Α | Ἀθηνόδωρος | [ | Ἀθηνόδωρος: Ἀθηναῖος τῷ γένει, στρατιώτης· Δημοσθένης ἐν τῷ κατ' Ἀριστοκράτους. | ] |
Α | Αἰδέσασθαι | [ | Αἰδέσασθαι: ἀντὶ τοῦ μεταπεισθῆναι Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῇ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην. ἐν δὲ τῷ κατ' Ἀριστοκράτους οὗτος ἀντὶ τοῦ ἐξιλάσασθαι καὶ πεῖσαι. | ] |
Α | Αἰνίους | [ | Αἰνίους: Δημοσθένης ἐν τῷ κατ' Ἀριστοκράτους. Αἶνος πόλις τῆς Θρᾴκης. Ὅμηρος ὃς ἂρ Αἰνόθεν εἰληλούθει. Ἔφορος δ' ἐν τῇ δʹ περὶ Θρᾳκίων πολισμάτων λέγων φησὶν ἐχομένη δὲ τούτων Αἶνος πόλις, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατῴκισαν, ὕστερον δ' ἐκ Μυτιλήνης ἐπηγάγοντο καὶ Κύμης ἐποίκους. | ] |
Α | Ἀλέξανδρος | [ | Ἀλέξανδρος: Δημοσθένης ἐν ϛʹ Φιλιππικῶν φησὶν ἡνίκα ἦλθεν Ἀλέξανδρος ὁ τούτων πρόγονος περὶ τούτων κῆρυξ. οὗτός ἐστιν ὁ ἐπικαλούμενος φιλέλλην, υἱὸς μὲν Ἀμύντου, πατὴρ δὲ Περδίκκου, ἐστρατεύετο δὲ ὑπὸ Μαρδονίῳ, ἀφ' οὗ καὶ ἐπέμφθη ἐπὶ γῆς καὶ ὕδατος αἴτησιν πρὸς Ἀθηναίους· οἱ δὲ οὐχ ὅπως αὐτῷ προσέσχον τὸν νοῦν, ἀλλὰ καὶ σφόδρα ἀπειλήσαντες ἀπέπεμψαν. ἕτερος δ' ἐστὶν Ἀλέξανδρος καὶ αὐτὸς Μακεδόνων βασιλεὺς, ἀδελφὸς Φιλίππου πρεσβύτερος, περὶ οὗ Δημοσθένης ἐν τῷ παραπρεσβείας φησὶ καίτοι τῶν ἀποκτεινάντων Ἀλέξανδρον ἦν τὸν ἀδελφὸν τοῦ Φιλίππου οὗτος Ἀπολλοφάνης. ἄλλος δ' ἐστὶν Ἀλέξανδρος Θετταλὸς, περὶ οὗ πάλιν ὁ Δημοσθένης ἐν τῷ κατ' Ἀριστοκράτους τί δ' Ἀλέξανδρον ἐκεῖνον τὸν Θετταλόν οὗτος δὲ Φεραῖος μέν ἐστι, συνεμάχησαν δ' αὐτῷ Ἀθηναῖοι κατὰ Θηβαίων, ὅτε δέσμιος ἦν παρ' αὐτῷ Πελοπίδας. ἄλλος δὲ Ἀλέξανδρος Μολοττὸς, ἀδελφὸς Ὀλυμπιάδος τῆς Φιλίππου γυναικὸς, οὗ πάλιν Δημοσθένης μνημονεύει ἐν ζʹ Φιλιππικῶν, εἰ γνήσιος ὁ λόγος. | ] |
Α | Ἁλιρρόθιος | [ | Ἁλιρρόθιος: ὄνομα κύριον, υἱὸς Ποσειδῶνος· Δημοσθένης ἐν τῷ κατ' Ἀριστοκράτους. | ] |
Α | Ἀλογίαν | [ | Ἀλογίαν: τὸ μηδένα ἔχειν λόγον, ἀλλ' ἀλογιστὶ πράττειν Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους καὶ Πλάτων. | ] |
Α | Ἀνδροληψία | [ | Ἀνδροληψία: τὸ ἁρπάζειν ἄνδρας ἔκ τινος πόλεως· ἠνεχύραζον γὰρ τὴν ἔχουσαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰς τιμωρίαν. Δημοσθένης κατ' Ἀριστοκράτους. λέγει δὲ καὶ οὐδετέρως τὸ ἀνδρολήψιον ἐν τούτῳ. | ] |
Α | Ἄντισσα | [ | Ἄντισσα: Δημοσθένης ἐν τῷ κατ' Ἀριστοκράτους. μία πόλις τῶν ἐν Λέσβῳ. | ] |
Α | Ἄξονι | [ | Ἄξονι: οἱ Σόλωνος νόμοι ἐν ξυλίνοις ἦσαν ἄξοσι γεγραμμένοι· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὡς ἐν τῷ ἄξονι εἴρηται. ἦσαν δὲ, ὥς φησι Πολέμων ἐν τοῖς πρὸς Ἐρατοσθένην, τετράγωνοι τὸ σχῆμα, διασώζονται δὲ ἐν τῷ πρυτανείῳ, γεγραμμένοι κατὰ πάντα τὰ μέρη. ποιοῦσι δ' ἐνίοτε φαντασίαν τρίγωνον, ὅταν ἐπὶ τὸ στενὸν κλιθῶσι τῆς γωνίας. | ] |
Α | Ἀποκηρύττοντες | [ | Ἀποκηρύττοντες: ἀντὶ τοῦ πιπράσκοντες Δημοσθένης κατ’ Ἀριστοκράτους. Πλάτων Πρέσβεσι σκευάρια δὴ κλέψας ἀπεκήρυξ' ἐκφέρων, ἐπώλησεν. | ] |
Α | Ἀπόμισθοι | [ | Ἀπόμισθοι: οἱ μισθὸν μὴ λαμβάνοντες· Δημοσθένης Φιλιππικοῖς καὶ ἐν τῷ κατ’ Ἀριστοκράτους. | ] |
Α | Ἀργαῖος | [ | Ἀργαῖος: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. περὶ τούτου καὶ Θεόπομπος ἐν τῷ αʹ τῶν Φιλιππικῶν λέγει τὸν Ἀρχέλαον καλοῦσι καὶ Ἀργαῖον καὶ Παυσανίαν. | ] |
Δ | Δεκατηλόγους | [ | Δεκατηλόγους: τοὺς τὴν δεκάτην ἐκλέγοντας. ταυτὸν ἄρα τοῖς δεκατευταῖς. Δημοσθένης κατὰ Ἀριστοκράτους. | ] |
Δ | Διωμοσία | [ | Διωμοσία: κυρίως ἡ παρὰ τῶν διαδικαζομένων· Δημοσθένης κατ’ Ἀριστοκράτους. | ] |
Δ | Δρῦς | [ | Δρῦς: Δημοσθένης κατ’ Ἀριστοκράτους. πόλις ἐν Ἠπείρῳ. ἔστι δὲ καὶ ἑτέρα ἐν Θρᾴκῃ, ἧς νῦν ὁ ῥήτωρ μνημονεύει· ταύτην Θεόπομπος ἐν κʹ φησὶν ὑπὸ Ἰφικράτους κατοικισθῆναι. | ] |
Ε | Ἔθνος | [ | Ἔθνος: οὐ μόνον τὸ μέγα καὶ πολυάνθρωπον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους, εἴ τις ὑμᾶς ἔροιτο τί πονηρότατον νομίζετε τῶν ἐν τῇ πόλει πάντων ἐθνῶν, οὔτε τοὺς γεωργοὺς οὔτε τοὺς ἐμπόρους οὔτε τοὺς ἐκ τῶν ἀργυρείων οὔτε τῶν τοιούτων οὐδὲν ἂν εἴποιτε. ἐν δὲ τῷ θʹ Φιλιππικῷ φησὶν ἀλλὰ Θετταλία πῶς ἔχει οὐχὶ τὰς πόλεις καὶ τὰς πολιτείας αὐτῶν ἀφῄρηται καὶ τετραδαρχίας κατέστησε παρ' αὐτοῖς, ἵνα μὴ μόνον κατὰ πόλεις ἀλλὰ καὶ κατὰ ἔθνη δουλεύωσιν | ] |
Ε | Ἐκ προαγωγῆς | [ | Ἐκ προαγωγῆς: ἀντὶ τοῦ πρὸς ἀνάγκην καὶ οὐκ ἐκ φύσεως οὐδ' ἁπλοϊκῶς. ἡ μεταφορὰ ἀπὸ τῶν οὐχ ἡμένων, ἀλλ' ἐκ προβολῶν προηναγκασμένων δεσμοῖς. Δημοσθένης κατ’ Ἀριστοκράτους. | ] |
Ε | Ἐν Φρεαττοῖ | [ | Ἐν Φρεαττοῖ: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους περὶ τοῦ ἐν Φρεαττοῖ δικαστηρίου ἀκριβῶς διεξελήλυθε, λέγων οὕτως. ἔτι τοίνυν πέμπτον δικαστήριον ἄλλο θεάσασθε οἷον ὑπερβέβηκε τὸ ἐν Φρεαττοῖ. ἐνταῦθα γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, κελεύει δίκας ὑπέχειν ὁ νόμος, ἐάν τις ἐπ' ἀκουσίῳ φόνῳ πεφευγὼς, μήπω τῶν ἐκβαλόντων αὐτὸν ᾐδεσμένων, αἰτίαν ἔχῃ ἑτέρου φόνου ἑκουσίου. καὶ μετ' ὀλίγον φησὶν ἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τε ἐκείνῳ, τῆς χώρας ἀποδείξας τόπον τινὰ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θαλάττης· εἶθ' ὁ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει, τῆς γῆς οὐχ ἁπτόμενος, οἱ δ' ἀκροῶνται καὶ δικάζουσιν ἐπὶ τῆς γῆς. κἂν μὲν ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίαν· ἐὰν δὲ ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δὲ ἐπὶ ἑτέρῳ φόνῳ φυγὴν ὑπέχει. ὠνομάσθαι δ' ἔοικε τὸ δικαστήριον ἀπό τινος Φρεάττου ἥρωος, καθά φησι Θεόφραστος ἐν ιςʹ τῶν Νόμων. | ] |
