Plato) - urn:cts:greekLit:tlg0059.suda010 (
Timaeus)| alpha | 3935 | [ | Ἀρίστων, ὁ Πλάτωνος πατήρ. τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων. καὶ οὕτε ὁ Τίμαιος αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις· οὕτε ὁ Φαίδων, οὕτε ὁ Γοργίας [+]· οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος ὁ Παρμενίδης [+]. | ] |
| chi | 418 | [ | Χοσρόης· ὁ Περσῶν βασιλεύς. ὑμνοῦσιν αὐτὸν καὶ ἄγανται πέρα τῆς ἀξίας μὴ ὅτι οἱ Πέρσαι, ἀλλὰ καὶ ἔνιοι τῶν Ῥωμαίων, ὡς λόγων ἐραστὴν καὶ φιλοσοφίας τῆς παρ’ ἡμῖν ἐς ἄκρον ἐλθόντα, μεταβεβλημένων αὐτῷ ὑπό του ἐς τὴν Περσίδα φωνὴν τῶν Ἑλληνικῶν συγγραμμάτων. καὶ τοίνυν φασίν, ὅτι δὴ ὅλον τὸν Σταγειρίτην καταπιὼν εἴη μᾶλλον ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλώρου, τῶν τε Πλάτωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων, καὶ οὔτε ὁ Τίμαιος [+] αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται, καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις, οὔτε ὁ Φαίδων [+] οὔτε ὁ Γοργίας [+], οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖος ὁ Παρμενίδης [+]. ἐγὼ δέ, φησὶν Ἀγαθίας, οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων, ἐλευθέριον καὶ πρός γε τῇ τῶν πραγμάτων φύσει πρόσφορόν τε καὶ ἐπικαιρότατον, ἀγρίᾳ τινὶ γλώττῃ καὶ ἀμουσοτάτῃ ἀποσωθῆναι; πῶς δὲ ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παίδων καὶ κολακείᾳ πολλῇ γεγαννυμένος δίαιτάν τε λαχὼν ἐς ὅτι βαρυτάτην καὶ πρὸς πολέμους ἀεὶ καὶ παρατάξεις ὁρῶσαν, πῶς δὴ οὖν ὧδε βιοὺς ἔμελλε μέγα τι καὶ λόγου ἄξιον ἐν τοῖσδε ἀπόνασθαι τοῖς διδάγμασι καὶ ἐνασκηθῆναι; εἰ μὲν οὖν ἐπαινοίη τις αὐτόν, ὅτι δὴ βασιλεύς γε ὢν καὶ Πέρσης, ἐθνῶν τε τοσούτων καὶ πράξεων μέλον αὐτῷ· ὁ δὲ ἐφίετο γοῦν ὅμως ἀμηγέπη ἀπογεύεσθαι λόγων, καὶ τῇ περὶ ταῦτα γάννυσθαι δόξῃ· ξυνεπαινέσαιμι ἂν καὶ ἔγωγε τὸν ἄνδρα καὶ μείζονα θείην τῶν ἄλλων βαρβάρων. ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι καὶ μονονουχὶ τοὺς ὅποι ποτὲ πεφιλοσοφηκότας ὑπερβαλλόμενον, ὡς καὶ ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγινώσκειν, ἐκεῖνοι ἂν μάλιστα φωραθεῖεν οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, μόνῃ δὲ τῇ τῶν πολλῶν ἑπόμενοι φήμῃ. | ] |
| delta | 1547 | [ | Δρύοχοι· πάτταλοι, οἱ ἐντιθέμενοι ναυπηγουμένης νεώς. καταχρηστικῶς δὲ τὰ προοίμια. Ἀριστοφάνης· Ἀγάθων ἄρχεται δρυόχους τιθέναι δράματος ἀρχάς. κάμπτει δὲ νέας ἁψίδας ἐπῶν, τὰ δὲ τορεύει, τὰ δὲ κολλομελεῖ καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυτεῖ καὶ γογγυλίζει καὶ χιανεύει καὶ λαικάζει. ἐν Ἐπιγράμμασι· τὸν δ’ ἔτι θείης εὔστοχον ἐν πότῳ, τὸν δὲ κατὰ δρυόχους. Δρυόχους Πλάτων ἐν Τιμαίῳ καλεῖ τὰ στηρίγματα τῆς πηγνυμένης νεώς. στόλου δ’ ἐκ δρυόχων ναυπηγουμένου καθ’ ἕνα καιρὸν λαθεῖν ἀδύνατον. | ] |
| epsilon | 138 | [ | Ἐγκύρτια· τὰ ἐν τοῖς κύρτοις ἐνυφάσματα. Πλάτων δὲ χρῆται ἐν Τιμαίῳ ἐπὶ τῆς φάρυγγος τῇ λέξει. | ] |
| phi | 862 | [ | Φυσικὸς λόγος παρὰ φιλοσόφοις. μετὰ τὸν ἠθικὸν διεξέρχονται περὶ τοῦ φυσικοῦ, τουτέστι περὶ σωμάτων, περὶ ἀρχῶν καὶ στοιχείων καὶ περάτων τοῦ κόσμου καὶ τόπου, κενοῦ· περὶ ἀστέρων, περὶ ἡλίου, περὶ τοῦ ἡγεμονικοῦ· πῶς ὁρῶμεν· τίς ἡ αἰτία τῆς κατοπτρικῆς φαντασίας· περὶ νεφῶν, βροντῶν, ἴριδος. ὅτι τρία εἰσὶν ἐν τοῖς φυσικοῖς πράγμασιν, εἶδος, ὕλη καὶ ἡ αἰτία, καθ’ ἥν ἐστι τὸ εἶδος ἐν τῇ ὕλῃ. καὶ καταγίνονται, φησί, περὶ ταῦτα μέθοδοι πέντε· ἡ φυσική, ἡ κατὰ μέρος τέχνη, ἡ διαλεκτική, ἡ μαθηματική, ἡ πρώτη φιλοσοφία. ἔστι δὲ φυσικοῦ μὲν περὶ πάντων τῶν εἰρημένων τῆς ψυχῆς μερῶν διαλεχθῆναι, καὶ τῆς ὕλης, καὶ τῶν φυσικῶν πραγμάτων, καὶ τοῦ εἴδους τῆς αἰτίας. οἷον ὅτι τῶν οὐρανίων ὕλη, οὐχὶ τὰ τέσσαρα στοιχεῖα, ἀλλὰ ἕτερόν τι σῶμα. πάλιν, τί τὸ εἶδος; ὅτι σφαιρικά. καὶ διὰ τί σφαιρικά; ὅτι πολυχωρητότατον ἐν ἐπιπέδῳ μὲν τῶν ἄλλων σχημάτων ὁ κύκλος, ἐν στερεοῖς δὲ ἡ σφαῖρα. ὡς καὶ ὁ Πλάτων ἐν Τιμαίῳ διὰ τοῦτο σφαιρικὸν γενέσθαι τὸν οὐρανὸν ἀποδέδωκε. καὶ ὁ Ἀριστοτέλης ἀποδίδωσιν αἰτίαν περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ· τῷ γὰρ ἀϊδίῳ φησὶν ἐσομένῳ. ἀποδίδωσι δὲ καὶ ὁ Πλάτων αἰτίαν ἐκ τῆς σχέσεως, ἣν ἔχει πρὸς τὰ πρὸ αὑτοῦ. προσεχῶς δέ εἰσιν ὑπὲρ τὰ οὐράνια αἱ νοηταὶ οὐσίαι· δεῖ δὲ τὸ αἰτιατὸν ὅτι μάλιστα ὡμοιῶσθαι τῷ προσεχεῖ αἰτίῳ καὶ τούτου εἰκόνα καὶ μίμημα φέρειν. διὰ τοῦτο οὖν, φησί, κύκλῳ κινεῖται ὁ οὐρανός, ὅτι νοῦν μιμεῖται· ἴδιον γὰρ τοῦ νοῦ τὸ πρὸς ἑαυτὸν νεύειν· αὐτὸς γὰρ ὁ ὁρῶν, αὐτὸς ὁ ὁρώμενος· ὁρῶν γὰρ τὰ εἴδη ἑαυτὸν ὁρᾷ, καὶ ἑαυτὸν ὁρῶν τὰ εἴδη τεθέαται· πλήρωμα γάρ ἐστι τῶν εἰδῶν καὶ εἶδος εἰδῶν. ἔχει οὖν ὁ οὐρανὸς τὸ σφαιρικὸν σχῆμα διὰ τὴν κύκλῳ κίνησιν· ταύτην δὲ διὰ τὴν πρὸς τὸν νοῦν ἐξομοίωσιν· καὶ ἄλλως μιμεῖται τὸν νοῦν πανταχοῦ ὄντα· καὶ γὰρ καὶ τὸ σῶμα πανταχοῦ γίνεται. τῷ οὖν πανταχῆ γίνεσθαι τὸ πανταχοῦ ὂν μιμεῖται· τελείωσις γὰρ τῶν χειρόνων ἡ πρὸς τὰ ὑπέρτερα ἐπιστροφή τε καὶ ἐξομοίωσις. οὕτω μὲν ὁ φυσικὸς τῶν φυσικῶν ἀποδώσει καὶ τὸ εἶδος καὶ τὴν ὕλην καὶ τὸ αἴτιον· ὁ δὲ κατὰ μέρος τεχνίτης καὶ αὐτὸς μὲν περὶ τῶν αὐτῶν διαλαμβάνει, διαφέρει δὲ τοῦ φυσικοῦ, ὅτι περὶ μερικόν τι γίνεται πρᾶγμα, οἷον ὁ ἰατρὸς περὶ τὰ ἀνθρώπεια σώματα, ὁ τέκτων περὶ λίθους καὶ ξύλα. ἀποδώσει δὲ καὶ οὗτος τὸν ὁρισμόν, περιλαμβάνων καὶ τὸ εἶδος καὶ τὴν ὕλην καὶ τὴν αἰτίαν. διαφέρει δὲ κατὰ ἄλλους τρόπους. | ] |
| tau | 35 | [ | Ταλαντουμένην· Πλάτων ἐν Τιμαίῳ· τὴν δὲ γῆν ταλαντουμένην ἀνωμάλως σείεσθαι μὲν ὑπ’ ἐκείνων, κινουμένην δὲ αὖ πάλιν ἐκεῖνα σείειν. μεταφορικῶς ἀπὸ τῶν ζυγῶν· ἐπεὶ τὸ ζυγὸν τάλαντον λέγεται. καὶ ὑπερταλαντᾶν, τὸ ὑπερβαρεῖν. | ] |
| tau | 431 | [ | Τευτάζειν· πραγματεύεσθαι ἢ σκευωρεῖσθαι ἢ στραγεύεσθαι, καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτω καὶ Δίδυμος, προσθείς, ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονά φησιν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν. καὶ Ἀρτεμίδωρος [+] τὸ φροντίζειν. Φρύνιχος Μύσταις· μάστιγα δ’ ἐν χερσὶν ἔχων τευτάσθαι. Πλάτων Ξάνταις· ἦν δὴ θόρυβος τευταζόντων. ἀντὶ τοῦ πραγματευομένων, ἢ διατριβόντων. καὶ ἐν Τιμαίῳ· τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας ἢ φιλονεικίας τετακότι. οἷον διατετριφότι. γράφεται καὶ τευτακότι. Τηλεκλείδης· πάντες δὲ τευτάζουσιν οἱ διάκονοι. ἀντὶ τοῦ πραγματεύονται, σκευωροῦνται. Φερεκράτης· ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι. σημαίνει καὶ τὸ σπουδάζειν, Πολιτείας ζʹ· καὶ τὸ ἡσυχάζειν. καὶ Τευτάζων, τὸ αὐτὸ ἀεὶ λέγων, καὶ φλυαρῶν. τουτέστι τὸ αὐτὸ καὶ αὐτὸ λέγειν. | ] |
| zeta | 13 | [ | Ζάλην· μεγάλην ἅλα. ἀπὸ τοῦ σφόδρα ἁλίζεσθαι. καὶ Ζάπλουτος, ὁ σφόδρα πλούσιος. Πλάτων Πολιτείᾳ· οἷον ἐν χειμῶνι ὑπὸ κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου ὑπὸ τείχει ὑποστάς. καὶ ἐν Τιμαίῳ· εἴτε ζάλη πνεύματος ὑπ’ ἀέρος φερομένη καταληφθείη. συστροφὴν γὰρ καὶ συρμὸν βούλεται δηλοῦν. τινὲς ἄνεμος λάβρος, πνεῦμα θορυβῶδες. Κλήμης. δύναται καὶ ζάλη τὶς εἶναι μεγάλη συστροφὴ ἀνέμου. τινὲς Ζάλην τὴν χάλαζαν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: