Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.suda028 (Against Timocrates)

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.suda028

epsilon 3295[ Ἑτερόφθαλμος· ὁ ἐν Λοκροῖς νομοθετήσας. Δημοσθένης ἐν τῇ κατὰ [+] Τιμοκράτους [+]. ]
eta 413[ Ἤων· Δημοσθένης ἐν τῷ κατὰ [+] Τιμοκράτους [+]. πόλις ἐστί, Μενδαίων ἀποικία. ]
iota 181[ Ἱερομηνίαι· ἑορτώδεις ἡμέραι ἱερομηνίαι καλοῦνται. Δημοσθένης κατὰ [+] Τιμοκράτους [+]. ]
nu 57[ Ναυκραρία· Δημοσθένης ἐν τῷ κατὰ [+] Τιμοκράτους [+]. μήποτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς Ναυκρατιτικά, ἵνα ᾖ ἀπὸ Ναυκρατιτικοῦ πλοίου, ἢ Ναυκρατιτῶν ἐμπλεόντων. ἡ γὰρ Ναύκρατις τοπαλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου. ἐὰν δὲ ᾖ Ναυκραρικά, εἴη ἂν τὰ τῶν ἀρχόντων. ναυκράρους γὰρ τοπαλαιὸν τοὺς ἄρχοντας ἔλεγον, ὡς καὶ Ἡρόδοτος ἐν εʹ ἱστοριῶν δηλοῖ. ἴσως παρὰ τὴν τῆς νηὸς κραῖραν εἴρηται τὸ ναυκραρικά. ]
omicron 687[ Ὅσιον· Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι· καὶ τὰ χρήματα, τά τε ἱερὰ καὶ τὰ ὅσια. καὶ Ἰσοκράτης· τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. τὰ δημόσια ὅσια λέγοντες. καὶ Δημοσθένης δὲ ἐν τῷ κατὰ [+] Τιμοκράτους [+] σαφῶς διδάσκει τοῦτο. Δίδυμος δέ φησι διχῶς λέγεσθαι τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν. ]
phi 141[ Φαῦλον· τὸ ἁπλοῦν, εὐχερές. καὶ Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ Περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης, ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος. οἷον, φαῦλον πρᾶγμα ἔσται τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς. τάττοιτο δ’ ἂν καὶ ἐπὶ τοῦ μοχθηροῦ, ὅταν ἀντιδιαστέλληται πρὸς τὸ σπουδαῖον. ὡς Πλάτων· δοῦλοι δ’ ἂν δεσπόταις οὐδέποτ’ ἂν γένοιντο φίλοι, οὐδ’ ἐν ἴσαις τιμαῖς διαγενόμενοι φαῦλοι καὶ σπουδαῖοι. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ μεγάλου. Σοφοκλῆς Αἰχμαλώτισιν· εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω. καὶ ἐπὶ τοῦ ῥᾳδίου. Πολιτείας τετάρτῳ· καὶ φαῦλόν γε, ἔφη, ἴσως αὐτοῖς προστάξομεν. καὶ τούτου δ’ ἐγὼ ἔτι φαυλότερον. τάττεται καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. ὡς Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος· ὅτι μὲν τοίνυν οὐ μετρίας τιμὰς καὶ φαύλας λαβὼν πληγάς. ὅτι Φαῦλον εἴρηται σχεδὸν ὑπὸ πάντων τῶν ῥητόρων τὸ κακόν, ἐπί τε πράγματος καὶ ἀνδρὸς οὕτω ταττόμενον. ὡς Δημοσθένης ἐν τῷ κατὰ [+] Τιμοκράτους [+]· καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα αὐτὸν οὐ τιμωρήσεσθε; καὶ Ἰσοκράτης· ὁ γὰρ φαύλως διανοηθεὶς περὶ τῶν ἰδίων οὐδέποτε καλῶς βουλεύσεται περὶ τῶν ἀλλοτρίων. καὶ Λυσίας ἐν ἐπιστολῇ· λέγων, ὡς οὐ φιλῶ σε, φαυλότητά μου μεγίστην καταγινώσκεις. εἰ γὰρ ἦθος τοιοῦτον καὶ τρόπον καὶ ψυχὴν καὶ εὔνοιαν οὕτως ἀπροφασίστως, ἔτι δὲ συνουσίας οἰκειότητα καὶ λόγων κοινωνίαν μὴ καθ’ ὑπερβολὴν ἀσπάζομαι, τίς γένοιτ’ ἂν ἐμοῦ ἀθλιώτερος, ὃς ἀναισθήτως ἔχω πρὸς τὸ φρονεῖν; τάσσεται δὲ καὶ ἐπὶ τοῦ μικροῦ καὶ εὐκαταφρονήτου. οὐ φαύλας λαβὼν πληγάς. Δημοσθένης φησί. ]
phi 316[ Φιλέψιος· ἦν δὲ φιλοπαίγμων. Δημοσθένης κατὰ [+] Τιμοκράτους [+]. Φιλεψίου μνημονεύουσιν οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταί, ἐπὶ τῷ μεταξὺ τῶν δημηγοριῶν μύθους λέγειν. κεκωμῴδηται δὲ καὶ εἰς πανουργίαν. λύσις ὀνείρου· φιλεῖν ἐγείρει δυσμενῶν μακρὰς μάχας. ]
pi 1848[ Ποδοκάκη· Δημοσθένης κατὰ [+] Τιμοκράτους [+]. τὸ ξύλον τὸ ἐν τῷ δεσμωτηρίῳ οὕτως ἐκαλεῖτο· ἤτοι παρεμβεβλημένου τοῦ ἑτέρου κ, ποδῶν τις κάκωσις οὖσα· ἢ κατὰ συγκοπήν, ὡς Δίδυμος, οἷον ποδοκατοχή. ]
pi 2821[ Προστιμήματα· ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισμένα κατὰ τῶν ἀδικούντων, ἡ ἐπωβελία· ἔστι δὲ καὶ ἄλλα, ἃ προστιμᾶται τὸ δικαστήριον, ὡς δείκνυσι Δημοσθένης ἐν τῷ κατὰ [+] Τιμοκράτους [+]. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License