Ε | Ἐξήκεστος | [ | Ἐξήκεστος: ὄνομα κύριον· Δημοσθένης κατ’ Ἀριστοκράτους. | ] |
Ε | Ἐπὶ Δελφινίωι | [ | Ἐπὶ Δελφινίωι: δικαστήριόν ἐστιν οὕτω καλούμενον Ἀθήνησι. δικάζονται δὲ ἐνταῦθα οἱ ὁμολογοῦντες μὲν ἀπεκτονέναι, δικαίως δὲ πεποιηκέναι τοῦτο λέγοντες, ὡς Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους δηλοῖ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. | ] |
Ε | Ἐπὶ Παλλαδίωι | [ | Ἐπὶ Παλλαδίωι: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. δικαστήριόν ἐστιν οὕτω καλούμενον, ὡς καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ἐν ᾧ δικάζουσιν ἀκουσίου φόνου καὶ βουλεύσεως οἱ ἐφέται. ἔσχε δὲ καὶ τὸ δικαστήριον τὴν τοῦ Παλλαδίου ἐπωνυμίαν καὶ οἱ δικασταὶ τὴν τῶν ἐφετῶν ἐντεῦθεν. Ἀγαμέμνονος μετὰ τῶν Ἀργείων σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναις ἐξ Ἰλίου Δημοφῶν ἁρπάζει τὸ Παλλάδιον καὶ πολλοὺς τῶν διωκόντων ἀναιρεῖ. Ἀγαμέμνων δὲ δυσχεράνας δίκην τὸν ἁρπάσαντα ἀπαιτεῖ, καὶ συνίσταται τὸ δικαστήριον ἐπὶ πεντήκοντα μὲν Ἀθηναίων, πεντήκοντα δὲ Ἀργείων, οὓς ἐφέτας ἐκάλεσαν διὰ τὸ παρ' ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς τὰ τῆς κρίσεως. | ] |
Ε | Εὐμενίδες | [ | Εὐμενίδες: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Αἰσχύλος ἐν Εὐμενίσιν εἰπὼν τὰ περὶ τὴν κρίσιν τὴν Ὀρέστου φησὶν ὡς ἡ Ἀθηνᾶ πραΰνασα τὰς Ἐρινύας ὥστε μὴ χαλεπῶς ἔχειν πρὸς τὸν Ὀρέστην, Εὐμενίδας ὠνόμασεν. εἰσὶ δὲ Ἀληκτὼ, Μέγαιρα, Τισιφόνη. | ] |
Ε | Ἐφέται | [ | Ἐφέται: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. οἱ δικάζοντες τὰς ἐφ' αἵματι κρίσεις ἐπὶ Παλλαδίῳ καὶ ἐπὶ Πρυτανείῳ καὶ ἐπὶ Δελφινίῳ καὶ ἐν Φρεαττοῖ ἐφέται ἐκαλοῦντο. | ] |
Ε | Ἐφορία | [ | Ἐφορία: ἡ ἐπὶ τῶν ὅρων γινομένη προαγόρευσις, ὡς Δημοσθένης διδάσκει ἐν τῷ κατ’ Ἀριστοκράτους καὶ Θεόφραστος ἐν γʹ Νόμων. | ] |
Η | Ἢ ἐν ὁδῶι καθελών | [ | Ἢ ἐν ὁδῶι καθελών: ἀντὶ τοῦ ἐνεδρεύοντα ἑλὼν, τουτέστι ἔν τινι ἐνέδρᾳ καταβαλών· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. | ] |
Η | Ἠιών | [ | Ἠιών: Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. Ἠιὼν πόλις Θρᾴκης, Μενδαίων ἀποικία, ὡς Θουκυδίδης· Θεόπομπος δ' ἐν τῇ δʹ φησὶν ὡς Ἀθηναῖοι ἐκβαλόντες ἐξ Ἠιόνος Ἀμφιπολίτας κατέσκαψαν τὸ χωρίον. | ] |
Θ | Θεσμός | [ | Θεσμός: ἐκαλεῖτο μὲν πάλαι καὶ εἷς ἕκαστος τῶν νόμων θεσμός, καὶ τὸ ὅλον δὲ τῆς πολιτείας σύνταγμα οὕτω κέκληκεν ὁ Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. | ] |
Κ | Καθελών | [ | Καθελών: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ἢ ἐν ὁδῷ καθελών ἀντὶ τοῦ ἀνελὼν ἢ ἀποκτείνας. ἐχρήσαντο δὲ οὕτω τῷ ὀνόματι καὶ ἄλλοι, ὡς καὶ Στησίχορος ἐν Ἰλιοπέρσιδι καὶ Σοφοκλῆς ἐν Εὐμήλῳ. | ] |
Κ | Κεβρῆνα | [ | Κεβρῆνα: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. πόλις ἐστὶ τῆς Τρῳάδος Κεβρὴν, Κυμαίων ἀποικία, ὥς φησιν Ἔφορος ἐν αʹ. | ] |
Κ | Κερσοβλέπτης | [ | Κερσοβλέπτης: πολλάκις τούτου μνημονεύουσιν οἱ ῥήτορες, ὥσπερ καὶ Δημοσθένης κατ’ Ἀριστοκράτους. ἦν δὲ παῖς Κότυος, καὶ νεώτατος ὢν βασιλεὺς κατεστάθη ὑπὸ τοῦ πατρὸς Θρᾴκης. ὅτι δὲ καὶ περὶ Χερρονήσου ποτὲ ἐπολέμησεν Ἀθηναίοις δηλοῖ καὶ Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης. | ] |
Κ | Κλῆσις | [ | Κλῆσις: ἡ πρόσκλησις, τουτέστι παραγγελία εἰς κρίσιν· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. ὅτι μέντοι καὶ προσκλήσεις ἔλεγον ὁ αὐτὸς ἐν τῷ περὶ Ἁγνίου κλήρου δηλοῖ. | ] |
Κ | Κότυς | [ | Κότυς: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. οὗτος ἦρξε τῆς Θρᾴκης ἔτη κδʹ, διῆγε δὲ τὰ μὲν πρῶτα ἐν τρυφαῖς καὶ ἡδυπαθείαις, ἔπειτα αὔξησιν λαμβανούσης αὐτῷ τῆς εὐπραγίας εἰς ὠμότητα καὶ ὀργὴν ἐξηνέχθη, ὡς καὶ τὴν γυναῖκα, ἐξ ἧς αὐτῷ ἦν τέκνα, διέκοψε μέσην ταῖς αὑτοῦ χερσὶν, ἀπὸ τῶν αἰδοίων ἀρξάμενος. | ] |
Κ | Κριθώτην | [ | Κριθώτην: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Κριθώτη μία πόλις τῶν ἐν Χερρονήσῳ, καθά φησιν Ἑλλάνικος ἐν αʹ Τρωϊκῶν. Ἔφορος δ' ἐν τῇ δʹ φησὶν αὐτὴν κατοικισθῆναι ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παραγενομένων. | ] |
Ν | Νοθεῖα | [ | Νοθεῖα: τὰ τοῖς νόθοις ἐκ τῶν πατρῴων διδόμενα οὕτω καλεῖται, ἦν δὲ μέχρι χιλίων δραχμῶν· Λυσίας ἐν τῷ πρὸς Καλλιφάνη ξενίας, εἰ γνήσιος, Ἰσαῖος πρὸς Λυσίβιον περὶ ἐπικλήρου. Ἀριστοφάνης Ὄρνισι τί δ' ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα τὰ νοθεῖ' ἀποθνήσκων ὁ νόμος αὐτὸν οὐκ ἐᾷ. τίνων δ' οὐκ ἐξῆν τοῖς νόθοις μετέχειν δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. Δημοσθένης δ' ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ὡς εἰς τὸ Κυνόσαργες ἐτέλουν. | ] |
Ο | Ὁδός | [ | Ὁδός: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους φησὶν ἢ ἐν ὁδῷ καθελών ἀντὶ τοῦ ἐν λόχῳ καὶ ἐνέδρᾳ. τοιοῦτον δὲ εἶναι καὶ τὸ Ὁμηρικόν φασιν ἢ ὁδὸν ἐλθέμεναι. εἰ δὲ ψιλωθείη ἡ προτέρα, σημαίνει τὸν βαθμὸν, ὡς παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Φιλίππου, εἰ γνήσιος ὁ λόγος. | ] |
Ο | Ὁ κάτωθεν νόμος | [ | Ὁ άτωθεν νόμος: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Δίδυμος ἤτοι φησὶ τὴν ἡλιαίαν λέγει ὁ ῥήτωρ διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι, ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης τὸν ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι γάρ φησι βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ. ἢ ἐπεί φησι τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξιμένης ἐν Φιλιππικοῖς. | ] |
