Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.suda016

alpha 4505[ Αὐτολήκυθοι: Δημοσθένης κατὰ Κόνωνος. ἤτοι ἀντὶ τοῦ εὐζώνως τινὰς καὶ ἑτοίμως πᾶν ὁτιοῦν ποιεῖν καὶ ὑπομένειν. ἢ ἀντὶ τοῦ πένητας, μηδὲν ἄλλο κεκτημένους ἢ ληκύθους. ἢ αὐτουργούς. ἢ ἀντὶ τοῦ εἰς πληγὰς ἑτοίμους καὶ οἷον τύπτοντας καὶ μαστιγοῦντας καὶ ὑβρίζοντας. ἢ τοὺς ἐκ προχείρου διδόντας ἀργύριον καὶ ἑτοίμους πρὸς τὰς μίξεις. καὶ γὰρ εἶχον ἐν ταῖς ληκύθοις ἀργύρια, καὶ λύσαντες δὲ πολλάκις τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸς τὸ μαστιγοῦν. ]
delta 1090[ Δίκη· κρίσις. σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ ἐπὶ τῶν ἰδιωτικῶν ἐγκλημάτων λέγεται, ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος δῆλον ποιεῖ. ]
iota 103[ Ἰδίαν· ἀντὶ τοῦ ἰδιωτικήν. Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. καὶ ἴδιον, τὸ ἰδιωτικόν. ]
lambda 523[ Λίθος· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος· τῶν τε παρόντων καθ’ ἕνα ἡμῶν οὑτωσὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες. ἐοίκασιν οὖν Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης καὶ Φιλόχορος ὑποδηλοῦσι. ]
mu 521[ Μελίτη· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. δῆμος δ’ ἐστι τῆς Κεκροπίδος, ὀνομασθεὶς ἀπὸ Μελίτης, κατὰ μὲν Ἡσίοδον θυγατρὸς Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου τοῦ Ἀπόλλωνος. ]
phi 141[ Φαῦλον· τὸ ἁπλοῦν, εὐχερές. καὶ Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ Περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης, ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος. οἷον, φαῦλον πρᾶγμα ἔσται τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς. τάττοιτο δ’ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ, ὅταν ἀντιδιαστέλληται πρὸς τὸ σπουδαῖον. ὡς Πλάτων· δοῦλοι δ’ ἂν δεσπόταις οὐδέποτ’ ἂν γένοιντο φίλοι, οὐδ’ ἐν ἴσαις τιμαῖς διαγενόμενοι φαῦλοι καὶ σπουδαῖοι. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ μεγάλου. Σοφοκλῆς Αἰχμαλώτισιν· εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω. καὶ ἐπὶ τοῦ ῥᾳδίου. Πολιτείας τετάρτῳ· καὶ φαῦλόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν. καὶ τούτου δ’ ἐγὼ ἔτι φαυλότερον. τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος· ὅτι μὲν τοίνυν οὐ μετρίας τιμὰς καὶ φαύλας λαβὼν πληγάς. ὅτι Φαῦλον εἴρηται σχεδὸν ὑπὸ πάντων τῶν ῥητόρων τὸ κακόν, ἐπί τε πράγματος καὶ ἀνδρὸς οὕτω ταττόμενον. ὡς Δημοσθένης ἐν τῷ κατὰ [+] Τιμοκράτους [+]· καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα αὐτὸν οὐ τιμωρήσεσθε; καὶ Ἰσοκράτης· ὁ γὰρ φαύλως διανοηθεὶς περὶ τῶν ἰδίων οὐδέποτε καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων. καὶ Λυσίας ἐν ἐπιστολῇ· λέγων, ὡς οὐ φιλῶ σε, φαυλότητά μου μεγίστην καταγινώσκεις. εἰ γὰρ ἦθος τοιοῦτον καὶ τρόπον καὶ ψυχὴν καὶ εὔνοιαν οὕτως ἀπροφασίστως, ἔτι δὲ συνουσίας οἰκειότητα καὶ λόγων κοινωνίαν μὴ καθ’ ὑπερβολὴν ἀσπάζομαι, τίς γένοιτ’ ἂν ἐμοῦ ἀθλιώτερος, ὃς ἀναισθήτως ἔχω πρὸς τὸ φρονεῖν; τάσσεται δὲ καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. οὐ φαύλας λαβὼν πληγάς. Δημοσθένης φησί. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License