Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Works Catalog

Plato (Plato) - urn:cts:greekLit:tlg0059.suda012 (Phaedo)

alpha 3935[ Ἀρίστων, ὁ Πλάτωνος πατήρ. τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων. καὶ οὕτε ὁ Τίμαιος αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις· οὕτε ὁ Φαίδων, οὕτε ὁ Γοργίας [+]· οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος ὁ Παρμενίδης [+]. ]
chi 418[ Χοσρόης· ὁ Περσῶν βασιλεύς. ὑμνοῦσιν αὐτὸν καὶ ἄγανται πέρα τῆς ἀξίας μὴ ὅτι οἱ Πέρσαι, ἀλλὰ καὶ ἔνιοι τῶν Ῥωμαίων, ὡς λόγων ἐραστὴν καὶ φιλοσοφίας τῆς παρ’ ἡμῖν ἐς ἄκρον ἐλθόντα, μεταβεβλημένων αὐτῷ ὑπό του ἐς τὴν Περσίδα φωνὴν τῶν Ἑλληνικῶν συγγραμμάτων. καὶ τοίνυν φασίν, ὅτι δὴ ὅλον τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλώρου, τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων, καὶ οὔτε ὁ Τίμαιος [+] αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται, καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις, οὔτε ὁ Φαίδων [+] οὔτε ὁ Γοργίας [+], οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος ὁ Παρμενίδης [+]. ἐγὼ δέ, φησὶν Ἀγαθίας, οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων, ἐλευθέριον καὶ πρός γε τῇ τῶν πραγμάτων φύσει πρόσφορόν τε καὶ ἐπικαιρότατον, ἀγρίᾳ τινὶ γλώττῃ καὶ ἀμουσοτάτῃ ἀποσωθῆναι; πῶς δὲ ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παίδων καὶ κολακείᾳ πολλῇ γεγαννυμένος δίαιτάν τε λαχὼν ἐς ὅτι βαρυτάτην καὶ πρὸς πολέμους ἀεὶ καὶ παρατάξεις ὁρῶσαν, πῶς δὴ οὖν ὧδε βιοὺς ἔμελλε μέγα τι καὶ λόγου ἄξιον ἐν τοῖσδε ἀπόνασθαι τοῖς διδάγμασι καὶ ἐνασκηθῆναι; εἰ μὲν οὖν ἐπαινοίη τις αὐτόν, ὅτι δὴ βασιλεύς γε ὢν καὶ Πέρσης, ἐθνῶν τε τοσούτων καὶ πράξεων μέλον αὐτῷ· ὁ δὲ ἐφίετο γοῦν ὅμως ἀμηγέπη ἀπογεύεσθαι λόγων, καὶ τῇ περὶ ταῦτα γάννυσθαι δόξῃ· ξυνεπαινέσαιμι ἂν καὶ ἔγωγε τὸν ἄνδρα καὶ μείζονα θείην τῶν ἄλλων βαρβάρων. ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι καὶ μονονουχὶ τοὺς ὅποι ποτὲ πεφιλοσοφηκότας ὑπερβαλλόμενον, ὡς καὶ ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγινώσκειν, ἐκεῖνοι ἂν μάλιστα φωραθεῖεν οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, μόνῃ δὲ τῇ τῶν πολλῶν ἑπόμενοι φήμῃ. ]
chi 423[ Χωλή· ἀντὶ τοῦ ἀτελής. Περὶ ψυχῆς Πλάτων· ἀλλ’ εἰ ταύτῃ ἔσται χωλὴ ἡ φύσις. ]
epsiloniota 22[ Εἰδέα· ὅτι Πλάτων διαφόροις ὀνόμασιν ἐπὶ τοῦ αὐτοῦ σημαινομένου χρῆται. τὴν γοῦν εἰδέαν εἶδος ὀνομάζει καὶ γένος καὶ παράδειγμα καὶ ἀρχὴν καὶ αἴτιον καὶ οὔτε κινούμενον οὔτε μένον καὶ ταὐτὸ καὶ ἓν καὶ πολλά. καὶ πάλιν ἓν ὄνομα ἐν διαφόροις σημαινόμενον. οἷον τὸ φαῦλον, ὃ σημαίνει τὸ ἁπλοῦν καὶ εὐχερές, ὡς Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ, καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος, οἷον, φαῦλον πρᾶγμα ἔσται. τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς. ]
epsiloniota 35[ Εἴδησις· ἡ γνῶσις. ὅτι ἡ εἴδησις τριττή. ἡ γὰρ ἐπιστήμη λέγεται εἴδησις, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι [+]· τὸ γὰρ εἰδέναι τοῦτό ἐστι, τὸ λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβλῆσθαι. ἢ ἡ ὁλοσχερεστέρα γνῶσις, ἢ ἁπλῶς ἢ κοινοτέρα, καὶ τοῦτο ἑκάτερον περιέχουσα, ὥς φησιν Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς· ἐπειδὴ καὶ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι περὶ πάσας τὰς ἐπιστήμας. διὰ μὲν γὰρ τοῦ εἰδέναι τὴν ὁλοσχερῆ γνῶσιν σημαίνει, διὰ δὲ τοῦ ἐπίστασθαι τὴν ἀκριβῆ. ἢ τὴν κοινῶς ἐπὶ πάσης γνώσεως λεγομένην· ἣν ἐν τοῖς Μετὰ τὰ φυσικὰ παρέλαβεν. ]
nu 524[ Νοῦς· ὅτι ὁ νοῦς πάντων ἔχει τοὺς λόγους ἐν ἑαυτῷ, ἀλλὰ τῶν μὲν πρὸ αὐτοῦ εἰκονικῶς, τῶν δὲ μετ’ αὐτὸν παραδειγματικῶς. λύσις ὀνείρου· ἀρθεὶς νόον γίνωσκε γῆν ναίειν ξένην. ὅτι Πυθαγόρας τὴν τοῦ ἀνθρώπου ψυχὴν διῃρῆσθαι ἔφη εἰς γʹ· νοῦν, φρένας καὶ θυμόν. νοῦν μὲν καὶ θυμὸν εἶναι καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φρένας δὲ μόνον ἐν ἀνθρώπῳ. εἶναι δὲ τὴν ἀρχὴν τῆς ψυχῆς ἀπὸ καρδίας μέχρι ἐγκεφάλου. καὶ τὸ μὲν ἐν καρδίᾳ μέρος αὐτῆς ὑπάρχειν θυμόν, φρένας δὲ καὶ νοῦν τὰ ἐν τῷ ἐγκεφάλῳ. ὅτι τῶν διανοουμένων τὰ μὲν κατὰ περίπτωσιν ἐνοήθη, τὰ δὲ καθ’ ὁμοιότητα, τὰ δὲ κατὰ ἀναλογίαν, τὰ δὲ κατὰ μετάθεσιν, τὰ δὲ κατὰ σύνθεσιν, τὰ δὲ κατ’ ἐναντίωσιν. καὶ κατὰ περίπτωσιν μὲν τὰ αἰσθητά, καθ’ ὁμοιότητα δὲ τὰ ἀπό τινος παρακειμένου, ὡς Σωκράτης ἀπὸ τῆς εἰκόνος· κατ’ ἀναλογίαν δὲ αὐξητικῶς μὲν ὁ Τιτυὸς καὶ ὁ Κύκλωψ, μειωτικῶς δὲ ὡς ὁ πυγμαῖος· καὶ τὸ κέντρον δὲ τῆς γῆς κατ’ ἀναλογίαν ἐνοήθη ἀπὸ τῶν μικροτέρων σφαιρῶν· κατὰ μετάθεσιν δὲ οἷον οἱ ὀφθαλμοὶ ἐπὶ τοῦ στήθους, κατὰ σύνθεσιν δὲ ἱπποκένταυρος, καὶ κατ’ ἐναντίωσιν θάνατος. νοεῖται δὲ καὶ κατὰ μετάβασίν τινα, ὡς τὰ λεκτὰ καὶ ὁ τόπος. φυσικῶς δὲ νοεῖται καὶ ὄν τι καὶ ἀγαθόν, καὶ κατὰ στέρησιν, οἷον ἄχειρος. ὅτι τοῦ νοῦ ἔργον ἐστὶν ἁπλαῖς προσβολαῖς καὶ κρεῖττον ἢ κατὰ ἀπόδειξιν ἐπιβάλλειν τοῖς πράγμασιν. ὥσπερ ἡ αἴσθησις προσβαλοῦσα τυχὸν τῷ λευκῷ ἢ τῷδε τῷ σχήματι κρεῖττον ἢ κατὰ ἀπόδειξιν αὐτοῦ τὴν γνῶσιν ἔσχεν· οὐ γὰρ δεῖται πρὸς ταύτην συλλογισμοῦ. ἡ δέ γε τοῦ νοῦ ἐνέργεια ἐκείνοις παραγίνεται, οἷς εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης γέγονεν ἀφικέσθαι καὶ διὰ τῶν καθαρτικῶν ἀρετῶν ἀφαντάστως καὶ δίχα αἰσθήσεως ἐνεργεῖν συνειθισμένοις. ἔστι γὰρ ὁ νοῦς οἷον ἕξις τῆς ψυχῆς τελειοτάτη. καὶ γίνεται τοίνυν ὁ μὲν νοῦς περὶ τὰ νοητά, ἡ δὲ διάνοια περὶ τὰ διανοητά, ἡ δὲ δόξα περὶ τὰ δοξαστά. τούτων δὲ τῶν δυνάμεων πρώτην μὲν ἔχει τάξιν ὁ νοῦς, μέσην δὲ ἡ διάνοια, ἐσχάτην δὲ ἡ δόξα. ἡ δὲ διάνοια προσῳκείωται τῇ ἡμετέρᾳ ψυχῇ, ἐπειδὴ καὶ αὐτὴ τὴν μέσην ἐν τῷ παντὶ τάξιν ἔχει, καὶ διὰ τῆς διανοίας ἀνάγεται ἡ ἡμετέρα ψυχὴ ἐπὶ τὴν τῶν νοητῶν θεωρίαν, ἥτις ἐστὶ τελειότης τῆς ψυχῆς. ἐπειδὴ γὰρ σύντροφος καὶ σύμφυλός ἐστι τοῖς αἰσθητοῖς ἡ ψυχὴ ἡ ἡμετέρα, ἀδυνατεῖ διὰ τὸν συνεθισμὸν τῶν αἰσθήσεων ἐπὶ τὴν θεωρίαν τῶν νοητῶν καὶ ἀΰλων ἄγειν ἑαυτήν, ἀλλὰ νομίζει κἀκεῖνα σώματα εἶναι καὶ μεγέθη ἔχειν· καὶ ὅσα ἐπὶ τῶν αἰσθητῶν, κἀκείνων φαντάζεται. καὶ Πλάτων ἐν Φαίδωνι· τοῦτό ἐστι τὸ χαλεπώτατον τῶν ἐν ἡμῖν, ὅτι ὅταν σχολὴν ἀπὸ τῶν περιολκῶν τοῦ σώματος μικρὸν ἄγωμεν καὶ θελήσωμεν τῇ θεωρίᾳ τῶν θείων σχολάσαι, παρεμπίπτουσα ἡ φαντασία θόρυβον ἡμῖν κινεῖ, ὑπονοεῖν διδοῦσα, ὅτι σῶμά ἐστι τὸ θεῖον καὶ μέγεθος ἔχει καὶ σχῆμα, καὶ οὐκ ἐᾷ ἡμᾶς ἀσωμάτως καὶ ἀσχηματίστως περὶ θεοῦ ἐννοεῖν. διὰ τοῦτο δεῖ τὴν ψυχὴν ὁδεύουσαν ἐπὶ τὴν ἑαυτῆς τελειότητα πρῶτον ἐνεργῆσαι κατὰ διάνοιαν, ἥτις ἔχει περὶ τὰ μέσα τῶν πραγμάτων· οἷά ἐστι τὰ διανοητὰ ἥ τε ψυχὴ ἡ ἡμετέρα καὶ ἡ περὶ αὐτῆς θεωρία· ἔτι δὲ καὶ τὰ μαθηματικά. ]
omicron 642[ Ὀρτυγοκόπος· παιδιά τις, ἐν ᾗ ὄρτυγας ἱστᾶσιν ἐν γύρῳ, οὓς τύπτουσιν εἰς τὴν κεφαλήν. καὶ ὁ μὲν ἐν τῷ γύρῳ καταβαλὼν τὸν ὄρτυγα λαμβάνει ἑξῆς, οὓς ἂν δύνηται· ὁ δ’ ἀποτυχὼν παρέχει θατέρῳ τοὺς ὄρτυγας τύπτειν· καὶ τοῦτ’ ἀνὰ μέρος ποιοῦσι. λέγει οὖν ἐν Ἀλκιβιάδῃ· οὐκ, ἀλλὰ πρὸς Μειδίαν δεῖ σε ἀποβλέποντα τὸν ὀρτυγοκόπον καὶ τοιούτους ἄλλους. ἐν Φαίδωνι [+]· ὅτι οὐ πρὸς τοὺς τυχόντας ὁ ἀγών ἐστι, πρὸς δὲ τοὺς ἀρίστους· διόπερ οὐ ῥαθυμητέον. μηδὲ ὀρτυγοκοπεῖν μηδὲ περὶ τὰ τοιαῦτα ἐπτοῆσθαι. ]
phi 141[ Φαῦλον· τὸ ἁπλοῦν, εὐχερές. καὶ Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ Περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης, ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος. οἷον, φαῦλον πρᾶγμα ἔσται τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς. τάττοιτο δ’ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ, ὅταν ἀντιδιαστέλληται πρὸς τὸ σπουδαῖον. ὡς Πλάτων· δοῦλοι δ’ ἂν δεσπόταις οὐδέποτ’ ἂν γένοιντο φίλοι, οὐδ’ ἐν ἴσαις τιμαῖς διαγενόμενοι φαῦλοι καὶ σπουδαῖοι. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ μεγάλου. Σοφοκλῆς Αἰχμαλώτισιν· εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω. καὶ ἐπὶ τοῦ ῥᾳδίου. Πολιτείας τετάρτῳ· καὶ φαῦλόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν. καὶ τούτου δ’ ἐγὼ ἔτι φαυλότερον. τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος· ὅτι μὲν τοίνυν οὐ μετρίας τιμὰς καὶ φαύλας λαβὼν πληγάς. ὅτι Φαῦλον εἴρηται σχεδὸν ὑπὸ πάντων τῶν ῥητόρων τὸ κακόν, ἐπί τε πράγματος καὶ ἀνδρὸς οὕτω ταττόμενον. ὡς Δημοσθένης ἐν τῷ κατὰ [+] Τιμοκράτους [+]· καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα αὐτὸν οὐ τιμωρήσεσθε; καὶ Ἰσοκράτης· ὁ γὰρ φαύλως διανοηθεὶς περὶ τῶν ἰδίων οὐδέποτε καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων. καὶ Λυσίας ἐν ἐπιστολῇ· λέγων, ὡς οὐ φιλῶ σε, φαυλότητά μου μεγίστην καταγινώσκεις. εἰ γὰρ ἦθος τοιοῦτον καὶ τρόπον καὶ ψυχὴν καὶ εὔνοιαν οὕτως ἀπροφασίστως, ἔτι δὲ συνουσίας οἰκειότητα καὶ λόγων κοινωνίαν μὴ καθ’ ὑπερβολὴν ἀσπάζομαι, τίς γένοιτ’ ἂν ἐμοῦ ἀθλιώτερος, ὃς ἀναισθήτως ἔχω πρὸς τὸ φρονεῖν; τάσσεται δὲ καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. οὐ φαύλας λαβὼν πληγάς. Δημοσθένης φησί. ]
pi 707[ Παρουσία· λέγεται οὕτως ἐπὶ τῆς τῶν παρόντων δαψιλείας· ὡς καὶ ἐν τῷ Πλάτωνος Φαίδωνι [+]· ὡς καὶ νῦν ἔχομεν παρουσίας. καὶ πολύ ἐστιν ἐπὶ τούτου παρ’ αὐτοῖς. καὶ ἐπὶ τοῦ παρεῖναι δὲ τάσσεται, ὡς καὶ ἐν τοῖς Νίπτροις Σοφοκλέους· τὴν παρουσίαν τῶν ἐγγὺς ὄντων. Θουκυδίδης ἐν τῷ αʹ· Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ παρουσίᾳ. τούτῳ γὰρ τὸ ἐναντίον σημαίνει ἡ ἀπουσία. ]
pi 1709[ Πλάτων ὁ φιλόσοφος πένης ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, ὃς μέρος ἐλάχιστον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆπος ἐγγύς τι χρυσῶν τριῶν νομισμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόσοδος ὕστερον χιλίων ἢ καὶ πλειόνων ὀλίγον. ηὐξήθη δὲ αὕτη κατὰ τοὺς νεωτέρους χρόνους, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων ἀποθνησκόντων καὶ κατὰ διαθήκας ἀπολειπόντων τοῖς φιλοσοφοῦσιν ἀφορμὴν τῆς ἐπὶ τῷ φιλοσόφῳ βίῳ σχολῆς καὶ γαλήνης. ὅτι ὁ Πλάτων ἐν Νόμοις φησὶν ἐλευθέραν εἶναι τὴν ψυχὴν καὶ δέσποιναν τῶν παθῶν. τὸ μὲν νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον. ἴσμεν γὰρ ὅτι τὰ πάθη τὰ ἐν ἡμῖν οἷον νεῦρα ἢ μήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν, ἐναντίαι γε οὖσαι ἐπ’ ἐναντίας πράξεις. οὐ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ἑπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις μέτροις ἕκαστον, ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν. ἀπέδειξεν οὖν ὁ σοφὸς ὡς τῇ βουλῇ τῆς ψυχῆς ἀπένειμε τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεσιν. ὁ αὐτὸς Πλάτων φησὶ θεολογῶν· τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει τοῦ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον μὲν καὶ ἀπογινόμενον, ὄντως δὲ οὐδέποτε ὄν. ταῦτα δὲ πάντα μέρος χρόνου τὸ ἦν καὶ ἔσται, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν, οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν, ἔστι τε καὶ ἔσται. τὸ δὲ ἔστι μόνον κατὰ τὸν ἀληθινὸν λόγον προσήκει θεῷ, τὸ δὲ ἦν καὶ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι, τὸ δὲ ἀεὶ κατὰ ταυτὸν ἀκινήτως οὔτε νεώτερον οὔτε πρεσβύτερον χρὴ λέγεσθαι. καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον καὶ ἀλλοιώσεις πολλὰς ὑποδεχόμενον εἰκότως ἔφησεν οὐδέποτε εἶναι. καὶ πάλιν ὁ αὐτὸς Πλάτων φησίν· ἀγαθὸς μὲν ὁ θεὸς τῷ ὄντι καί γε λεκτέον αἴτιος τῶν ἀγαθῶν, τὼν δὲ κακῶν ἁπάντων ἀναίτιος. ὁ αὐτὸς ἐν τοῖς Νόμοις δεικνὺς ἡμῖν τὸν τῶν ὅλων πρύτανιν τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον φησίν· ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν πάντων ἔχων εὐθέα περαίνει κατὰ φύσιν περιπορευόμενος, τῷ δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σωμάτων εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται μεθ’ ὕβρεως, ὡς δὴ οὔτ’ ἄρχοντος οὔτ’ αὖ ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι τοιούτους ἄλλους λαβών, σκιρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε. διὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδεμόνα καὶ τὴν ἐπί τινων μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν ἐς ὕστερον αὐτοῖς ἐπιφερομένην πανωλεθρίαν. ὁ αὐτὸς ἐν τῷ Γοργίᾳ [+] καὶ τῆς τιμωρίας δηλοῖ τὰς αἰτίας λέγων ὡδί· προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπ’ ἄλλου ὀρθῶς τιμωρουμένου ἢ βελτίων γίνεσθαι καί τι τῷ ὄντι ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίγνεσθαι, ἵν’ ἐκεῖνοι ὁρῶντες πάσχοντα ἃ πάσχει, φοβούμενοι βελτίους γίγνωνται. εἰσὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην διδόντες ὑπὸ θεοῦ καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν. ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ ὠφέλεια κἀνθάδε καὶ ἐν ᾅδου. οὐ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γένωνται, ἐντεῦθεν τὰ παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς τοιαύτας ἁμαρτίας ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους. ταῦτα δὲ ἔοικε σεσυληκέναι ἐκ τῶν θείων γραφῶν, διὰ Μωσέως ὑπὸ τοῦ θεοῦ πρὸς τὸν Φαραὼ λεχθέντα· εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. παμπονήρῳ γὰρ γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ θεός, οὐχ ὥστε ἀποφῆναι βελτίονα( ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον) , ἀλλ’ ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένωνται παραδείγματα καθάπερ αἱ πόλεις τρέφουσι τοὺς δημίους, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν τὴν προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν καὶ τὰ λοιπὰ δῆλα. ὁ αὐτὸς περὶ τῶν λήξεων καὶ ἀποκληρώσεων τῶν ψυχῶν ἐν τῷ Φαίδωνί [+] φησιν· ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς ᾅδην ἀφικόμενος, ἐν βορβόρῳ κείσεται, ὁ δὲ τετελεσμένος καὶ κεκαθαρμένος ἐκεῖ μεταχωρήσας μετὰ θεῶν οἰκήσει. καὶ αὖθις· τὸν μὲν γὰρ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ κακῶν ἐκτός, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. ταῦτα ἐκ τῶν Αἰγύπτου μεμάθηκε. ]
tau 135[ Τάρταρος· ὁ κατώτερος τοῦ ᾅδου τόπος. καὶ Τάρταρον, τὸν περὶ τὰ νέφη τόπον οὕτω λέγουσι. Περὶ ψυχῆς. καὶ Ταρτάρειος βόθρος. ]
tau 395[ Τετραλογία· κατὰ τὴν τραγικὴν τετραλογίαν ἐξέδωκε Πλάτων τοὺς διαλόγους· ἐκεῖνοι γὰρ τέτρασι δράμασιν ἠγωνίζοντο, Διονυσίοις, Ληναίοις, Παναθηναίοις, Χύτροις· ὧν τὸ δʹ ἦν Σατυρικόν. τὰ δὲ δʹ δράματα ἐκαλεῖτο τετραλογία. εἰσὶ τοίνυν οἱ πάντες Πλάτωνι γνήσιοι διάλογοι ἓξ καὶ νʹ. διπλαῖς δὲ χρῆται ταῖς ἐπιγραφαῖς καθ’ ἕκαστον τῶν βιβλίων, τῇ μὲν ἀπὸ τοῦ ὀνόματος, τῇ δὲ ἀπὸ τοῦ πράγματος. ταύτης τῆς τετραλογίας, ἥτις ἐστὶ πρώτη, ἡγεῖται ΕὐθύφρωνΠερὶ ὁσίου· ὁ διάλογός ἐστι πειραστικός. δευτέρα Ἀπολογία Σωκράτους [+], ἠθικός. τρίτη ΚρίτωνΠερὶ πρακτέου, ἠθικός. τετάρτη ΦαίδωνΠερὶ ψυχῆς, ἠθικός. δευτέρα τετραλογία, καὶ ἐφεξῆς, ἐν τῷ βιβλίῳ Λαέρτου Διογένους περὶ βίων φιλοσόφων. ὅτι τοῦ τετραμέτρου εὑρετὴς Ἀριστοφάνης ὁ ποιητής. ]
tau 928[ Τρέφεσθαι· πήγνυσθαι, συνίστασθαι. Περὶ ψυχῆς· τότε δὴ τὰ ζῷα συντρέφεται. ἀντὶ τοῦ συνίσταται, πήγνυται. Ὅμηρος· ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος. πολλὸν δέ, τὸ τρέχειν τὸν περὶ ψυχῆς. οἷον δρόμον. καί, πολλὸν δὲ τρόφι κῦμα. τεθραμμένον, συνιστάμενον. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License