Ο | Ὅτι | [ | Ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν, ὥσπερ οὐδὲ Κρατερὸς ἐν τῇ τῶν ψηφισμάτων συναγωγῇ. Ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν φησὶν οὕτως ἡμῖν δὲ τὸ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικὸν ἁμάρτημά ἐστιν, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλείω τὴν ἀφορμὴν ἔχειν ἡ πόλις εἰς τὸν πρὸς βασιλέα πόλεμον. ὅτι γὰρ ἑξακισχίλια τάλαντα ἦν τὸ τίμημα τῆς Ἀττικῆς καὶ λυθέντος ἐν τοῖς ἑξῆς τοῦ λόγου φησὶν, λογισμὸν αὐτῶν διδοὺς ποικίλως, καὶ Φιλόχορος ἐν ιʹ Ἀτθίδος [+]. Ὅτι νόμος ἐστὶν ὑπὲρ μʹ ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. Ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησὶ, Δημοσθένης δ' ἐν τῷ κατ' Αἰσχίνου [+] φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο, καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. Ὅτι οἱ ἁλόντες ἐπ' ἀκουσίῳ φόνῳ ἐξουσίαν εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων δηλοῖ. Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλίποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου, Ἀντιφῶν ἐπιτροπικῷ κατὰ Καλλιστράτου καὶ Σόλων ἐν καʹ Νόμων. Ὅτι τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτίθετο εἴρηκεν Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην τὸν Σωκρατικὸν, εἰ γνήσιος ὁ λόγος. Ὅτι πρὸς τὴν φυλὴν τοῦ κεκτημένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον δηλοῖ. Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν συμβάλλειν πέρα μεδίμνου κριθῶν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Ἀριστάρχου κλήρου φησίν. Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες Ὑπερείδης ἐν τῷ κατ' Ἀρισταγόρας βʹ. εἴρηκεν. Κρώβυλος δὲ ὁ κωμικός φησι τοῦ Φιλιππίδου τὸν νόμον εἶναι τὸν περὶ τούτων κείμενον. | ] |
Π | Πενέσται | [ | Πενέσται: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Πενέσται παρὰ Θετταλοῖς καλοῦνται οἵπερ παρὰ Λακεδαιμονίοις Εἵλωτες· Ξενοφῶν γοῦν ἐν γʹ Ἑλληνικῶν φησιν ἐπί τινος καὶ τοὺς Πενέστας ὥπλισεν ἐπὶ τοὺς δεσπότας. διείλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον Στάφυλος ἐν τῇ γʹ περὶ Θετταλῶν. οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλίκτας. | ] |
Σ | Σκῆψις | [ | Σκῆψις: Δημοσθένης κατ’ Ἀριστοκράτους. πόλις ἐστὶν ἐν Τροίᾳ, ἧς μνημονεύουσιν ἄλλοι τε καὶ Ἔφορος ἐν ιεʹ. | ] |
Σ | Σμικυθίων | [ | Σμικυθίων: Δημοσθένης ἐν τῷ κατ' Ἀριστοκράτους. ὄνομα κύριον. | ] |
Φ | Φάϋλλος | [ | Φάϋλλος: Δημοσθένης ἐν τῷ κατ' Ἀριστοκράτους. Ὀνόμαρχος ἦν Φωκέων τύραννος· τούτῳ δὲ ζῶντι συνῆρχεν ὁ ἀδελφὸς Φάϋλλος. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: