Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Works Catalog

Plato (Plato) - urn:cts:greekLit:tlg0059.suda005 (Parmenides)

alpha 3935[ Ἀρίστων, ὁ Πλάτωνος πατήρ. τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων. καὶ οὕτε ὁ Τίμαιος αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις· οὕτε ὁ Φαίδων, οὕτε ὁ Γοργίας [+]· οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος ὁ Παρμενίδης [+]. ]
chi 418[ Χοσρόης· ὁ Περσῶν βασιλεύς. ὑμνοῦσιν αὐτὸν καὶ ἄγανται πέρα τῆς ἀξίας μὴ ὅτι οἱ Πέρσαι, ἀλλὰ καὶ ἔνιοι τῶν Ῥωμαίων, ὡς λόγων ἐραστὴν καὶ φιλοσοφίας τῆς παρ’ ἡμῖν ἐς ἄκρον ἐλθόντα, μεταβεβλημένων αὐτῷ ὑπό του ἐς τὴν Περσίδα φωνὴν τῶν Ἑλληνικῶν συγγραμμάτων. καὶ τοίνυν φασίν, ὅτι δὴ ὅλον τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλώρου, τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων, καὶ οὔτε ὁ Τίμαιος [+] αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται, καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις, οὔτε ὁ Φαίδων [+] οὔτε ὁ Γοργίας [+], οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος ὁ Παρμενίδης [+]. ἐγὼ δέ, φησὶν Ἀγαθίας, οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων, ἐλευθέριον καὶ πρός γε τῇ τῶν πραγμάτων φύσει πρόσφορόν τε καὶ ἐπικαιρότατον, ἀγρίᾳ τινὶ γλώττῃ καὶ ἀμουσοτάτῃ ἀποσωθῆναι; πῶς δὲ ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παίδων καὶ κολακείᾳ πολλῇ γεγαννυμένος δίαιτάν τε λαχὼν ἐς ὅτι βαρυτάτην καὶ πρὸς πολέμους ἀεὶ καὶ παρατάξεις ὁρῶσαν, πῶς δὴ οὖν ὧδε βιοὺς ἔμελλε μέγα τι καὶ λόγου ἄξιον ἐν τοῖσδε ἀπόνασθαι τοῖς διδάγμασι καὶ ἐνασκηθῆναι; εἰ μὲν οὖν ἐπαινοίη τις αὐτόν, ὅτι δὴ βασιλεύς γε ὢν καὶ Πέρσης, ἐθνῶν τε τοσούτων καὶ πράξεων μέλον αὐτῷ· ὁ δὲ ἐφίετο γοῦν ὅμως ἀμηγέπη ἀπογεύεσθαι λόγων, καὶ τῇ περὶ ταῦτα γάννυσθαι δόξῃ· ξυνεπαινέσαιμι ἂν καὶ ἔγωγε τὸν ἄνδρα καὶ μείζονα θείην τῶν ἄλλων βαρβάρων. ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι καὶ μονονουχὶ τοὺς ὅποι ποτὲ πεφιλοσοφηκότας ὑπερβαλλόμενον, ὡς καὶ ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγινώσκειν, ἐκεῖνοι ἂν μάλιστα φωραθεῖεν οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, μόνῃ δὲ τῇ τῶν πολλῶν ἑπόμενοι φήμῃ. ]
mu 199[ Μαρῖνος· οὗτος τὴν Πρόκλου διατριβὴν παραδεξάμενος καὶ Ἰσιδώρου τοῦ φιλοσόφου τῶν Ἀριστοτέλους λόγων καθηγησάμενος, ἐλθόντι τὸ δεύτερον Ἀθήναζε, τοῦ κοινοῦ διδασκάλου τετελευτηκότος, ἐπέδειξεν αὐτῷ συγγεγραμμένον ὑπόμνημα πρὸς ἑαυτοῦ στίχων παμπόλλων εἰς τὸν Πλάτωνος [+] Φίληβον, ἐντυχεῖν τε καὶ ἐπικρῖναι κελεύσας, εἰ ἐξοιστέον εἴη τὸ βιβλίον. ὁ δὲ ἀναγνοὺς ἐπιμελῶς οὐδὲν ἀπεκρύψατο τῶν αὑτῷ δοκούντων, οὐ μέντοι ἄμουσον ἀφῆκε φωνὴν οὐδεμίαν, τοσοῦτον δὲ ἔφη μόνον, ἱκανὰ εἶναι τὰ τοῦ διδασκάλου ὑπομνήματα εἰς τὸν διάλογον· συνεὶς δ’ ἐκεῖνος παραυτίκα διέφθειρε πυρὶ τὸ βιβλίον. ἤδη δὲ καὶ πρότερον δι’ ἐπιστολῆς ἐκοινώσατο πρὸς αὐτὸν τὴν ἑαυτοῦ δόξαν τῶν εἰς Παρμενίδην [+] ὑποθέσεών τε καὶ ἐξηγήσεων· τά τε ἐπιχειρήματα συντάξας ἔπεμψεν, οἷς ἐπείσθη μὴ εἶναι τὸν διάλογον περὶ θεῶν ὁ Μαρῖνος, ἀλλὰ περὶ εἰδῶν. ἐφ’ ᾧ καὶ ὑπομνήματα κατεβάλετο, τοῦτον ἐξηγούμενα τὸν τρόπον τὰς Παρμενίδου [+] διαλεκτικὰς ὑποθέσεις. ὁ δὲ καὶ πρὸς ταύτην ἀντιγράφει τὴν ἐπιστολήν, μυρίαις ὅσαις ἀποδείξεσι καταβαλόμενος, ἀληθεστάτην εἶναι τὴν θειοτέραν ἐξήγησιν τοῦ διαλόγου, ὥστε εἰ μὴ ἔφθη τὸ βιβλίον ἐκδεδομένον, τάχα ἂν καὶ τοῦτο διέφθειρεν. ἴσως δὲ αὐτὸν διεκώλυσε καὶ ἡ ὄψις τοῦ ἐνυπνίου· ὅτι θεάσασθαί ποτε ἔλεγεν ὁ Πρόκλος, ὡς ὑπομνημάτων εἰς Παρμενίδην [+] αὐτοῦ Μαρίνου ἐσομένων. ]
omega 213[ Ὡς· λίαν. Παρμενίδῃ [+]· θαυμασίως ὡς δυσανάπειστον. Σοφοκλῆς· θαυμαστὰ γὰρ τὸ τόξον ὡς ὀλισθάνει. λβʹ δὲ σημαίνει τὸ ὡς τοῦτο. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License