Aesop) - urn:cts:greekLit:tlg0096Mesembria (Wikidata)
fabulist (Wikidata)
mythographer (Wikidata)
philosopher (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0096.suda001 -
Aesop's Fables
urn:cts:greekLit:tlg0096.suda002
urn:cts:greekLit:tlg0096.suda003
urn:cts:greekLit:tlg0096.suda004
| alpha | 1470 | [ | Ἀμάθητος: ἀδίδακτος. ὁ δὲ Ἰουστῖνος ἀμάθητος ἦν γραμμάτων ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητος. καὶ, ἀμαθὴς ἔφυς κ οὐ πολυπράγμων οὐδὲ τὸν Αἴσωπον πεπάτηκας. ἐπὶ τῶν ἰδιωτῶν. τὸ δὲ πατῆσαι ἶσόν ἐστι τῷ ἐνδιατρίψαι· ὡς τὸ ἀφικέσθαι που λέγομεν. καὶ αὖθις Ἀριστοφάνης· ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον. παρὰ τὴν παροιμίαν, σαφέστερόν μοι κἀμαθέστερον φράσον. | ] |
| alpha | 1806 | [ | Ἀναβιῶναι: ἀναζῆσαι. ἤδῃ δέ τινές φασιν, ὡς τοσοῦτον ἄρα τὸν Αἴσωπον θεοφιλῆ γενέσθαι, ὡς καὶ ἀναβιῶναι αὐτὸν, καθάπερ οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον. καὶ Πλάτων των φησὶν ὁ κωμικός· καὶ νῦν ὄμοσόν μοι μὴ τεθνάναι τὸ σῶμα ἐγώ· ψυχὴ δ’ ἀπὸ νίκης ὥσπερ Αἰσώπου ποτέ. | ] |
| alphaiota | 332 | [ | Αἰσώπειον αἷμα· ἐπὶ τῶν ἀδίκως ἀναιρουμένων. οὐ γὰρ ἐνδίκως ἀπέκτειναν τὸν Αἴσωπον οἱ Δελφοί. Αἰσώπειον οὖν αἷμα, ἐπὶ τῶν δυσαπονίπτοις ὀνείδεσι καὶ κακοῖς συνεχομένων. Δελφοῖς γὰρ συνέβη τὸ δαιμόνιον ὀργισθῆναι, ἀδίκως ἀνελοῦσιν Αἴσωπον. | ] |
| alphaiota | 334 | [ | Αἴσωπος, Σάμιος ἢ Σαρδιανός, Εὐγείτων δὲ Μεσημβριανὸς εἶπεν, ἄλλοι Κοτυαέα Φρύγα. ἐγένετο δὲ λογοποιός, ὅ ἐστιν εὑρετὴς λόγων καὶ ἀποκριμάτων. διέτριψε δὲ παρὰ Κροίσῳ φιλούμενος, τοῖς χρόνοις πρὸ Πυθαγόρου· ὃς μεσοῦν ἐπὶ τῆς μʹ Ὀλυμπιάδος. ἔγραψε τὰ ἐν Δελφοῖς αὐτῷ συμβάντα ἐν βιβλίοις βʹ. μᾶλλον δέ τινές φασι τὸν Αἴσωπον ἀποκρίματα γεγραφέναι μόνον. ἐν γὰρ Δελφοῖς ἀδίκως ἀπολέσθαι ὑπ’ αὐτῶν κατακρημνισθέντα ἀπὸ τῶν Φαιδριάδων καλουμένων πετρῶν κατὰ τὴν νδʹ Ὀλυμπιάδα. οἰκέτην δὲ γενέσθαι Ξάνθου τοῦ Λυδοῦ, ἄλλοι ἀνδρός τινος Σαμίου Ἰάδμονος, οὗτινος καὶ ἡ Ῥοδῶπις δούλη ἦν· ἣν ἑταίραν γενομένην, Θρᾷσσαν τὸ γένος, Χάραξος ὁ ἀδελφὸς Σαπφοῦς ἔλαβε γυναῖκα καὶ ἐξ αὐτῆς γεννᾷ. | ] |
| alphaiota | 335 | [ | Αἴσωπος· ὁ τῶν μύθων ποιητής, Σάμιος, δοῦλος οὐ τὴν τύχην μᾶλλον ἢ τὴν προαίρεσιν, οὐκ ἄφρων μὲν οὐδὲ κατ’ αὐτὸ τοῦτο ἀνήρ. ᾧ γὰρ ὁ νόμος οὐ μετεδίδου παρρησίας, τούτῳ προσῆκον ἦν ἐσκιαγραφημένας τὰς συμβουλὰς καὶ πεποικιλμένας ἡδονῇ καὶ χάριτι παραφέρειν, ὥσπερ καὶ τῶν ἰατρῶν οἱ μὲν ἐλεύθεροι τὸ δέον ἐπιτάττουσιν, ἐὰν δέ τις οἰκέτης γένηται τὴν τύχην καὶ τὴν τέχνην ἰατρός, πράγματα ἔχει κολακεύειν ἅμα καὶ θεραπεύειν τὸν δεσπότην ἀναγκαζόμενος. ὅτι Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ’ ἑσπέρας θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτ’ ἐκεῖνος εἶπεν· ὦ κύον, κύον, εἰ νὴ Δί’ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκῇς. ὅτι τὸν Αἴσωπόν φασί τινες ὡς τοσοῦτον ἄρα θεοφιλῆ γενέσθαι ὡς καὶ ἀναβιῶναι αὐτόν, καθάπερ οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον. καὶ Πλάτων φησὶν ὁ κωμικός· καὶ νῦν ὄμοσόν μοι μὴ τεθνάναι τὸ σῶμα. ἐγώ. ψυχὴ δ’ ἀπὸ νίκης ὥσπερ Αἰσώπου ποτέ. | ] |
| chi | 402 | [ | Χορίαμβος· μέτρον στίχων. Βαβρίας ἢ Βάβριος, Μύθους ἤτοι Μυθικά· εἰσὶ γὰρ διὰ χοριάμβων, ἐν βιβλίοις δέκα. οὗτος ἐκ τῶν Αἰσωπείων μύθων μετέβαλεν ἀπὸ τῆς αὐτῶν λογοποιΐας εἰς ἔμμετρα· ἤγουν τοὺς χοριάμβους. | ] |
| epsilon | 1909 | [ | Ἔωσεν· ἀπώσατο, ἐνέβαλεν. ἡ δὲ ἐγκύψαντα αὐτὸν εἰς πίθον, ἵνα ἀρύσηται οἶνον, ἔωσεν ἐς κεφαλὴν καὶ ἀπέπνιξε. καὶ περὶ τοῦ Αἰσώπου· οἱ Δελφοὶ ἔωσαν αὐτὸν κατὰ κρημνοῦ μάλα. | ] |
| epsilon | 3154 | [ | Ἐς κόρακας· Βοιωτοῖς Ἄρνην ποτὲ οἰκοῦσιν ἐρρήθη ὑπὸ τοῦ θεοῦ ἐκπεσεῖσθαι τῆς χώρας λευκῶν κοράκων φανέντων. νέοι δὲ μεθυσθέντες ποτέ, συλλαβόμενοι κόρακας ἐγύψωσαν κατὰ παίγνιον καὶ ἀπέστειλαν πωτᾶσθαι. ἰδόντες δὲ οἱ Βοιωτοὶ ἐταράχθησαν, ὡς τῆς μαντείας λαβούσης τέλος. καὶ φοβηθέντες οἱ νεανίσκοι τὸν θόρυβον ἔφυγον καὶ ᾤκησάν τινα τόπον, ὃν ἐκάλεσαν Κόρακας· εἰς ὃν μετὰ ταῦτα οἱ τὴν Βοιωτίαν οἰκοῦντες τοὺς ἁμαρτάνοντας ἔπεμπον. οἱ δὲ ὡς τοῦ ζῴου ἀναιδοῦς καὶ δυσοιωνιστικοῦ τῶν ἀνθρώπων ὄντος. Ἀριστοτέλης δέ φησιν, λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων, τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐᾶν ζῶντας καὶ ἐπιλέγειν τῷ λοιμῷ, φεῦγ’ ἐς κόρακας. ὁ δὲ Αἴσωπος μυθικῶς κολοιὸν μέγαν, νομίσαντα τοῖς κόραξιν ἴσον εἶναι, πρὸς αὐτοὺς πορευθῆναι· ἡττηθέντα δὲ πάλιν εἰς τοὺς κολοιοὺς ὑποστρέψαι· τοὺς δὲ ἀγανακτήσαντας παίειν αὐτὸν λέγοντας, φεῦγ’ ἐς κόρακας. Ἀριστείδης δὲ ἀποδίδωσι, διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι νεοσσοποιεῖσθαι, λέγειν ἡμᾶς, φεῦγ’ ἐς κόρακας. Ἐς κόρακας οὖν εἰς τὸ σκότος, εἰς ὄλεθρον. | ] |
| epsilon | 3266 | [ | Ἑταῖραι Κορίνθιαι· Λαΐς, Κυρήνη, Λέαινα, Σινώπη, Πυρρίνη, Σκιώνη, Ῥοδῶπις Θρᾳκική, σύνδουλος Αἰσώπου τοῦ λογοποιοῦ· ἥτις ἐλευθερωθεῖσα κατέμεινεν ἐν Αἰγύπτῳ. φησὶ δὲ Ἀριστοφάνης ἐν Πλούτῳ· καὶ τάς γ’ ἑταίρας φασὶ τὰς Κορινθίας, ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν· ἂν δὲ πλούσιος, τὸν πρωκτὸν αὐτὰς εὐθὺς εἰς τοῦτον τρέπειν. | ] |
| epsiloniota | 337 | [ | Εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος· Αἰσώπῳ τῷ μυθογράφῳ χρωμένῳ περὶ πλούτου ὁ θεὸς ἀνεῖλε τὸ λόγιον τοῦτο· εὔφορος γὰρ αὕτη ἡ χώρα. καὶ χρησμὸς ἐδόθη παρὰ Βάκιδος τοῦ χρησμολόγου· ἀλλ’ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος. ᾐνίξατο τοῦτο, ὅτι καὶ ἡ πόλις μεταξὺ οὐρανοῦ καὶ γῆς ἵδρυται, ἤτοι ἡ Νεφελοκοκκυγία. | ] |
| iota | 4 | [ | Ἰάδμων, Ἰάδμονος. ἦν δὲ Σάμιος· οὗτινος καὶ ἡ Ῥοδῶπις δούλη ἦν, ἣν ἑταίραν γενομένην, Θρᾷσσαν τὸ γένος, Χάραξος ὁ ἀδελφὸς Σαπφοῦς ἔλαβε γυναῖκα καὶ ἐξ αὐτῆς γεννᾷ. καὶ ζήτει ἐν τῷ Αἴσωπος Σάμιος. | ] |
| mu | 116 | [ | Μᾶλλον ὁ Φρύξ· ἡ παροιμία ἐνθένδε· οἱ ζʹ σοφοὶ ἐρωτώμενοι ὑπὸ Κροίσου, τίς τῶν ὄντων εὐδαιμονέστατος, οἱ μὲν ἀπεκρίναντο τὰ ἄγρια ζῷα· ὑπὲρ γὰρ τῆς αὐτονομίας ἀποθνήσκει· οἱ δὲ πελαργούς· δίχα γὰρ νόμου τῇ φύσει τὸ δίκαιον ἔχουσι· Σόλων δέ, οὐδένα πρὸ τῆς τελευταίας ἡμέρας. παρεστὼς δὲ Αἴσωπος ὁ Φρύξ, ὁ λογοποιός, τοσοῦτον, εἶπεν, ὑπερέχεις τῶν ἄλλων, ὅσον θάλασσα ποταμῶν. ἀκούσας δὲ Κροῖσος εἶπε, μᾶλλον ὁ Φρύξ. | ] |
| mu | 438 | [ | Μεθύση κύων· θηλυκόν. ὅτι Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ’ ἑσπέρας, θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτ’ ἐκεῖνος εἶπεν, ὦ κύον, κύον, εἰ νὴ Δί’ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκῇς. | ] |
| phi | 156 | [ | Φαιδριάς· φασὶ τὸν Αἴσωπον ἐν Δελφοῖς ἀδίκως ἀπολέσθαι ὑπ’ αὐτῶν, κατακρημνισθέντα ἀπὸ τῶν Φαιδριάδων καλουμένων πετρῶν. | ] |
| pi | 783 | [ | Πατῆσαι· ἐνδιατρίψαι, ἀφικέσθαι. Ἀριστοφάνης· ἀμαθὴς ἔφυς κ οὐ πολυπράγμων, οὐδ’ Αἴσωπον πεπάτηκας. ἐπὶ τῶν ἰδιωτῶν. | ] |
| pi | 2185 | [ | Πῶς δοκεῖς· θαυμαστικῶς τοῦτο λέλεκται παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις· κἀκ τῶν σιδίων βατράχους ἐποίει, πῶς δοκεῖς; καί, πῶς ἔγωγε χ’ οὑτοσὶ ξυνεσόμεθ’ ὑμῖν πετομένοις οὐ πετομένω; καλῶς; ὅρα νῦν, ὡς ἐν Αἰσώπου λόγοις ἔστιν λεγόμενον δή τι, τὴν ἀλώπεχ’ ὡς φλαύρως ἐκοινώνησεν αἰετῷ ποτε. μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον, ὃ διατραγόντες ἐστὸν ἐπτερωμένω. | ] |
| rho | 211 | [ | Ῥοδώπιδος ἀνάθημα· ὀβελίσκοι ἐν Δελφοῖς πολλοί. Ἀπελλᾶς δὲ ὁ Ποντικὸς οἴεται καὶ ἐν Αἰγύπτῳ πυραμίδα, Ἡροδότου ἐλέγχοντος τὴν δόξαν. ἦν δὲ Θρᾷσσα τὸ γένος, ἐδούλευσε δὲ σὺν Αἰσώπῳ Ἄδμονι Μιτυληναίῳ, ἐλυτρώσατο δὲ αὐτὴν Χάραξος, ὁ Σαπφοῦς ἀδελφός. ἡ δὲ Σαπφὼ Δωρίχαν αὐτὴν καλεῖ. | ] |
| sigma | 829 | [ | Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. | ] |
| sigma | 1271 | [ | Συβαριτικαῖς καὶ Συβαρικαῖς· τρυφηλαῖς, λαμπραῖς, πολυτελέσι· τρυφηταὶ γὰρ οἱ Συβαρῖται. οὗτοι γὰρ οὕτω διῆγον τρυφηλῶς, ὡς καὶ τοὺς ἵππους διδάσκειν πρὸς αὐλὸν ὀρχεῖσθαι. καὶ Συβαρίζειν, τὸ τρυφᾶν, ἢ τὸ θορυβεῖν. καὶ Συβάρεια ἐπιφθέγματα παρ’ Ἐπιχάρμῳ. καὶ Συβαριτικοὶ λόγοι, οἱ Αἰσώπειοι. καὶ Συβαρίσαι, τὰ τῶν Συβαριτῶν ποιῆσαι. καὶ παροιμία· Συβαρίτης διὰ πλατείας, ἐπὶ τῶν σοβαρῶς διαπορευομένων. Συβαρῖται δὲ γάστριες ἦσαν καὶ τρυφηταί. τοσοῦτος δὲ ἦν ζῆλος παρ’ αὐτοῖς τρυφῆς, ὥστε καὶ τῶν ἔξωθεν ἐθνῶν μάλιστα ἠγάπων Ἴωνας καὶ Τυρρηνούς, διότι συνέβαινεν αὐτοὺς τοὺς μὲν τῶν Ἑλλήνων, τοὺς δὲ τῶν βαρβάρων προέχειν τῇ κατὰ τὸ ζῆν πολυτελείᾳ. παρὰ τούτοις δὲ Μινδυρίδης λέγεται περιουσιάσαι τρυφῇ· οὗτος γὰρ Κλεισθένους τοῦ Σικυωνίων τυράννου νικήσαντος ἅρματι καὶ κηρύξαντος παραγενέσθαι τοὺς προαιρουμένους γαμεῖν αὐτοῦ τὴν θυγατέρα, δοκοῦσαν κάλλει διαφέρειν, ἀναχθῆναί τινα ἐκ Συβάρεως νηῒ πεντήκοντα τοὺς ἐρέτας ἔχοντα ἰδίους οἰκέτας, τοὺς μὲν ἁλιεῖς, τοὺς δὲ ὀρνιθοθήρας. παραγενόμενος δὲ εἰς Σικυῶνα, ταῖς κατὰ τὴν οὐσίαν παρασκευαῖς οὐ μόνον τοὺς ἀντιμνηστεύοντας, ἀλλὰ καὶ τὸν τύραννον αὐτὸν ὑπερᾶραι, καίπερ τῆς πόλεως αὐτῷ πάσης συμφιλοτιμουμένης. ἐν δὲ τῷ μετὰ τὴν ἄφιξιν δείπνῳ προσιόντος τινός, ὅπως κατακλιθῇ πρὸς αὐτόν, εἰπεῖν, ὅτι κατὰ τὸ κήρυγμα πάρεστιν ἢ μετὰ Κλεισθένους γυναικὸς ἢ μόνος κατακλιθησόμενος. | ] |
| zeta | 87 | [ | Ζῆσαι δὶς λέγουσι καὶ ἀναβιῶναι τὸν Ἡρακλέα, τὸν Τυνδάρεων καὶ τὸν Γλαῦκον, τινὲς δὲ καὶ τὸν Αἴσωπον. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: