Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Pyrrho (Pyrrho) - urn:cts:greekLit:lagl0234

Place of birth (Wikidata Statement)

Elis (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Elis (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Elis (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

philosopher (Wikidata)

painter (Wikidata)

author (Wikidata)

alphaiota 286[ Αἵρεσις· ἡ λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσα ἢ δοκοῦσα ἀκολουθεῖν. Ἱππόβοτος δὲ θʹ φησὶν αἱρέσεις εἶναι τῶν φιλοσόφων καὶ ἀγωγάς· αʹ Μεγαρικήν, Ἐρετριακήν, Κυρηναϊκήν, Ἐπικούρειον, Ἀννικέρειον, Θεοδώρειον, Ζηνώνειον, τὴν καὶ Στωικήν, Ἀκαδημαϊκήν, Περιπατητικήν· οὔτε δὲ Κυνικὴν οὔτε Ἠλιακὴν οὔτε Διαλεκτικήν. τὴν γὰρ Πυρρώνειον οὐδ’ οἱ πλείους προσποιοῦνται διὰ τὴν ἀσάφειαν. εἰ γὰρ αἵρεσιν νοοῖμεν πρόσκλισιν ἐν δόγμασιν ἀκολουθίαν ἔχουσαν, οὐκέτ’ ἂν προσαγορεύοιτο αἵρεσις ἡ Πυρρώνειος· οὐ γὰρ ἔχει δόγματα. ἔτι δὲ καὶ Ἐκλεκτή τις εἰσήχθη ὑπὸ Ποτάμωνος τοῦ Ἀλεξανδρέως, ἐκλεξαμένου τὰ ἀρέσαντα ἐξ ἑκάστης τῶν αἱρέσεων. κριτήρια δέ φησιν εἶναι τἀληθῆ· τὸ μὲν ὡς ὑφ’ οὗ γίνεται ἡ κρίσις, τουτέστι τὸ ἡγεμονικόν· τὸ δὲ ὡς δι’ οὗ, οἷον τὴν ἀκριβεστάτην φαντασίαν. ἀρχάς τε τῶν ὅλων τήν τε ὕλην καὶ τὸ ποιοῦν, ποίησίν τε καὶ τόπον· ἐξ οὗ γὰρ καὶ ὑφ’ οὗ καὶ ποίῳ καὶ ἐν ᾧ. τέλος δὲ εἶναι ἐφ’ ᾧ πάντα ἀναφέρεται, ζωὴν κατὰ πᾶσαν ἀρετὴν τελείαν, οὐκ ἄνευ τῶν τοῦ σώματος κατὰ φύσιν καὶ τῶν ἐκτός. ]
epsilon 2824[ Ἐποχή· πρῶτος Πύρρων ἀκαταληψίας καὶ ἐποχῆς εἶδος εἰσήγαγεν. Ἐποχή ἐστιν ἡ μοῖρα, ἐν ᾗ καταλαμβάνεται ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ ἕκαστος τῶν πλανητῶν. εἰσὶ δὲ οὗτοι κατὰ τάξιν· Φαίνων, Φαέθων, Πυρόεις, Ἥλιος, Φωσφόρος, Στίλβων, Σελήνη. ἕκαστον δὲ τῶν ζῳδίων διαιρεῖται εἰς λʹ μέρη, ἃ καλοῦνται μοῖραι. ἡ δὲ μοῖρα διαιρεῖται εἰς ξʹ μέρη, ἃ καλεῖται ἑξηκοστὰ πρῶτα λεπτά. καὶ τὸ ἓν πρῶτον λεπτὸν διαιρεῖται εἰς ἑξήκοντα πάλιν, ἃ καλοῦνται δεύτερα λεπτά. πλέον δὲ τῶν δευτέρων λεπτῶν ἐν τῷ προχείρῳ κανόνι παραλαβεῖν οὐκ ἀναγκαῖον. ]
theta 150[ Θεόδωρος, ὁ ἐπίκλην Ἄθεος, ὃς ἠκροάσατο Ζήνωνος τοῦ Κιτιέως, διήκουσε δὲ καὶ Βρύσωνος καὶ Πύρρωνος τοῦ Ἐφεκτικοῦ. ἀδιαφορίαν δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. οὗτος ἔγραψε πολλὰ συντείνοντα εἰς τὴν οἰκείαν αἵρεσιν, καὶ ἄλλα τινα. οὗτος εἶπε πρὸς Ἱππαρχίαν, τὴν γυναῖκα Κράτητος· αὕτη ἐστὶν ἡ τὰς πρὸς ἱστοὺς ἐκλιποῦσα κερκίδας καὶ τρίβωνα φοροῦσα. ]
omicron 802[ Οὐδὲν μᾶλλον· ὅτι οἱ Σκεπτικοί, τουτέστιν οἱ Πυρρώνειοι, τὰ τῶν αἱρέσεων δόγματα πάντα ἀνατρέποντες αὐτοὶ οὐδὲν ἀποφαίνονται δογματικῶς· προσφέρονται δὲ ἀποφάσεις εἰς μήνυσιν τῆς ἀπροπτωσίας, ὡς εἰ καὶ νεύσαντας τοῦτο ἐνεδέχετο δηλῶσαι. διὰ τῆς οὐδὲν ὁριζομένης φωνῆς τὸ τῆς ἀρεψίας πάθος δηλοῦται· ὁμοίως δὲ καὶ διὰ τῆς, οὐδὲν μᾶλλον, καὶ τῆς, παντὶ λόγῳ λόγος ἀντίκειται, καὶ ταῖς ὁμοίαις. λέγεται δὲ τὸ οὐδὲν μᾶλλον θετικῶς, ὡς ὁμοίων τινῶν ὄντων· οἷον, οὐθὲν μᾶλλον ὁ πειρατὴς κακός ἐστιν ἢ ὁ ψεύστης. ὑπὸ δὲ τῶν Σκεπτικῶν οὐ θετικῶς, ἀλλ’ ἀναιρετικῶς λέγεται· ὡς ὑπὸ τοῦ ἀνασκευάζοντος καὶ λέγοντος, οὐ μᾶλλον ἡ Σκύλλα γέγονεν ἢ Χίμαιρα. αὐτὸ δὲ τὸ μᾶλλον ποτὲ μὲν συγκριτικῶς ἐκφέρεται· ὡς ὅταν φῶμεν, μᾶλλον τὸ μέλι γλυκὺ ἢ τὴν σταφίδα· ποτὲ δὲ θετικῶς καὶ ἀναιρετικῶς· ὡς ὅταν λέγωμεν, μᾶλλον ἡ ἀρετὴ ὠφελεῖ ἢ βλάπτει. σημαίνομεν γάρ, ὅτι ἡ ἀρετὴ ὠφελεῖ, βλάπτει δ’ οὔ. ἀναιροῦσι δ’ οἱ Σκεπτικοὶ καὶ αὐτὴν τὴν οὐδὲν μᾶλλον φωνήν· ὡς γάρ, οὐ μᾶλλόν ἐστι πρόνοια, ἢ οὐκ ἔστι· οὕτω καὶ τό, οὐδὲν μᾶλλον ἔστιν, ἢ οὐκ ἔστι. σημαίνει οὖν ἡ φωνὴ τὸ μηδὲν ὁρίζειν, ἀλλ’ ἀπροσθετεῖν. ἡ δὲ παντὶ λόγῳ φωνὴ καὶ αὐτὴ συνάγει τὴν ἐποχήν. τῶν μὲν γὰρ πραγμάτων διαφωνούντων, τῶν δὲ λόγων ἰσοσθενούντων, ἀγνωσία τῆς ἀληθείας ἐπακολουθεῖ. εἰσὶ δέκα τρόποι, καθ’ οὓς τὰ ὑπερκείμενα παραλλάττοντα ἀπεφαίνετο. ]
pi 3238[ Πύρρων, Πλειστάρχου, Ἠλεῖος, φιλόσοφος· ὃς ἦν ἐπὶ Φιλίππου τοῦ Μακεδόνος, κατὰ τὴν ριαʹ Ὀλυμπιάδα καὶ ἐπέκεινα. καὶ πρότερον μὲν ἦν ζωγράφος, ὕστερον δὲ ὥρμησεν ἐπὶ φιλοσοφίαν καὶ διήκουσε Βρύσωνος, τοῦ Κλεινομάχου μαθητοῦ, εἶτα Ἀλεξάνδρου, τοῦ Μητροδώρου μαθητοῦ, τοῦ Χίου, οὗ διδάσκαλος ἦν ΜητρόδωροςἈβδηρίτης. ἐδόξασε δὲ μηδὲν φύσει αἰσχρὸν ἢ καλόν, ἀλλὰ ἔθει καὶ νόμῳ. ]
pi 3241[ Πυρρώνειοι· οἱ τὰ τοῦ Πύρρωνος φρονοῦντες αἱρετικοὶ οὕτως ἐκαλοῦντο ἀπὸ τοῦ διδασκάλου, ἀπορητικοί τε καὶ σκεπτικοί, ἐφεκτικοί τε καὶ ζητητικοί. ζητητικοὶ μὲν ἀπὸ τοῦ πάντοτε ζητεῖν τὴν ἀλήθειαν, σκεπτικοὶ δὲ ἀπὸ τοῦ σκέπτεσθαι ἀεὶ καὶ μηδέποτε εὑρίσκειν, ἐφεκτικοὶ δὲ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν πάθους, λέγω δὴ τὴν ἐποχήν· ἀπορητικοὶ δὲ ἀπὸ τοῦ τοὺς δογματικοὺς ἀπορεῖν καὶ αὐτούς. Θεοδόσιος δὲ ἐν τοῖς Σκεπτικοῖς οὔ φησι Πυρρώνειον καλεῖσθαι τὸν σκεπτικόν· εἰ γὰρ τὸ καθ’ ἕτερον κίνημα τῆς διανοίας ἄληπτόν ἐστιν, οὐκ εἰσόμεθα τὴν Πύρρωνος διάθεσιν· μὴ εἰδότες δὲ οὐδὲ Πυρρώνειοι καλοίμεθ’ ἄν. πρὸς τῷ μηδὲ πρῶτον εὑρηκέναι τὴν σκεπτικὴν Πύρρωνα μηδὲ ἔχειν τι δόγμα. λέγοιτο δ’ ἂν Πυρρώνειος ὁμότροπος ταύτης τῆς αἱρέσεως. κατῆρξεν οὖν πρῶτος τῆς σκεπτικῆς Ὅμηρος· οὐ γὰρ ὁριστικῶς δογματίζει περὶ τὴν ἀπόφασιν. καὶ οἱ ζʹ δὲ σοφοὶ σκεπτικοί εἰσιν· οἷον τὸ μηδὲν ἄγαν, καὶ τὰ λοιπά. ἀλλὰ καὶ Ἀρχίλοχος καὶ Εὐριπίδης. ἐν οἷς Ἀρχίλοχός φησι· τοῖος ἀνθρώποις νοῦς γίνεται θνητοῖς, ὁκοίην Ζεὺς ἡμέρην ἄγει. καὶ Εὐριπίδης· τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι· σοῦ γὰρ ἐξηρτήμεθα· δρῶμέν τε τοιαῦθ’ ἃ δὴ τυγχάνεις θέλων. ]
sigma 235[ Σέξστος, Χαιρωνεύς, ἀδελφιδοῦς Πλουτάρχου, γεγονὼς κατὰ Μάρκον Ἀντωνῖνον τὸν Καίσαρα, φιλόσοφος, μαθητὴς Ἡροδότου τοῦ Φιλαδελφαίου. ἦν δὲ τῆς Πυρρωνείου ἀγωγῆς καὶ τοσοῦτον πρὸς τιμῆς τῷ βασιλεῖ ἦν, ὥστε καὶ συνδικάζειν αὐτῷ. ἔγραψεν Ἠθικά, Ἐπισκεπτικὰ βιβλία ιʹ. ὅτι μετὰ θάνατον Κομοδοῦ ἐτόλμησέ τις Σέξστος τε εἶναι φῆσαι καὶ πρὸς ἀνάληψιν τοῦ τε πλούτου καὶ ἀξιώματος ὁρμῆσαι καὶ πολλά γε ὑπὸ πολλῶν ἀνακριθεὶς ἐκομψεύσατο, ὡς μέντοι καὶ τῶν Ἑλληνικῶν τι αὐτὸν ὁ Περτίναξ, ὧν ἐκεῖνος διεπεφύκει, ἀνήρετο, πλεῖστον ἐσφάλη, μηδὲ συνεῖναι τὸ λεγόμενον δυνηθείς. οὕτω που τὸ μὲν εἶδος ἐκ φύσεως καὶ τ ἄλλα ἐξ ἐπιτηδεύσεως αὐτῷ ἐῴκει, τῆς δὲ δὴ παιδείας αὐτοῦ οὐ μετεσχήκει. ]
sigma 236[ Σέξστος, Λίβυς, φιλόσοφος. Σκεπτικὰ ἐν βιβλίοις ιʹ, Πυρρώνεια [+]. ]
sigma 410[ Σιλλαίνει· μυλλαίνει, διὰ τῶν ὀφθαλμῶν σκώπτει, καὶ μυλλίζει. Σίλλος γὰρ ὁ μῖμος, ἢ ὁ μῶμος, καὶ ἡ κακολογία. καὶ ὁ χλευασμός. καὶ ὁ ταύτας γράφων σιλλογράφος ἦν Τίμων Φλιάσιος, φιλόσοφος τῆς Πύρρωνος ἀγωγῆς. ]
sigma 829[ Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License