸς αὐτοῦ χρημάτων ὠφέλεια. ὃν ὁ Φαβρίκιος ἀποστυγήσας τῆς ἐπιχειρήσεως ἀποπέμπει τῷ Πύρρῳ δέσμιον. ἀγασθεὶς δὴ τὸ πραχθὲν ὁ Πύρρος ἀναβοῆσαι λέγεται· οὗτός ἐστι καὶ οὐκ ἄλλος Φαβρίκιος, ὃν δυσχερέστερον ἄν τις παρατρέψοι τῆς οἰκείας ἀρετῆς ἡ τῆς συνήθους πορείας τὸν ἥλιον. | ] |
| alpha | 4493 | [ | Αὐτόθεν: ἀντὶ τοῦ ἐντεῦθεν. οὐκ ἔσθ’ ὅπως οὐκ εἰσὶν ἐνθάθ’ αὐτόθεν. Ἀριστοφάνης Ἀχαρνεῦσι. καὶ αὖθις· ἀλλὰ χρῆναι παῤ αὐτόθεν, ὡς ἔχουσιν, ἀντεπεξελθόντας ἐν χερσὶ στήσασθαι τὸ τέλος τοῦ πολέμου. ἢ Αὐτόθεν, ἀντί τοῦ οἴκοθεν, ἔνδοθεν. ὁ δὲ αὐτόθεν πρὸς τὸ ἀδικεῖν ὥρμηται. καὶ Ἰώσηπος· δῶρα δὲ αὐτόθεν πέμπειν τῷ βασιλεῖ. ἀντὶ τοῦ οἴκοθεν. ἢ Αὐτόθεν, ἐκεῖθεν. ἢ ἀπὸ τοῦ παρόντος χρόνου. οἱ δὲ Ῥωμαῖοι αὐτόθεν ἐλπίσαντες ἤδη τὴν παρεμβολὴν αἱρήσειν. ἀντὶ τοῦ ἐκ παραχρῆμα. καὶ Θουκυδίδης· χειμὼν ἦν, καὶ τοῖς Ἀθηναίοις τὸν πόλεμον αὐτόθεν ποιεῖσθαι οὔπω ἐδόκει. | ] |
| alpha | 4702 | [ | Ἄχθομαι: βαροῦμαι, ἀγανακτῶ. Ἀριστοφάνης· ἄχθομαι τοῖς ταῶσι τοῖς τ’ ἀλαζονεύμασιν. ἀντὶ τοῦ τοῖς κόλποις τοῖς πεποικιλμένοις· ἐπεὶ ὁ ταὼς ποικίλος. ἢ ὅτι πορφύραις ἐχρῶντο καὶ τιάραις. καὶ Ἄχθομαι αὐτοῦ τῷ ῥύπῳ, ἀντὶ τοῦ τῇ ἀνελευθερίᾳ καὶ μικρολογίᾳ. τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίσχρων καὶ ἀνελευθέρων ἐτίθεσαν. οὕτω γοῦν ῥυποκονδύλους λέγουσι τοὺς τοιούτους. καὶ Ἀριστοφάνης· κρομύοις γὰρ ἄχθομαι. καὶ Ἰώσηπος· ὁ δὲ θεὸς ἄχθεται τῇ τε τοῦ βασιλέως τῶν Ἀμαληκιτῶν σωτηρίᾳ καὶ τῇ τῶν βοσκημάτων διαρπαγῇ τοῦ πλήθους, ὅτι μὴ συγχωρήσαντος αὐτοῦ ταῦτ’ ἐπράχθη. καὶ Ἀχθόμενοι, βαρούμενοι, πιεζόμενοι. ἀμφί τε ἡμέραν μέσην τῷ ἡλίῳ ἀχθόμενοι τὰ ὅπλα κατέθεντο. καὶ Ἄχθος, βάρος, λύπη. | ] |
| chi | 44 | [ | Χαλκιδῖτις· παρὰ Ἰωσήπῳ ἡ πόρνη. ἀπὸ τῆς εὐτελείας τοῦ διδομένου νομίσματος. | ] |
| chi | 475 | [ | Χρῆμα· χρῆσις. Θουκυδίδης. Ἰώσηπος· ἦν δὲ σάββατον ἀργία παντὸς χρήματος ἡμέρα, τοῖς Ἰουδαίοις τιμιωτάτη. καὶ αὖθις· κινδυνεύει ἀποσβῆναι τῆς ἀληθείας τὸ χρῆμα. καὶ Χρήματα παρὰ Ἡροδότῳ, ἀντὶ τοῦ πράγματα. | ] |
| delta | 226 | [ | Δεξιάς· συνθήκας. ὁ δὲ πέμπει χιλίαρχον δεξιὰς τῷ Ἰωσήπῳ δοῦναι κελεύσας. | ] |
| delta | 232 | [ | Δεξιός· εὔνους, ἀγαθός, ἐπιτήδειος. καὶ Δεξιώτερος, ἀντὶ τοῦ ἀγαθός. καὶ τούτων ὅστις δεξιώτερος καὶ φιλοικτίρμων θαρρεῖν ἐπεκέλευεν. Δεξιοὺς δὲ τοὺς πεπαιδευμένους ἔλεγον. ζητῶν δεξιὸς εἶναι. Ἀριστοφάνης Νεφέλαις. ὁ δὲ φίλος γέγονε τούτῳ καὶ δεξιάν τε ἐνέβαλεν αὐτῷ, καὶ ἑστιᾶν ἔμελλεν. καὶ Ἰώσηπος· ὁ δὲ ἐζήτει ἐπὶ δεξιᾷ καταβῆναι. τουτέστιν ἐπὶ συνθήκῃ. Δεξιοὺς ἔλεγον οἱ παλαιοὶ καὶ τοὺς ἐστρατευμένους καὶ ἐπαίνου ἀξίους· τοὺς δὲ διαδιδράσκοντας στρατιώτας φιλοδίκους καὶ συκοφάντας. | ] |
| delta | 496 | [ | Δήφηλα· πόλις παρὰ Ἰωσήπῳ. | ] |
| delta | 755 | [ | Διασκεδαννύουσι· διασκορπίζουσι. λέγεται δὲ καὶ Διασκίδνησιν. Ἰώσηπος· οὔτε γὰρ ἀταξία διασκίδνησιν αὐτοὺς τῆς συντάξεως τῆς ἐν ἔθει. | ] |
| delta | 941 | [ | Διεργάζεται· ἀναιρεῖ, κτείνει. Ἰώσηπος· πλήξας δὲ αὐτὸν κάτωθεν ἐπὶ τὸν βουβῶνα δόρατι παραχρῆμα διεργάζεται. καὶ Διεργασθείς, ἀναλωθείς. | ] |
| delta | 1078 | [ | Δικαιοῦν· δύο δηλοῖ, τό τε κολάζειν καὶ τὸ δίκαιον νομίζειν· οὕτως Ἡρόδοτος. δικαιῶν τοῖς αὐτοῖς ἀμύνεσθαι τοὺς Σκύθας, οἷς δὴ καὶ αὐτοὶ ἐς Ἀθηναίων τοὺς ἐνδόντας τὴν ἄκραν ὑπῆρξαν παρασπονδήσαντες. καὶ αὖθις Ἀππιανός· ξυμβάσεις ποιεῖν, ἐφ’ οἷς ἂν Γάβιοι δικαιῶσιν. ἀντὶ τοῦ δίκαιον εἶναι νομίζωσι. καὶ Ἰώσηπος· οἱ δὲ ἐφ’ ὕβρει τὴν δικαίωσιν λογιζόμενοι, κατασπάσαντες τῶν ὅπλων πολλά, ᾤχοντο εἴς τι χωρίον. | ] |
| epsilon | 327 | [ | Ἔθνος· τὸ πλῆθος. ἤγοντο μοιχοί, πόρνοι, τοιχωρύχοι, βαλαντιοτόμοι καὶ τὰ τοιαῦτα ἔθνη. Ἔθνος οὐ μόνον τὸ μέγα καὶ πολυάνθρωπον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ ἐν τῷ θʹ τῶν Φιλιππικῶν [+]. ἐθνοπάγκτου ὁ Ἰώσηπος λέγει ἐν τῇ ἱστορίᾳ τῶν Μακκαβαίων. | ] |
| epsilon | 419 | [ | Ἐκεχειρία· ἄνεσις, ἀργία, συνθήκη, ἔνδοσις, ἀνοχὴ πολέμου. ἡ πρὸς ὀλίγον χρόνον τοῦ πολέμου ἀναβολὴ καὶ ἡσυχία. παρὰ τὸ ἔχειν τὰς χεῖρας, ἐχεχειρία τις οὖσα. Ἰώσηπος· ὥσπερ τοῖς ὅπλοις συμπεφυκότες οὐδέποτε τῆς ἀσκήσεως λαμβάνουσιν ἐκεχειρίαν. | ] |
| epsilon | 973 | [ | Ἐμέλλησεν· ὑπερέθετο. ὁ δὲ οὐδὲν ὧν ἔχρῃζε μαθεῖν ἀπεκρύψατο ἢ λέγων ἐμέλλησεν. ἢ ἀντὶ τοῦ ἐβράδυνε. καὶ Ἰώσηπος· οὐδεὶς δ’ ἐνέδωκεν, οὐδ’ ἐμέλλησεν εἰπεῖν. Ἐμέλησε δὲ ἀντὶ τοῦ ἐφρόντισεν. | ] |
| epsilon | 976 | [ | Ἐμεχωνῖται· ὄνομα ἔθνους παρὰ Ἰωσήπῳ. | ] |
| epsilon | 997 | [ | Ἐμπαροινοῦντες· ἐνυβρίζοντες. καὶ Ἰώσηπος· οὕτως ἐμπαροινοῦσι τοῖς πράγμασιν. | ] |
| epsilon | 1164 | [ | Ἐνδείκνυμι· ἐνδεικνύναι ἔλεγον τὸ καταγγέλλειν τινὰ κακουργοῦντα περὶ τὰ κοινά. καὶ Ἐνδείξασθαι, ἐπὶ τοῦ κατηγορῆσαι. Ἰώσηπος· πολλοὺς γὰρ διὰ τὰ οἰκεῖα μίση καὶ διαφορὰς ἰδίας ἐνδείξασθαι τοὺς ἀναιτίους. | ] |
| epsilon | 1430 | [ | Ἐνράσσει· ὁρμητικῶς ἐφορμᾷ. Ἰώσηπος· ὁ δὲ Σαμψὼν ἐνράσσει ταῖς πύλαις αὐταῖς καὶ φλιαῖς καὶ μοχλοῖς, ὅση τε ἄλλη περὶ αὐταῖς ἦν ξύλωσις. | ] |
| epsilon | 1527 | [ | Ἐξαλλομένους· ἀνασκιρτῶντας. Ἰώσηπος· οὐκ ἀξίους εἶναι σωτηρίας τοὺς φλεγομένης δι’ αὐτοὺς τῆς πατρίδος ἐξαλλομένους. | ] |
| epsilon | 1799 | [ | Ἐξόν· δυνατόν. Ἰώσηπος· νῦν δὲ Ἰουδαίους ἐλπίσας δυσωπήσειν ἐν τῷ κακοῦν ἐξὸν μὴ θέλειν. | ] |
| epsilon | 2356 | [ | Ἐπικατέσεισεν· ἐπικατέβαλεν. Ἰώσηπος· πολιορκοῦντος Ἀντιόχου τὰ Ἱεροσόλυμα, ἰδὼν Ἐλεάζαρος ὁ υἱὸς Ματθίου τὸν ὑψηλότατον τῶν ἐλεφάντων κεκοσμημένον, ὑπολαβὼν ἐπ’ αὐτοῦ τὸν Ἀντίοχον εἶναι, πολὺ διακόψας τὸ στίφος τῶν πολεμίων καὶ τὸ θηρίον ὑπὸ τὴν γαστέρα πλήξας ἐπικατέσεισεν ἑαυτῷ τὸν ἐλέφαντα, μηδὲν δράσας πλεῖον τοῦ μεγάλοις ἐπιβαλέσθαι, καὶ συντριβεὶς ἀπώλετο. | ] |
| epsilon | 2380 | [ | Ἐπικλάσωσιν· εἰς οἶκτον ἀγάγωσι. μὴ καὶ πρὸς ὀλοφυρμὸν τραπόμενοι τοὺς στρατιώτας ἐπικλάσωσιν. Ἰώσηπος· ὁ δὲ τοῖς ἔργοις ἐφεστώς, παρ’ αὐτῷ γὰρ ἐμεμαθήκεσαν, βραδυτῆτα ἐπικαλέσας τῆς ἀφίξεως. | ] |
| epsilon | 2529 | [ | Ἐπιπολαίως· ἐξ ἐπιπολῆς. Ἰώσηπος· τιτρώσκει αὐτὸν ἐπιπολαίως, προεκλύσαντος τὸ βληθὲν τοῦ διαστήματος. | ] |
| epsilon | 2821 | [ | Ἐποφθαλμίσας· φθονήσας· ἢ ἐπιθυμητικῶς ἐπιβαλών. ὁ δὲ ἰδὼν τὸ χρυσίον ἐποφθαλμιᾷ τῷ ἀνθρώπῳ. καὶ αὖθις· ὁ δὲ εἰς ὑπόνοιαν ἦλθεν ὡς ἐποφθαλμιῶν βασιλείᾳ. τουτέστιν ἐπιθυμητικῶς ἔχων. καὶ Ἰώσηπος· διὰ τὸ ἐποφθαλμιᾶν τῷ πλήθει τῆς κτήσεως. καὶ αὖθις· ἀπέκτεινε δὲ αὐτὸν ὁ πανδοκεὺς ἐποφθαλμίσας τῷ χρυσίῳ. | ] |
| epsilon | 2944 | [ | Ἔρρεψε· Ἰώσηπος· ἔρρεψε μέντοι καὶ Ἡρώδῃ τὸ βούλευμα. | ] |
| epsilon | 3179 | [ | Ἐσπάρασσεν· ἠρέθιζεν. Ἰώσηπος· μετεώρους ὄντας ἐπὶ τῷ μέλλοντι πολέμῳ ἐσπάρασσεν. | ] |
| epsilon | 3258 | [ | Ἐσχεδίαζον· ἡτοίμαζον. ἢ ἐκ τοῦ παρατυχόντος ἔλεγον. Ἰώσηπος· τοῖς δὲ τὸν πόλεμον ἐξάψασιν ἐσχεδιάζοντο πρὸς ἡδονήν. καὶ Πολύβιος· ἁπλῶς δὲ πάντα κατὰ τὸ συνεχὲς ἐκ τῆς ἀρχῆς ἄχρι τέλους ἐσχεδιάσθαι καὶ διημαρτῆσθαι. | ] |
| epsilon | 3303 | [ | Ἐτεχνίτευε· μετὰ τέχνης καὶ δόλου ἠρεύνα. Ἰώσηπος· ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προέχει κατ’ ἀρετήν. | ] |
| epsilon | 3538 | [ | Εὔκλεια· ἡ δόξα. ἡγεῖσθαι μὲν ἀγαθὸν οὐδὲν εἶναι τὴν εὔκλειαν, ἀντιποιεῖσθαι μὴν αὐτῆς ἱκανῶς, ὠφελείας ἕνεκα τῶν ἄλλων ἀνθρώπων, ὡς τῶνγε φιλοσόφων δοξάντων ἀσχημονεῖν, οἴχεσθαι ἐκ τοῦ βίου πᾶσαν αἰδῶ καὶ ζήλωσιν τοῦ ἀμείνονος ἤθους. καὶ αὖθις Ἰώσηπος· θέμενος εὐκλείας ἐν δευτέρῳ τὸ ζῇν. | ] |
| gamma | 486 | [ | Γυμνοπαιδεία: ἡ παλαίστρα. ᾗ τοὺς ἐφήβους Λυκοῦργος ἠνάγκαζε. καὶ Γυμνοπαίδια, χοροὶ ἐκ παίδων ἐν Σπάρτῃ τῆς Λακωνικῆς εἰς θεοὺς ὕμνους ᾄδοντες, εἰς τιμὴν τῶν ἐν Θυραιαῖς ἀποθανόντων Σπαρτιατῶν. καὶ Ἰώσηπος· τόπος δ’ ἐπὶ τῆς πόλεως οὐδεὶς γυμνὸς ἦν, ἀλλὰ πᾶς λιμοῦ νεκρὸν εἶχεν ἢ στάσεως. | ] |
| iota | 450 | [ | Ἰοῦστος, Τιβερεύς, ἐπαρχίας Γαλιλαίας· ἐπεχείρησε μὲν καὶ αὐτὸς Ἰουδαϊκὴν ἱστορίαν συντάξαι καί τινα ὑπομνήματα περιγράφειν· ἀλλὰ τοῦτον Ἰώσηπος ἐλέγχει ψευσάμενον. καὶ γὰρ ἐν ἐκείνῳ τῷ καιρῷ συνέγραφεν ὅτε καὶ Ἰώσηπος. | ] |
| iota | 503 | [ | Ἰώσηπος, Ἰουδαῖος, φιλαλήθης, λέγων περὶ τοῦ Προδρόμου, καὶ περὶ τοῦ κυρίου ἡμῶν καὶ θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Ματθίου παῖς, ἱερεὺς ἐξ Ἱεροσολύμων, ὁ γράψας τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν ἐν βιβλίοις εἴκοσιν. οὗτος ἁλοὺς παρὰ Οὐεσπασιανοῦ μετὰ Τίτου τοῦ υἱοῦ αὐτοῦ ἐπὶ τῇ τῶν Ἱεροσολύμων ἁλώσει κατελείφθη καὶ σὺν αὐτῷ εἰς Ῥώμην ἐλθὼν ἑπτὰ λόγους τῆς Ἱεροσολύμων ἁλώσεως τοῖς βασιλεῦσι προσήνεγκεν, οἵτινες τῇ δημοσίᾳ βιβλιοθήκῃ παρεδόθησαν, καὶ διὰ τὴν δόξαν τῆς συγγραφῆς ἀνδριάντος ἠξιώθη. ἔγραψε δὲ καὶ τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας λόγους εἴκοσιν, ἀπὸ τῆς τοῦ κόσμου ἀρχῆς ἕως τεσσαρεσκαιδεκάτου ἔτους Δομετιανοῦ Καίσαρος. καὶ δύο βίβλους ἑτέρας ἀρχαιότητος κατὰ Ἀππίωνος γραμματικοῦ Ἀλεξανδρέως, ὃς ἐπὶ Καλλιγόλᾳ πρεσβευτὴς ἀπεστάλη παρὰ τοῦ μέρους τῶν Ἑλλήνων κατηγορήσων Φίλωνος διὰ λόγου τινὸς κατάγνωσιν περιέχοντος τοῦ Ἰουδαίων ἔθνους. ἔστι καὶ ἄλλος αὐτοῦ λόγος Περὶ αὐτοκράτορος λογισμοῦ, ἐνάρετος πάνυ, ἐν ᾧ καὶ τοῦ πάθους τῶν Μακκαβαίων ἐμνήσθη. οὗτος ἐν τῇ ὀκτωκαιδεκάτῃ τῆς Ἀρχαιολογίας βίβλῳ φανερῶς ὁμολογεῖ διὰ τὸν ὄγκον τῶν σημείων τὸν Χριστὸν ἐσφάχθαι παρὰ Ἰουδαίων καὶ Ἰωάννην τὸν βαπτιστὴν ἀληθῶς γεγενῆσθαι προφήτην καὶ διὰ τὴν σφαγὴν Ἰακώβου τοῦ ἀποστόλου τὰ Ἱεροσόλυμα πεπορθῆσθαι. γράφει δὲ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτως· γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τἀληθῆ δεχομένων, καὶ πολλοὺς μὲν τῶν Ἰουδαίων, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτα καὶ ἄλλα μυρία θαυμαστὰ περὶ αὐτοῦ εἰρηκότων, εἴς τε νῦν τὸ τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένον οὐκ ἀπελείπετο φῦλον. τοσαῦτα Ἰώσηπος περὶ Χριστοῦ ἐν τῷ ιηʹ λόγῳ φησίν. | ] |
| iota | 504 | [ | Ἰώσηπος, Ἰουδαῖος, ἱστοριογράφος. τοῦτον φρουρεῖσθαι κελεύει Οὐεσπασιανός, ἀναπέμψων αὐτίκα Νέρωνι. τοῦτο ἀκούσας Ἰώσηπος μόνῳ τι διαλεχθῆναι θέλειν ἔλεγεν αὐτῷ. μεταστησαμένου δὲ ἐκείνου πάντας πλὴν τοῦ παιδὸς Τίτου καὶ δυεῖν φίλων· σὺ μέν, ἔφη, Οὐεσπασιανέ, νομίζεις αἰχμάλωτον εἰληφέναι Ἰώσηπον· ἐγὼ δὲ ἄγγελος ἥκω σοι μεγάλων. μὴ γὰρ οὐχ ὑπὸ θεοῦ προπεμπόμενος ᾔδειν τὸν Ἰουδαίων μόρον; Νέρωνί με πέμπεις; τί γάρ; οἱ μετὰ Νέρωνα μέχρι σου διάδοχοι μενοῦσι; σὺ δὲ Καῖσαρ καὶ σὸς παῖς οὗτος. δέσμει δέ με ἀσφαλεστάτως καὶ τήρει σεαυτῷ. δεσπότης σὺ καὶ γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων γένους. ἐγὼ δὲ φρουρᾶς μείζονος δέομαι, εἰ κατασχεδιάσω καὶ θεοῦ. ὁ δὲ Οὐεσπασιανὸς παραχρῆμα μὲν ἀπιστεῖν ἐδόκει καὶ τὸν Ἰώσηπον ἐδόκει πανουργεῖν· ἀτρεκῆ δὲ τὸν Ἰώσηπον εὑρηκὼς ἐδωρεῖτο ἐσθῆτι καὶ τοῖς ἄλλοις κειμηλίοις. | ] |
| iota | 730 | [ | Ἰσχυρός· ἰσχύος καὶ δυνάμεως εὖ ἔχων. Ἰώσηπος· ὁ δὲ Σαμψών, ἔτι γὰρ φρονεῖν ἰσχυρὸς ἦν, ἀντηπάτα τὴν γυναῖκα. καὶ αὖθις· ἰσχυρῶς εἴχετο τοῦ ἀνδρός. ἐρωτικῶς. καὶ Αἰλιανός φησιν· οὕτως ἄρα αἱ ἰσχυραὶ τιμωρίαι πολλάκις εἰς τοὺς εὑρόντας αὐτὰς περιτρέπονται, καὶ ὅσα προσέταξαν παθεῖν ἕτερον, αὐτοὶ πεπόνθασιν. | ] |
| kappa | 69 | [ | Καθεῖτο· Ἰώσηπος· ἔνθα καθεῖτό τις ὁπλιτικὴ μοῖρα φρουροῦσα τὴν ἐμβολήν. | ] |
| kappa | 651 | [ | Καταμησάμενος· ἐπιβαλών, ἐπικαταχέας. Ἰώσηπος· ὁ δὲ περιρρήξας τὴν ἐσθῆτα καὶ καταμησάμενος τῆς κεφαλῆς κόνιν. | ] |
| kappa | 807 | [ | Κατασχεδιάσω· γενικῇ. καταφλυαρήσω, ψεύσομαι. ἐγὼ δὲ φρουρᾶς μείζονος δέομαι, εἰ κατασχεδιάσω τοῦ θεοῦ. Ἰώσηπος. | ] |
| kappa | 919 | [ | Κατέδει· ἐδέσμει. Ἰώσηπος· καὶ κατέδει τοῦτον τοῖς κλήμασι κατὰ τὸ ἰσχυρότατον. | ] |
| kappa | 1112 | [ | Κατωμαδόν· κατὰ τὸν ὤμων. Ἰώσηπος· ὁ δὲ Σαμψὼν ἀράμενος τὰς πύλας καὶ τὰς φλιὰς κατωμαδὸν εἰς τὸ ὄρος φέρων κατατίθησιν. | ] |
| mu | 770 | [ | Μετέωρον· ἐφ’ ὕψους. οἱ γὰρ δορυφόροι μετέωρον ἀράμενοι τὸν Σύφακα εἰς τὸν Τριακοντόποδα καλούμενον ἐκόμισαν, ῥίψαντες κάτω. Ἰώσηπος· ἄμεινον δ’ εἶναι μετέωρον ἐν φόβῳ τὸν αἴτιον καταλείπειν. | ] |
| mu | 772 | [ | Μετέωρος· ὁ ἤδη πρὸς πρᾶξίν τινα ηὐτρεπισμένος. μετῆλθε τὰς πόλεις μετεώρους πρὸς ἀπόστασιν οὔσας. καὶ αὖθις· πάλαι μετέωρος ὢν πρὸς τὴν τῆς Ὀλυμπίας θέαν ὥρμησε. καὶ Ἰώσηπος· μετεώρους ὄντας ἐπὶ τῷ μέλλοντι πολέμῳ τοὺς πολλοὺς ἐσπάρασσεν. ἦσαν δὲ μετέωροι ταῖς ψυχαῖς καὶ πρὸς τὸ μέλλον ἔτι σαλεύοντες. καὶ αὖθις· ὁ δὲ μετέωρος ἦν πρὸς πᾶσαν καινοτομίαν· διὸ καὶ προθύμως ὑπήκουσε τοῖς παρακαλουμένοις. μετέωρος ἦν ἡ Ἑλλάς. παρὰ Θουκυδίδῃ. ἀντὶ τοῦ ἐκεκίνηντο καὶ οὐχ ἡσύχαζον. | ] |
| mu | 866 | [ | Μήδαμα· ὄνομα τόπου παρὰ Ἰωσήπῳ. | ] |
| mu | 1315 | [ | Μωδεείμ· ὄνομα πόλεως παρὰ Ἰωσήπῳ. | ] |
| mu | 1350 | [ | Μοῖρα· μερίς, τὸ καθῆκον· καὶ ἡ εἱμαρμένη. Ἰώσηπος· μεγίστη γὰρ ἦν μοῖρα τοῦ πολέμου ληφθεὶς ὁ Ἰώσηπος. | ] |
| nu | 21 | [ | Νάκος· ἔντριχον δέρμα, ἤτοι δορὰ προβάτου. κυρίως δὲ τὸ τῆς αἰγὸς δέρμα. καὶ κῴδιον καὶ κῶος. κῶας δὲ τὸ τοῦ προβάτου. Ἰώσηπος· ἕρπειν τὰ πολλὰ κελεύσας τοῖς εἰσιοῦσι καὶ τὰ νῶτα καλύπτειν νάκεσιν, ὡς εἰ κατίδοι τις αὐτοὺς νύκτωρ, φαντασίαν παρέχοιεν κυνῶν. ἡ δοτικὴ νάκει. ἡ ἀναλογία, ὡς βλάβη, βλάβος· δίψα, δίψος· νάπη, νάπος· οὕτω νάκη, νάκος. ὥσπερ δέ, φασίν, ἡ ἀήτη, καὶ ἀρσενικὸν ἀήτης, ἀήτου· καὶ ἡ ἀράχνη, ἀράχνης, ἀράχνου, οὕτω καὶ ἡ νάκη, ὁ νάκος, τοῦ νάκου. τριχῶς οὖν ὁ νάκος, ἡ νάκη, τὸ νάκος. | ] |
| nu | 155 | [ | Νεμεσηθείς· μεμφθείς. νεμεσηθεὶς δ’ ἀλόχῳ κατορχήσει βέλει τρωθεὶς λείπει τὸν βίον. Ἰώσηπος· παρεκάλει τὸν θεὸν νεμεσῆσαι μὲν ταῖς τῶν πολεμίων ἐλπίσιν, ἐλεῆσαι δὲ τὸν αὐτοῦ λαόν. καὶ αὖθις· εἰ δὲ νεμεσηθείην τῆς ἐπιβολῆς, ἴσθι με μὴ πταίσαντα παρ’ ἐλπίδας. | ] |
| nu | 177 | [ | Νένακτο· ἐπεπλήρωτο. Ἰώσηπος· συνεκπίπτει δὲ τοῖς πολεμίοις εἴσω· καὶ πᾶσα οἰκία ὁπλιτῶν νένακτο, τὰ τέγη δ’ ἦν τῶν μαινομένων κατάπλεα. ἐκ τοῦ νάσσω, νάξω, τοῦ καὶ παρ’ Ὁμήρῳ ἐν Ὀδυσσείᾳ. ἐξ οὗ καὶ ὁ ναστὸς ἄρτος. | ] |
| nu | 277 | [ | Νεφθαλῖται· ἔθνος ἐπικρατῆσαν τῆς ἕω παρὰ Ἰωσήπῳ. | ] |
| nu | 454 | [ | Νόμβα· πόλις Ἰουδαίας, παρὰ Ἰωσήπῳ ἐν Ἀρχαιολογίᾳ. | ] |
| omicron | 653 | [ | Ὀρφανός. Ἰώσηπος· καὶ αὐτοὶ πατρὸς δ’ ἦσαν ὀρφανοί. καὶ αὖθις· οἱ δὲ χωροῦσιν οἴκοι ὀρφανὰς τὰς πρεσβείας καταλείψαντες τῆς εἰρήνης. | ] |
| phi | 25 | [ | Φάκελλον· φορτίον, ἢ εὐάλωτον. Θουκυδίδης· φοροῦντες ὕλης φακέλλους παρέβαλλον ἀπὸ τοῦ χώματος. καὶ Ἰώσηπος· φακέλλους ὕλης ξηρᾶς περιβαλὼν τῷ χωρίῳ πῦρ ἐνῆκε. | ] |
| phi | 487 | [ | Φθῆναι· προλαβεῖν. Ἰώσηπος· δυσφοροῦντος δὲ τοῦ βασιλέως ἐπὶ τῷ φθῆναι τὸν μισθὸν ἐκδεδωκέναι τοῖς Ἰσραηλίταις, παρῄνει ποιεῖν ὁ προφήτης ὅ τι τῷ θεῷ δοκεῖ. | ] |
| phi | 527 | [ | Φλέγων, Τραλλιανός, ἀπελεύθερος τοῦ Σεβαστοῦ καίσαρος, οἱ δὲ Ἀδριανοῦ φασιν· ἱστορικός. ἔγραψεν Ὀλυμπιάδας ἐν βιβλίοις ιϛʹ· ἔστι δὲ μέχρι τῆς σκθʹ ὀλυμπιάδος τὰ πραχθέντα πανταχοῦ· τὰ δὲ αὐτὰ ἐν βιβλίοις ηʹ· Ἔκφρασιν Σικελίας, Περὶ μακροβίων καὶ θαυμασίων, Περὶ τῶν παρὰ Ῥωμαίοις ἑορτῶν βιβλία γʹ, Περὶ τῶν ἐν Ῥώμῃ τόπων καὶ ὧν ἐπικέκληνται ὀνομάτων, Ἐπιτομὴν ὀλυμπιονικῶν ἐν βιβλίοις βʹ, καὶ ἄλλα. τούτου τοῦ Φλέγοντος, ὥς φησι Φιλοστόργιος, ὅσον τὰ κατὰ τοὺς Ἰουδαίους συμπεσόντα διὰ πλείονος ἐπεξελθεῖν τοῦ πλάτους, Φλέγοντος καὶ Δίωνος βραχέως ἐπιμνησθέντων καὶ παρενθήκην αὐτὰ τοῦ οἰκείου λόγου ποιησαμένων. ἐπεὶ τῶν γε εἰς εὐσέβειαν καὶ τὴν ἄλλην ἀρετὴν ἑλκόντων οὐδ’ ὁτιοῦν οὐδ’ οὗτος δείκνυται πεφροντικώς, ὅνπερ οὐδ’ ἐκεῖνοι τρόπον. τοὐναντίον μὲν οὖν ὁ Ἰώσηπος καὶ δεδοικότι ἔοικε καὶ εὐλαβουμένῳ ὡς μὴ προσκρούσειεν Ἕλλησι. | ] |
| phi | 788 | [ | Φοινικίδα· τί φειδόμεσθα τῶν λίθων, οἱ δημόται, μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα; οἷος αὖ μέλας τις ὑμῖν θαυμάλωψ ἐπέζεσεν. ἀντὶ τοῦ μὴ οὐχὶ λίθοις αὐτὸν αἱμάσσειν, ὡς φοινικοῦν αὐτοῦ ποιῆσαι τὸ σῶμα; τὸ δὲ καταξαίνειν ὡς ἐπὶ ἐρίων ἐχρήσατο· διὸ καὶ φοινικίδα εἶπεν, ὡς ἐπὶ ἱματίου. Ἀριστοτέλης δέ φησι χρῆσθαι τοὺς Λακεδαιμονίους φοινικίδι πρὸς τοὺς πολέμους· τοῦτο μὲν ὅτι τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δὲ ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ αἵματος ῥεύσεως ἐθίζει καταφρονεῖν. τὸ οὖν ἐν φοινικίδι ἀντὶ τοῦ ἐν τάξει πολεμίων, ἀπὸ τοῦ φορήματος δηλώσειεν ἂν εἰκότως. ἐπεὶ τὸ φοινιχθῆναι, αἱμαχθῆναι. καί, ξαίνει κατὰ νώτου πολλάς. Δημοσθένης. θαυμάλωψ δὲ ὁ διακεκαυμένος. ἀνθρακεῖς δὲ οἱ Ἀχαρνεῖς. καὶ Ἰώσηπος· κτῆσίν τε τὴν σὴν καὶ τοὺς οἰκείους ἅπαντας εἰς τὸ καταγώγιον ἀποθεμένην ἐγκαθεῖρξαι, πρὸ τῶν θυρῶν ἀνατείνασαν φοινικίδας. | ] |
| phi | 832 | [ | Φυλέτης· συγγενής, ὁμόφυλος. Ἰώσηπος· ὁ δὲ Σαμψὼν καταβὰς ἐκ τῆς πέτρας ἐν τῇ τῶν φυλετῶν αὑτὸν τέθεικεν ἐξουσίᾳ. | ] |
| pi | 123 | [ | Πάμβορον· κάκοσμον. Ἰώσηπος· τὸ πάμβορον γεγενήκοι βορὰν ἡδεῖαν ἐξ αὐτοῦ. τὸν λέοντα σημαίνων καὶ κηρία μέλιτος. | ] |
| pi | 296 | [ | Παράβολος· Ἀριστοφάνης Σφηξί· πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος. ἀντὶ τοῦ οὐ γνήσιος. Ἰώσηπος περὶ τῆς ἐγγαστριμύθου· ταύτην αἰτοῦμαι χάριν ἀντὶ τῆς παραβόλου μαντείας. | ] |
| pi | 487 | [ | Παραφυλάσσω· προσδοκῶ. Ἰώσηπος· παραφυλάσσω γὰρ ἐν Χάλβῳ Πλάκιδον εἰς τὴν Γαλιλαίαν ἀναβῆναι δι’ ἐννοίας ἔχοντα. | ] |
| pi | 522 | [ | Παρεθέντος· ἐκλυθέντος. καὶ Παρεθείς, παραλυθείς. καὶ Παρείθη, ἐξελύθη, ἐχαυνώθη. ὁ δὲ κινδύνοις ὁμιλήσας παρείθη τὸ σῶμα πᾶς καὶ λυπηροῦ θανάτου τέλει παρεδόθη. καὶ Παρείθησαν, ἀντὶ τοῦ παρελύθησαν. Ἰώσηπος· οἱ δὲ πλήθει τῶν πολεμίων παρείθησαν τὰς δεξιάς. καὶ αὖθις· οἱ δὲ τοῦ μὲν ὁλοσχεροῦς φόβου παρείθησαν· περὶ δὲ τῶν κατὰ μέρος ἐγκλημάτων πικρῶς ὠνειδίσθησαν. | ] |
| pi | 1000 | [ | Πεπιλημένη· συνεσφιγμένη. Ἰώσηπος· μέλας, τὸ σῶμα ἰσχνός, τὴν σάρκα πεπιλημένος· ἀλλ’ ἐνῴκει τις ἡρωϊκὴ ψυχὴ λεπτῷ σώματι. | ] |
| pi | 1162 | [ | Περιιστάμενος· φεύγων. Ἰώσηπος περὶ Μωϋσέως· περιίστατο γάρ, μὴ πολλοὶ τῆς τῶν λόγων ἀσελγείας αὐτοῦ μιμηταὶ γένωνται. | ] |
| pi | 1405 | [ | Πετρόβολον· ἡ τοῦ μηχανήματος ἀλκὴ τοῦ πετροβόλου, τοῦ κατὰ τὴν πολιορκίαν τῆς Ἰουδαίας ὑπὸ Οὐεσπεσιανοῦ, τοιάδε τις ἦν· πληγεὶς γάρ τις ὑπ’ αὐτοῦ τῶν περὶ τὸν Ἰώσηπον τῶν ἀνὰ τὸ τεῖχος, ἀπαράσσεται τὴν κεφαλὴν ὑπὸ τῆς πέτρας καὶ τὸ κρανίον ἀπὸ τριῶν ἐσφενδονήθη σταδίων. γυναικός τε μεθ’ ἡμέραν ἐγκύμονος πληγείσης τὴν γαστέρα, προῄει δὲ νέον ἐξ οἰκίας, ἐξέσεισεν ἐφ’ ἡμιστάδιον τὸ βρέφος. τοσαύτη ἦν ἡ τοῦ λίθου βία. τῶν οὖν ὀργάνων φοβερώτατος ὁ ῥοῖζος, τῶν δὲ βαλλομένων ἦν ὁ ψόφος. | ] |
| pi | 1884 | [ | Πολεμίζει· Ἰώσηπος περὶ τῶν στασιωτῶν ἐπὶ τῆς Τίτου πολιορκίας· καὶ τοῦ πολέμου μετ’ ἀδείας ἀντιπολεμίζοντος ἑαυτόν. Πολεμῶ δὲ ῥῆμα. | ] |
| pi | 2313 | [ | Προαλίσαντας· προαθροίσαντας. Ἰώσηπος· τὸν ἐπὶ ταῖς μελλούσαις συμφοραῖς θυμὸν προαλίσαντας, ἐναφεῖναι τοῖς δράσουσιν αὐτάς. | ] |
| pi | 2663 | [ | Προσειλήφεσαν· ὑπέλαβον, ἐνενόησαν. Ἰώσηπος· προσειλήφεσαν γὰρ ἐκ τοῦ σχήματος μηδὲν αὐτὸν ἀρνήσασθαι τῶν ὑπονοηθέντων, ἀλλ’ ἐπὶ συγγνώμης πορισμῷ πάντα πεποιηκέναι. | ] |
| pi | 2732 | [ | Προσκληδονιζόμενος· ἐπ’ ἀγαθῷ ὀττευόμενος. Ἰώσηπος· ταῦτά τε δὴ προσκληδονιζόμενος καὶ σταθερὰν μετ’ ἐμπειρίας τὴν ἡλικίαν ὁρῶν. | ] |
| psi | 177 | [ | Ψυχρὸς ἄνθρωπος· ἀντὶ τοῦ δυσκίνητος. Ἰώσηπος· ψυχρότεροι τῆς ἐλπίδος ὑπέστρεψαν. | ] |
| rho | 218 | [ | Ῥόθιον· σὺν ὁρμῇ τινι καὶ ῥύμῃ. Ἰώσηπος· ῥόθιον ἐκ πλαγίου παρελαύνων ἵππον ἁρπάζει τινὰ φεύγοντα τῶν πολεμίων. καὶ αὖθις· ἐνσείει αὐτοῖς τὴν ἵππον ἀθρόαν, οἱ δὲ διεσοβήθησαν ὑπ’ αὐτῆς, οὐκ ἐνεγκόντες τὸ ῥόθιον. τουτέστι τὸ ὁρμητικὸν καὶ ὀξύρροπον μετὰ ἤχου. Ῥόθιον καλεῖται παρὰ τὸν ῥόθον τὸν ἐκ τῶν κωπῶν ἀκουόμενον, ὅταν σφοδρῶς ἐλαύνωσιν. | ] |
| rho | 276 | [ | Ῥοῖζος· ῥύμη, ἦχος. Ἰώσηπος· οὕτω δὲ ῥοίζῳ καὶ βίᾳ τοῖς Ῥωμαίοις ἐνέπεσον ὡς διαρρῆξαι τὰς τάξεις. καὶ Ῥοίζημα, ὁ ἦχος. καὶ Ῥοίζησεν, ἐφώνησεν, ἤχησεν. | ] |
| rho | 308 | [ | Ῥύσια· ἐνέχυρα. καὶ Ῥυσιάζω. φασὶ δὲ τὸν νεανίσκον ἀνελεῖν καὶ τὴν πόλιν ῥυσιάζειν. ἀντὶ τοῦ ἐνέχυρα λαμβάνειν. Ἰώσηπος· πρῶτον μὲν γὰρ ῥύσιον τῶν πολεμίων ἄγων καὶ πολὺ συγκροτήσας ἱππικὸν ἐπαφίησιν αὐτοὺς περὶ Διόσπολιν. ὅπως ἔχοι τὸ ξόανον ῥύσιον ἐν Ἰθάκῃ ὁ Ὀδυσσεύς. καὶ ἡ τραγῳδία· φόνου δὲ ῥύσιον τίσω τάλας. | ] |
| sigma | 17 | [ | Σάγη· τὸ τοῦ ὄνου ἐπίθεμα. ἐπ’ αὐτὸν ἐτίθει τὸν γόμον τὴν σάγην τε τοῦ κτήνους. Ἰώσηπος· Ῥαχήλα δὲ κατατίθησι τοὺς τύπους εἰς τὴν σάγην τῆς φερούσης αὐτὴν καμήλου. | ] |
| sigma | 982 | [ | Σταθερόν· ὀξύ, ἰσχυρόν, θερμόν, στάσιμον, τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν. Πλάτων ἐν Φαίδρῳ· μήπως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ. οὐχ ὁρᾷς, ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά; δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερά, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον, ὅταν μᾶλλον ἐκκαῇ, ὀξὺν εἰώθασι λέγειν. σημαίνοι δ’ ἂν καὶ τὸ στάσιμον, τῷ μέσον τι εἶναι τῆς ἡμέρας, καὶ μηδ’ ἐφ’ ἕτερον κλίνειν. καὶ Κρατῖνος δ’ ἐν Σερίφοις ἐπὶ τοῦ ὀξέος ἢ ἰσχυροῦ· οὕτω σταθερὸς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει. Ἀντίμαχος· θέρεος σταθεροῖο. τινὲς καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγωγοῖς· σταθεροῦ χεύματος. καὶ Ἀριστοφάνης ἐν Προαγῶνι· σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης. σημαίνει καὶ τὸ μόνιμον. Ἰώσηπος· καὶ σταθερὰν τὴν ἡλικίαν μετ’ ἐμπειρίας ὁρῶν προβάλλεται στρατηγόν. καὶ Εὐνάπιος· ὁ δὲ πόλεμος τῇ τοῦ βασιλέως ὀξύτητι καὶ προνοίᾳ κατηνέχθη ἐπὶ τὸ σταθερόν τε καὶ ἀσφαλέστερον. τουτέστιν ἰσχυρόν, βέβαιον. ὅτι Σταθερὸς ἀπὸ τοῦ σταθῆναι, ἀπὸ δὲ τούτου σταθερός, καὶ σαθρὸς κατὰ ἀντίφρασιν. ἢ ἀπὸ τοῦ σείεσθαι ῥᾳδίως· ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρθρα. | ] |
| sigma | 1024 | [ | Στέγει· καρτερεῖ, ὑπομένει. τὸν καυστικὸν δὲ τοῦτον ἥλιον στέγει, ἱδρῶτι θερμῷ πανταχοῦ βεβρεγμένος. καὶ Στεγόμενα, κρυπτόμενα. καὶ Στεγόντων, ἀνεχόντων, βασταζόντων. Ἰώσηπος· οἶκος ἦν, δύο κιόνων στεγόντων αὐτοῦ τὸν ὄροφον. καὶ Ἀριστοφάνης· ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς κεράμῳ τὸ νῶτον, ὥστε τὰς πλευρὰς στέγειν. καὶ αὖθις· πάτερ Οἰδίπους, πύργοι μέν, οἳ πόλιν στέγουσιν, ὡς ἀπ’ ὀμμάτων πρόσω. τουτέστιν ὡς ἄν τις τὰ ὄμματα πρόσω ἔχων. | ] |
| sigma | 1098 | [ | Στιβαρόν· ἰσχυρόν. Ἰώσηπος· ὁ δὲ ἐλάσας τὸν ἵππον ἁρπάζει τινὰ νεανίαν, στιβαρὸν τὸ σῶμα. | ] |
| sigma | 1169 | [ | Στρατηγιᾶν· ἐπιθυμεῖν τῆς στρατηγίδος. καὶ Στρατηγιῶντα, στρατηγίας ὀρεγόμενον. Ἰώσηπος· ἤδη δ’ αὐτὸν στρατηγιῶντα καὶ μειζόνων ἐφιέμενον ἔνδεια χρημάτων κατεῖχε. | ] |
| sigma | 1259 | [ | Στύππη· τὸ στίππυον. Ἰώσηπος· πληρώσαντες τὴν στοὰν στύππης, πρὸς δὲ ἀσφάλτου τε καὶ πίσσης. Στυπεῖον δέ. | ] |
| tau | 222 | [ | Τεθεικότες· ἀποβαλόντες. Ἰώσηπος· οἱ δὲ πρὸς τὸ ἔργον διῃρημένοι, τὰ πολλὰ τεθεικότες τῶν ὅπλων. | ] |
| tau | 498 | [ | Τῆλις· εἶδος ὀσπρίου, ἥτις ἑφθὴ ἐπιχεομένη ὄλισθον ἐμποιεῖ τοῖς ποσὶ τῶν ἀνθρώπων ἐπισφαλῆ· ὅπερ Ἰώσηπος πρὸς τὴν πολιορκίαν ἐμηχανήσατο. | ] |
| tau | 921 | [ | Τραχηλίζων· Κλεόστρατος Ῥόδιος πάλην νικᾷ· ὃς τραχηλίζων ἀπελάμβανε. καὶ Ἰώσηπος· πολέμῳ καὶ διχονοίᾳ καθημέραν τραχηλιζομένους οἰκτρότατα πάσχειν. καὶ Τράχηλος, τὸ μέρος τοῦ σώματος. | ] |
| theta | 26 | [ | Θαλπόμενοι· ἐξαπατώμενοι. Ἰώσηπος· τοὺς δὲ ὑποθαλπομένους ἐλπίδι συγγνώμης, εἰ παρακρατηθεῖεν, ἐπιλελῆσθαι τῶν ἰδίων τολμημάτων. | ] |
| theta | 39 | [ | Θάμνος· ἡ ῥίζα. ἀπὸ τῆς ἐν τῇ γῇ θέσεως. Ὅμηρος δὲ τὰ πολυπληθῆ φησι τῶν φύλλων. θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος. ἀρσενικῶς Ἰώσηπος· ἐν ᾧ καὶ τὰ περὶ τὸν θάμνον καὶ τὰ ἄλλα φαντάσματα συντυχεῖν προειρήκαμεν. | ] |
| theta | 311 | [ | Θειασμοί· Ἰώσηπος· θειασμοί τε τοῖς εἰρήνην ἀγαπῶσι δύσφημοι. | ] |
| theta | 399 | [ | Θοκόα· ὄνομα πόλεως παρὰ Ἰωσήπῳ. | ] |
| upsilon | 684 | [ | Ὕσπληξ· φραγέλλιον, ἀφετηρία, βούκεντρον, ἢ μύωψ, ὁ πλήσσων τοὺς βοῦς. ὁ δὲ καθάπερ ἀπὸ ὕσπληγος ἕτοιμος ὢν ἐξ αὐτῆς ἧκε. καὶ αὖθις· τίς τὸν ἄχνουν Ἑρμῆν σε παρ’ ὑσπλήγεσιν ἔθηκε; καὶ Ἰώσηπος· οἱ δὲ ἑστᾶσιν ὥσπερ ἔφ’ ὕσπληγος ἐξορμᾶν ἕτοιμοι. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: