Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Lycurgus (Lycurgus of Athens) - urn:cts:greekLit:tlg0034

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Place of death (Wikidata Statement)

Classical Athens (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

politician (Wikidata)

orator (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0034.suda001 - Against Lycophron
urn:cts:greekLit:tlg0034.suda002 - On his administration
urn:cts:greekLit:tlg0034.suda003
urn:cts:greekLit:tlg0034.suda004 - Against Aristogeiton
urn:cts:greekLit:tlg0034.suda005
urn:cts:greekLit:tlg0034.suda006 - Against Leocrates
urn:cts:greekLit:tlg0034.suda007
urn:cts:greekLit:tlg0034.suda008
urn:cts:greekLit:tlg0034.suda009 - Against Demades
urn:cts:greekLit:tlg0034.suda010
urn:cts:greekLit:tlg0034.suda011
urn:cts:greekLit:tlg0034.suda012
urn:cts:greekLit:tlg0034.suda013 - On the priestess
urn:cts:greekLit:tlg0034.suda014
urn:cts:greekLit:tlg0034.suda015
urn:cts:greekLit:tlg0034.suda016
urn:cts:greekLit:tlg0034.suda017

alpha 343[ Ἀγραφίου: εἶδος δίκης κατὰ τῶν ὀφειλόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο ἐγγραφέντων, πρινὴ δὲ ἐκτίσαι ἐξαλειφθέντων. οὕτως Δημοσθένης καὶ Δείναρχος καὶ Λυκοῦργος. ]
alpha 2704[ Ἀντίπατρος· οὗτος ἐπεὶ διεδέξατο τὴν ἀρχὴν τῶν Μακεδόνων, ἐπολιορκήθη μὲν ἐν Λαμίᾳ τῆς Θεσσαλίας ὑφ’ Ἑλλήνων· ἀναχωρησάντων δὲ τῶν Αἰτωλῶν, εἶτα τῶν ἄλλων, ἐσώθη. νικήσας δὲ ἤτει τοὺς ιʹ ῥήτορας, οὓς ἐξέδοσαν Ἀθηναῖοι, Δημοσθένην, Ὑπερίδην, Λυκοῦργον, Πολύευκτον, Ἐφιάλτην, Θρασύβουλον, Χάρητα, Χαρίδημον, Διότιμον, Πατροκλέα, Κάσσανδρον. ]
alpha 3912[ Ἀριστογείτων, Κυδιμάχου ἢ Λυσιμάχου, Ἀθηναῖος, ῥήτωρ, μητρὸς δὲ ἀπελευθερικῆς· ὅστις ἐπεκαλεῖτο κύων διὰ τὴν ἀναίδειαν αὐτοῦ. ἐφονεύθη δὲ ὑπὸ Ἀθηναίων, λόγους ποιήσας, Ἀπολογίαν πρὸς Δημοσθένην [+] τὸν στρατηγὸν, Πρὸς Λυκοῦργον [+], Κατὰ Τιμοθέου, Κατὰ Τιμάρχου, Κατὰ Ὑπερίδου [+], Κατὰ Θρασύλλου, Ὀρφανικόν. ζήτει περὶ τοῦδε τοῦ Ἀριστογείτονος, μήποτέ ἐστιν οὗτος ὁ Ἀρμοδίου ἑταῖρος. ]
alphaiota 60[ Αἰγίς· τὸ ἐκ τῶν στεμμάτων πλέγμα καὶ τὸ διὰ στεμμάτων πεπλεγμένον δίκτυον. ὡς Λυκοῦργος καὶ Ἡρόδοτος. ἡ δὲ ἱέρεια Ἀθήνησι τὴν ἱερὰν αἰγίδα φέρουσα πρὸς τὰς νεογάμους εἰσήρχετο. ἐπὶ τῶν ἀναίδην οὖν ποιούντων τι τάττεται ἡ παροιμία. καὶ ὁ θώραξ· καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης. Νυμφόδωρος δὲ ταῦτα ὑπὸ Λιβύων αἰγέας φησὶ καλεῖσθαι. ]
chi 307[ Χιλιωθέντα· ἀντὶ τοῦ χίλια σοφὰ ὄντα· ὡς Λυκοῦργος. ὁ δ’ αὐτὸς καὶ χιλιῶσαι ἔφη. ]
delta 259[ Δερματικόν· Λυκοῦργος λέγει τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περιγινόμενον ἀργύριον. ]
delta 407[ Δηλιασταί· οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί. οὕτως Λυκοῦργος. ]
delta 1328[ Δοκιμασθείς· Δημοσθένης μὲν ἀντὶ τοῦ εἰς ἄνδρας ἐγγραφείς. λέγει γὰρ καὶ ἐπὶ τῶν ἀρχόντων τὸ δοκιμασθῆναι. ἐλέγετο δὲ καὶ ἐπὶ τῶν πολιτευομένων τὸ δοκιμασθῆναι, εἰ καὶ μηδ’ ἥντινα ἦρχον ἀρχήν· ἐνίοτε δὲ καὶ αὐτῶν ἐξητάζετο ὁ βίος. Λυκοῦργος δὲ γʹ δοκιμασίας φησὶ κατὰ τὸν νόμον γίνεσθαι. καὶ γὰρ μία μέν ἐστιν, ἣν οἱ θʹ ἄρχοντες δοκιμάζονται· ἄλλη δέ, ἣν οἱ ῥήτορες, τρίτη δέ, ἣν οἱ στρατηγοί. λέγει δὲ ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμασίαν. ]
epsilon 368[ Ἑκατόμπεδος νεώς· ὁ Ἀθήνησι παρθενών. καὶ Ἑκατόμπεδον· Λυκοῦργος. ὁ παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος. ]
epsilon 1032[ Ἐμποδών· Θουκυδίδης ηʹ ἀντὶ τοῦ προχείρους. φησὶ γάρ· τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν, πορρωτέρω δὲ μηδὲν ἐπορέγεσθαι ταῖς διανοίαις. Λυκοῦργος δὲ ἐν τῷ κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν. Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ. Ἰσαῖος δὲ ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερσί· φησὶ γὰρ ἐν τῇ ὑπὲρ Εὐμαθοῦς εἰς ἐλευθερίαν ἀφαιρέσει, ἀλλὰ τὸ πρωϊζόν, ὦ ἄνδρες Ἀθηναῖοι· τουτὶ γὰρ παντελῶς ἐμποδὼν εἶναι. ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου· φησὶν ἐν βʹ φιλοσοφουμένων περὶ τῶν φιλοσόφων· τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημε καὶ παῖδας ἀνείλατο καὶ οὐσίας ἐπεμελήθη, μηδενὸς ἐμποδὼν ὄντος; ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει. φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ λογιώτερον πάντων ἔκρινε παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν αὐτῷ δίδωσι παραμυθίαν ἐκ τῶν δημοσίων. ]
epsilon 2417[ Ἐπικράτης, Ἀθηναίων δημαγωγός, Ἔφορος ἐπικαλούμενος· οὗ καὶ Δημοσθένης ἐν τῷ Παραπρεσβείας μνημονεύει. ἕτερος δέ ἐστιν, οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ διοικήσεως· ὅν φασι κεκτῆσθαι ταλάντων χʹ οὐσίαν. ἄλλος δέ ἐστιν Ἐπικράτης, Αἰσχίνου τοῦ ῥήτορος κηδεστής· ᾧ ἐπώνυμον Κυρηβίων, ὡς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου [+]. ]
epsilon 3242[ Ἐσχάρα· ἐσχάραν φησὶ καλεῖσθαι Λυκοῦργος καὶ Ἀμμώνιος τὴν μὴ ἔχουσαν ὕψος, ἀλλ’ ἐπὶ γῆς ἱδρυμένην, ἢ κοίλην. παρ’ ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν σώματι κοῖλα ἕλκη ἐσχάρας καλοῦσιν. ]
kappa 615[ Καταλεύσιμον· τὸν ἄξιον τοῦ καταλευσθῆναι εἶπε Δείναρχος ἐν τῷ κατὰ Λυκούργου [+]. ]
kappa 1145[ Καυχᾷ· οἱ λοιποὶ ῥήτορες ἐπὶ τῆς αὐτῆς ἐννοίας αὐχεῖν λέγουσι· Λυκοῦργος ἐν τῷ Περὶ μαντειῶν ἐχρήσατο τῇ λέξει. δεῖ δὲ τ ἄλλα ἐν δημοκρατίᾳ σοι εἰπεῖν· ἑνὸς δ’ οὐκ ἔστι σοι· κακῶς γὰρ αὐτοῦ προέστης· ἐφ’ οἷς καυχᾷ, οἱ ἄλλοι αἰσχνύνονται. ]
kappa 2518[ Κτηματίτην· τὸν κτήματα πολλὰ ἔχοντα. οὕτως Λυκοῦργος. καὶ Κτῆμα ἐπὶ οἰκέτου. ὁ δὲ διελέγετο αὐτῷ καὶ ἠξίου κτῆμα αὐτῶν σφῶν γεγονότα, πᾶν ὅ τι ἂν δύνηται πρὸς κατάθεσιν τοῦ πολέμου ἐργάσασθαι. ]
lambda 825[ Λυκοῦργος, Λυκόφρονος, Ἀθηναῖος, τὸ γένος Ἐτεοβουτάδης, τῶν μετὰ Δημοσθένους ἐγκριθέντων ῥητόρων. ἀνέγκλητος δὲ βιοὺς τελευτᾷ νόσῳ υἱοὺς καταλιπών· ὑπὲρ ὧν συκοφαντηθέντων Δημοσθένης ὁ ῥήτωρ ἀπὸ τῆς φυγῆς εἰπὼν ἐξεῖλεν αὐτούς. λόγοι δὲ αὐτοῦ εἰσιν γνήσιοι οἱ σῳζόμενοι· Κατὰ Ἀριστογείτονος, Κατὰ Αὐτολύκου, Κατὰ Λεωκράτους, Κατὰ Λυκόφρονος βʹ, Κατὰ Πασικλέους, Κατὰ Μεναίχμου, Κατὰ Δημάδου [+], Ἀπολογία πρὸς τὸν αὐτὸν, Ὑπὲρ τῶν εὐθυνῶν, Πρὸς Ἰσχυρίαν, Πρὸς τὰς μαντείας, Περὶ τῆς διοικήσεως, Περὶ τῆς ἱερείας, Περὶ τῆς ἱερωσύνης. ἐπιστολαί· καὶ ἄλλα τινα. ]
lambda 862[ Λυσίμαχος· οὗ μὲν Δημοσθένης ἐν τῷ Περὶ τῶν ἀτελφῶν μνημονεύει, Ἀριστείδου ἦν υἱὸς τοῦ δικαίου· οὗ δὲ Λυκοῦργος, μελοποιὸς ἦν εὐτελής. ]
mu 931[ Μηλόβοτος χώρα· ὑπὸ πολεμίων ἐξερημωθεῖσα, ἣν κατανέμεται τὰ τετράποδα. κεῖται δὲ τοὔ νομα καὶ παρὰ τῷ Λυκούργῳ ἐν τῷ κατ’ Αὐτοκλέους· ἀλλὰ καὶ μηλόβοτον τὴν Ἀττικὴν ἀνῆκε. βουλευομένου δὲ ὅπως τῇ πόλει χρήσηται Ἀθηναῖοι μὲν μηλόβοτον ἀνεῖναι συνεβούλευον, Φωκεῖς δὲ ἀντεῖπον σῶσαι. ]
mu 1013[ Μητρῷον· Λυκοῦργος ἐν τῷ κατὰ Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαι ἐν τῷ Μητρῴῳ. ]
mu 1309[ Μοχθηρία· ἡ κακία. ὡς Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος· οὐ γὰρ ὅσιον τοὺς γεγραμμένους νόμους, δι’ ὧν ἡ δημοκρατία σῴζεται, παραβαίνοντα, ἑτέρων δὲ μοχθηρῶν ἐξηγητὴν ἐθῶν καὶ νομοθέτην γενόμενον ἀτιμώρητον ἀφεῖναι. ]
nu 235[ Νεώρια καὶ Νεώσοικοι· μήποτε νεώρια λέγεται ὁ τόπος ἅπας, εἰς ὃν ἀνέλκονται αἱ τριήρεις καὶ πάλιν ἐξ αὐτοῦ καθέλκονται, ὡς ὑποσημαίνουσι Λυκοῦργός τε καὶ Ἀνδοκίδης. ]
nu 384[ Νίκη Ἀθηνᾶ· Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον ἔχον ἐν μὲν τῇ δεξιᾷ ῥοιάν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρ’ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος ὁ περιηγητὴς ἐν πρώτῳ περὶ Ἀκροπόλεως. ᾗ ἀλληγορουμένῃ εἰς φρόνησιν ἐπακολουθεῖ πάντως καὶ τὸ νικᾶν· φρόνησις μὲν γὰρ νικητικόν, ἀφρόνως δὲ μάχεσθαι καὶ προπετῶς σφαλερόν. αὕτη πτερὰ μὲν ἔχουσα τὸ κατὰ νοῦν δηλοῖ ὀξὺ καὶ ὡς εἰπεῖν ὠκύπτερον· ἄπτερος δὲ γραφομένη τὸ κατὰ εἰρήνην ἡσύχιον ἐμφαίνει καὶ πολιτευτικόν, καθ’ ὃ τέθηλε τὰ περὶ γῆν, οὗ δὴ ἀγαθοῦ ἔμφασις ἡ κατὰ τὴν δεξίαν ῥοιά, ὥσπερ μάχης τὸ ἐν τῇ ἀριστερᾷ κράνος, ἵνα οὕτω δύναμις εἴη καὶ ἡ Ἀθηνᾶ ὡς τἀναντία ἰσχύουσα. ]
omicron 591[ Ὁρκάνη· Λυκοῦργος κατὰ Λυκόφρονος βʹ. μήποτε ὁ φραγμός, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιά, οὕτως καλεῖται. παρὰ τὸ ἐρύκειν, ἢ παρὰ τὸ ἕρκος εἶναι. Ὅμηρος· αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. ]
omicron 1041[ Ὀχεῖον· ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐχρήσατο. ἐχρήσατο δὲ ὁ αὐτὸς ἀντὶ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον. φησὶ γάρ· ὠνοῦνταί μου τῶν ἵππων ὀχεῖον. Λυκοῦργος δὲ ἐν τῷ Περὶ διοικήσεως γείτονας τοῦ ὀχείου φησί. καὶ μήποτε ἐπὶ τούτου τινὲς ἔλαβον τὴν λέξιν, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦνται. ]
pi 364[ Παράκλησις· ἀντὶ τοῦ προτροπή. Ἰσοκράτης Παραινέσεσι· διόπερ ἡμεῖς οὐ παράκλησιν εὑρόντες, ἀλλὰ παραίνεσιν γράψαντες. Λυκοῦργος δὲ ἀντὶ τῆς δεήσεως ἐχρήσατο λέγων· ὑμᾶς οἶμαι τοῦτο ποιήσειν καὶ χωρὶς τῆς ἐμῆς παρακλήσεως. ]
pi 1016[ Πεπορπημένος· ἱμάτιον διπλοῦν περικείμενος, πόρπῃ συνεχόμενον, ὡς μὴ ἀφίστασθαι τῶν ὤμων. κεῖται παρὰ Λυκούργῳ ἐν τῷ κατὰ Τιμοκράτους· τῶν δ’ ἀνδρῶν τοὺς τοῖς σώμασιν ἀπειρηκότας καὶ ταῖς ἡλικίαις πρεσβυτέρους καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένους ἰδεῖν ἦν καθ’ ὅλην τὴν πόλιν τότ’ ἐπὶ γήρως ὀδῷ περιφθειρομένους, διπλᾶ ἱμάτια ἐμπεπορπημένους. ]
pi 1417[ Πεφασμένος· ἀντὶ τοῦ γεγενημένος. Λυκοῦργος· Λυσίας δὲ πεφασμένος ἀντὶ τοῦ φανερῶς λέγει. ]
pi 2420[ Προηροσίαι· αἱ πρὸ τοῦ ἀρότρου γινόμεναι θυσίαι περὶ τῶν μελλόντων ἔσεσθαι καρπῶν, ὥστε τελεσφορεῖσθαι· ἐγίνετο δὲ ὑπὸ Ἀθηναίων ὑπὲρ πάντων Ἑλλήνων εϚʹ Ὀλυμπιάδι. Λυκοῦργός φησιν ἐν τῷ κατὰ Μενεσαίχμου· καὶ γὰρ νῦν πολλὰς καὶ μεγάλας ὑμῖν τιμὰς ὀφείλω καὶ ζηλῶ παρὰ πᾶσιν Ἕλλησι μαντευομένοις τὸν Δία προηροσίαν ποιήσασθαι. ]
pi 2482[ Προκώνια· Λυκοῦργος κατὰ Μενεσαίχμου. Δίδυμος δέ, προκώνια, φησί, πυροὶ μέλιτι κεχρημένοι· Ἀριστοφάνης δέ, ὁ γραμματικὸς καὶ Κράτης τὰ ἐξ ἀφρύκτων κριθῶν οὕτως φασὶν ὀνομάζεσθαι. ἔοικε δὲ καὶ ἐκ πυρῶν καὶ ἐκ κριθῶν γίνεσθαι. Δήμων δὲ φησὶν ἐν τῷ περὶ θυσιῶν· καὶ προκώνια ἐστὶ κάχροις κατηριγμένα μετὰ ἀρωμάτων. ]
pi 2866[ Προτέλεια. Πρωτόλεια δέ. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. τὰ πρὸ τοῦ τελεσθῆναί τι τῶν εἰς τὸ θεῖον ἀναφερομένων γιγνόμενα ἢ διδόμενα. ]
pi 2928[ Προχαριστήρια· ἡμέρα ἐν ᾗ οἱ ἐν τῇ ἀρχῇ πάντες ἀρχομένων καρπῶν φύεσθαι, λήγοντος ἤδη τοῦ χειμῶνος, ἔθυον τῇ Ἀθηνᾷ. τῇ δὲ θυσίᾳ ὄνομα Προχαριστήρια. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερωσύνης· τὴν τοίνυν ἀρχαιοτάτην θυσίαν διὰ τὴν ἄνοδον τῆς θεοῦ, ὀνομασθεῖσαν δὲ Προχαριστήρια, διὰ τὴν βλάστησιν τῶν καρπῶν τῶν φυομένων. ]
pi 3104[ Πυανεψιῶνος· ὄνομα μηνός. καὶ Πυανοψία· Λυκοῦργος ἐν τῇ κατὰ Μεσαίχμου. καὶ ἡμεῖς Πυανοψίαν ταύτην τὴν ἑορτὴν καλοῦμεν, οἱ δὲ ἄλλοι Ἕλληνες Πανοψίαν, ὅτι πάντας εἶδον τοὺς καρποὺς τῇ ὄψει. Πυανεψιῶνος δὲ ὅτι ἑβδόμῃ τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαι φασί. δεῖν δὲ φασὶ λέγειν Πυανέψια καὶ τὸν μῆνα Πυανεψιῶνα· πύανα γὰρ ἕψουσιν ἐν αὐτοῖς, καὶ ἡ εἰρεσιώνη ἄγεται. ]
psi 51[ Ψευδὴς ἐγγραφή· τοῦτο μὲν ὄνομα δίκης. ζητήσει δ’ ἄν τις, τίνι διαφέρει ψευδεγγραφὴ βουλεύσεως· καὶ γὰρ διαφέροντα τίθησιν ὁ Λυκοῦργος. τάχα οὖν ψευδεγγραφῆς μὲν ἐλάγχανον οἱ μὴ ὀφείλοντες μέν, ἐγγραφέντες δὲ ψευδῶς, βουλεύσεως δέ οἱ πάλαι μὲν ὠφληκότες, ἀποδόντες δὲ καὶ αὖθις κατ’ ἐπιβουλὴν ψευδῶς ἐγγραφέντες. ]
sigma 283[ Σείρινον· σείρινον ἐκάλουν λεπτὸν ἱμάτιον ἀσπάθητον, οἷον θέριστρον· καθά φασιν οἱ γλωσσογράφοι. καὶ σειρὴν δὲ ὁ λεπτὸς καὶ διαφανὴς χιτών, εὔθετος τότε, ὅτε ἐστὶν ὁ σείριος. ἔστι δὲ καὶ Σεῖρις, πόλις Ἰταλική. καὶ τάχα τὰ ἔνθεν ὑφάσματα, εἴ τινα ἄλλα, Λυκοῦργος εἶπεν ἐν τῷ Περὶ τῆς διοικήσεως. ἐν ἐνίοις μὲν χωρὶς τοῦ ι γράφεται δὲ σέρινα. ]
sigma 1071[ Στεφανῶν τοὺς νενικηκότας· αἰτιατικῇ. ἀντὶ τοῦ τιμῶν. ὡς Δημοσθένης. καὶ γὰρ Λυκοῦργός φησιν· ἀλλὰ μὴν καὶ Καλλισθένην ἑκατὸν μναῖς ἐστεφανώσατε. ]
sigma 1675[ Συσσημαίνεσθαι· ὃ καλοῦσι κατασφραγίσασθαι, τοῦτο οἱ ῥήτορες συσσημαίνεσθαι λέγουσι. Λυκοῦργος ἐν τῷ Περὶ ἱερείας· ὥστε προστεταγμένον ἐπὶ ψηφίσματος καὶ τὴν ἱέρειαν συσσημαίνεσθαι τὰ γραμματεῖα. καὶ Σύσσημον, τὸ σημεῖον. ]
tau 910[ Τραπεζοφόρος· ἱερωσύνης ὄνομα ἡ τραπεζοφόρος· καὶ ὅτι αὕτη τε καὶ ἡ κοσμὼ συνδιέπουσι πάντα τῇ τῆς Ἀθηνᾶς ἱερείᾳ· ὡς Λυκοῦργος ἐν τῷ αὐτῷ λόγῳ δεδήλωκε. ]
upsilon 294[ Ὑπερίδης, υἱὸς Γλαυκίππου τοῦ ῥήτορος, οἱ δὲ Πυθοκλέους, Ἀθηναῖος, ῥήτωρ, τῶν πρώτων κεκριμένων δέκα εἷς· μαθητεύσας ἅμα Λυκούργῳ[ καὶ] Πλάτωνι τῷ φιλοσόφῳ[ καὶ] Ἰσοκράτει τῷ ῥήτορι. καὶ ἀπέβη μὲν δεξιὸς ῥήτωρ, γυναικῶν δὲ ἡττήθη· ἀνῃρέθη δὲ καὶ αὐτὸς ὑπὸ Ἀντιπάτρου τοῦ βασιλέως, ἐξαγαγόντος αὐτὸν τοῦ ἐν Ἑρμιόνῃ ναοῦ τῆς Δήμητρος, δι’ Ἀρχίου τοῦ ἐπικληθέντος Φυγαδοθήρα, καὶ ἀποτμηθεὶς τὴν γλῶτταν ἀπέθανεν. ὁ δὲ υἱὸς αὐτοῦ Γλαύκιππος τὰ ὀστᾶ λαβὼν εἰς τὸ πατρῷον ἔθαψε μνῆμα. εἰσὶ δὲ οἱ πάντες λόγοι αὐτοῦ νϛʹ. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License