Aristotle) - urn:cts:greekLit:tlg0086.suda010 (
Metaphysics)| epsilon | 2627 | [ | Ἐπιστήμη· ὅτι φησὶν ὁ Ἀριστοτέλης ἐν τῇ Ἀποδεικτικῇ, κατὰ δύο τρόπους κρίνεσθαι ἐπιστήμην ἐπιστήμης ἀκριβεστέραν. καθ’ ἕνα μέν, ὅταν ἡ ἑτέρα τῆς ἑτέρας τὰς ἀρχὰς ἀποδεικνύῃ, οἷον φυσιολογία ἰατρικῆς ἀκριβεστέρα. ὡσαύτως καὶ ἡ γεωμετρία μηχανικῆς, διὰ τὴν αὐτὴν αἰτίαν ἀκριβεστέρα, καὶ ἀριθμητικὴ ἁρμονικῆς. καθ’ ἕτερον δὲ λόγον ἀκριβεστέρα ἐστὶν ἐπιστήμη ἐπιστήμης, ὡς ἄϋλον ἔχουσα τὸ ὑποκείμενον· ὡς γεωμετρία ἀριθμητική τε καὶ θεολογία τῶν ὑποβαλλομένων τὰ ὑλικὰ ὑποκείμενα. διό φησι καὶ Ἀριστοτέλης ἐν τοῖς Μετὰ τὰ φυσικά, ὅτι ἡ τῶν νοητῶν θεωρία καὶ ῥᾴστη ἐστὶν καὶ χαλεπή· ῥᾴστη μὲν ὅτι περὶ ἑστώτων ἐστὶ πραγμάτων καὶ ἀεὶ ὡσαύτως ἐχόντων· φανότατα γὰρ τὰ θεῖα, ὡς ἀμετάβλητα καθάπαξ κατ’ οὐσίαν, κατὰ δύναμιν, κατ’ ἐνέργειαν. ῥᾴστη μὲν οὖν διὰ τοῦτο, χαλεπὴ δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν· οὐ γὰρ ἐξισχύομεν ἐνσώματοι καὶ ἐμπαθεῖς ὄντες εἰς τὸ ἐκείνων φῶς ἀτενίσαι, ὅπερ πάσχουσι καὶ αἱ νυκτερίδες πρὸς τὸν ἥλιον. ἐπιστήμη δέ ἐστιν ἕξις ἐν φαντασιῶν προσδέξει ἀνυποκρίτῳ. ἐπιστήμας δὲ κατὰ φιλοσοφίαν λέγει ὁ Ἀριστοτέλης τὴν φυσικήν, τὴν λογικήν, τὴν ἠθικήν, τὴν μετὰ τὰ φυσικά. ἐπιστήμη δὲ καὶ ἡ γνῶσις τοῦ πράγματος. | ] |
| epsiloniota | 35 | [ | Εἴδησις· ἡ γνῶσις. ὅτι ἡ εἴδησις τριττή. ἡ γὰρ ἐπιστήμη λέγεται εἴδησις, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι [+]· τὸ γὰρ εἰδέναι τοῦτό ἐστι, τὸ λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβλῆσθαι. ἢ ἡ ὁλοσχερεστέρα γνῶσις, ἢ ἁπλῶς ἢ κοινοτέρα, καὶ τοῦτο ἑκάτερον περιέχουσα, ὥς φησιν Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς· ἐπειδὴ καὶ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι περὶ πάσας τὰς ἐπιστήμας. διὰ μὲν γὰρ τοῦ εἰδέναι τὴν ὁλοσχερῆ γνῶσιν σημαίνει, διὰ δὲ τοῦ ἐπίστασθαι τὴν ἀκριβῆ. ἢ τὴν κοινῶς ἐπὶ πάσης γνώσεως λεγομένην· ἣν ἐν τοῖς Μετὰ τὰ φυσικὰ παρέλαβεν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: