Moses) - urn:cts:greekLit:lagl0440Helwan (Wikidata)
Mount Nebo (Wikidata) (Pleiades)
military leader (Wikidata)
religious leader (Wikidata)
legislator (Wikidata)
thaumaturge (Wikidata)
herder (Wikidata)
ruler (Wikidata)
urn:cts:greekLit:lagl0440.suda001 -
law of Moses
| alpha | 1129 | [ | Ἀλέξανδρος ὁ Μιλήσιος· ὃς Πολυΐστωρ ἐπεκλήθη καὶ Κορνήλιος, διότι Κορνηλίῳ Λεντούλῳ αἰχμαλωτισθεὶς ἐπράθη καὶ αὐτῷ παιδαγωγὸς ἐγένετο, εἶτα ἠλευθερώθη. ἦν δὲ ἐν Ῥώμῃ ἐπὶ τῶν Σύλλα χρόνων καὶ ἐπὶ τάδε. ἀνῃρέθη δὲ ἐν Λαυρενταῖς ὑπὸ πυρὸς τῆς οἰκίας φθαρείσης· καὶ ἡ γυνὴ αὐτοῦ Ἑλένη μαθοῦσα τὸ συμβὰν ἀπήγξατο. ἦν δὲ γραμματικὸς τῶν Κράτητος μαθητῶν. οὗτος συνέγραψε βίβλους ἀριθμοῦ κρείττους. καὶ Περὶ Ῥώμης βιβλία εʹ. ἐν τούτοις λέγει, ὡς γυνὴ γέγονεν Ἐβραία Μωσώ, ἧς ἐστι σύγγραμμα ὁ παῤ Ἐβραίοις νόμος. | ] |
| epsilon | 277 | [ | Ἐζεκίας, βασιλεὺς Ἱερουσαλήμ, υἱὸς Ἄχαζ, ἁπάντων εὐσεβέστερος. οὐ γὰρ μόνον τὰ εἴδωλα κατέσκαψε καὶ τὰς στήλας αὐτῶν συνέτριψεν, ἀλλὰ καὶ τὰ ἐν τοῖς ὑψηλοῖς καθεῖλε καὶ τὰ ἄλση κατέκοψε καὶ τὸν ὄφιν, ὃν ἐκρέμασε Μωυσῆς( ἔτι γὰρ αὐτῷ πάντες ἐθυμίων) μετὰ λοιπῶν βδελυγμάτων ἠφάνισε τούς τε Ἰουδαίους εἰδωλολατροῦντας ἐτιμωρεῖτο ἐκκόπτων τὰ μνημόσυνα καὶ λείψανα τῆς ἀθεότητος. τοσοῦτον γὰρ θεοσεβείας ἀφεστήκεσαν ὡς ὄπισθεν τῶν θυρωμάτων ζωγραφεῖν τὰ εἴδωλα καὶ προσκυνεῖν, ἵν’ , εἴ τινες τῶν παρ’ Ἐζεκίου ἐρευνῷεν, ἀνοιγνυμένων τῶν θυρῶν, σκέποιτο τὰ βδελύγματα. καὶ μόνος ἐβασίλευσεν Ἰουδαίας κατὰ προαίρεσιν θεοῦ. φέρεται δέ τι καὶ τοιοῦτον. ἦν Σολομῶνι βίβλος ἰαμάτων πάθους παντός, ἐγκεκολαμμένη τῇ τοῦ ναοῦ φλιᾷ. ταύτην ἐξεκόλαψεν Ἐζεκίας, οὐ προσέχοντος τοῦ λαοῦ τῷ θεῷ διὰ τὸ τὰς θεραπείας τῶν παθῶν ἐνθένδε τοὺς πάσχοντας αὐτοὺς κομίζεσθαι, περιορῶντας αἰτεῖν τὸν θεόν. ἐπολέμησε δὲ καὶ μέχρι Γάζης τοῖς ἀλλοφύλοις Ἀσσυρίων ἀποστάς, πρότερον ὑπήκοος ὤν. | ] |
| iota | 409 | [ | Ἰοθόρ· ὁ πενθερὸς Μωϋσέως. | ] |
| iota | 505 | [ | Ἰωσήφ, ὁ πάγκαλος. οὗτος ἐτῶν ιζʹ φθονηθεὶς ὑπὸ τῶν ἀδελφῶν καὶ πραθείς, γενόμενος ἐτῶν λʹ ἄρχων τῆς Αἰγύπτου καθίσταται. ἐν ᾗ γεννήσας δύο υἱούς, Ἐφραὶμ καὶ Μανασσῆ, ἀπέθανεν ἐτῶν ριʹ. τὰ δὲ ὀστᾶ Ἰωσὴφ Μωσῆς ἐξήγαγε μεθ’ ἑαυτοῦ. ὅρκῳ γὰρ ὥρκωσεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων· ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ’ ὑμῶν. | ] |
| iota | 507 | [ | Ἰωσίας, βασιλεὺς Ἰσραήλ, δικαιότατος ὑπὲρ τοὺς ἔμπροσθεν αὐτοῦ βασιλεῖς γενόμενος. ὃς τὸν νόμον κυρίου ἀναγινωσκόμενον ἀκριβῶς ἀκούσας καὶ λίαν ἀθυμήσας, εἰδὼς τοῦτον ἐν τοσούτοις ἔτεσι καταπατούμενον, τὰ ἱμάτια διαρρήξας καὶ ἔμφοβος γενόμενος ἀπέστειλε πρὸς Ὀλδὰν τὴν προφῆτιν, πυνθανόμενος τί βούλεται κύριος περὶ αὐτοῦ καὶ παντὸς τοῦ λαοῦ. ἡ δὲ φησί· τάδε λέγει κύριος· ἀνθ’ ὧν ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας, ὅτι ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, ἰδού, προστίθημί σε πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψει πᾶσι τοῖς κακοῖς, οἷς ἐπάξω ἐπὶ τὸν τόπον τοῦτον. ὁ δὲ ζήλῳ θείῳ κινούμενος οὐ μόνον τὰ πανταχοῦ εἴδωλα καὶ σεβάσματα κατέστρεψεν ἐκ βάθρων, ἀλλὰ καὶ τοὺς εἰδωλολάτρας μαστίζων ἐξωλόθρευσε, τοὺς δὲ ἤδη τεθνηκότας ἐν τοῖς τάφοις κατέκαυσε. καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ εἶπε· τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ βλέπω; καί φασιν οἱ ἄνδρες τῆς πόλεως· ὁ ἄνθρωπος τοῦ θεοῦ ἐστιν, ὁ προφήτης, τοὺς λόγους τούτους ἐπὶ τὸ θυσιαστήριον Βεθήλ. καὶ εἶπεν· ἄφετε αὐτόν· μηδεὶς κινήσῃ τὰ ὀστᾶ αὐτοῦ. καὶ μέντοι καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς ψευδοπροφήτας καὶ πᾶν βδέλυγμα καὶ προσόχθισμα ἐν Ἱερουσαλὴμ ἐξῆρε καὶ ἐπέστρεψε πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ καὶ ἰσχύϊ καὶ ψυχῇ αὐτοῦ κατὰ τὸν νόμον Μωσέως καὶ τὸ πάσχα ἐποίησεν, οἷον οὐ γέγονεν ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ Ναυῆ καὶ Σαμουήλ. ἐν ᾧ βόας ἔθυσε χιλιάδας ιβʹ, πρόβατα χιλιάδας ληʹ. καὶ κατωρθώθη τὰ ἔργα Ἰωσίου ἐνώπιον κυρίου ἐν καρδίᾳ πλήρει εὐσεβείας. πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ, οὗ ἐθυμώθη ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς. | ] |
| lambda | 739 | [ | Λώτ· οὗτος ἀνεψιὸς ἦν Ἀβραάμ. ἀπῄεσαν οὖν οἱ ἄγγελοι εἰς Σόδομα ἀφανίσαι τὰς πόλεις διὰ τὰς ἁμαρτίας αὐτῶν. ὁ δὲ Ἀβραὰμ ἱκέτευσε δίκαιον μετὰ ἀσεβοῦς μὴ συναπολέσαι, τάχα διὰ τὸν Λώτ. οἱ δὲ ἄγγελοι ἐν Σοδόμοις γενόμενοι ξενίας ἔτυχον παρὰ τοῦ Λώτ. οἱ δὲ Σοδομῖται ἀποσπᾶν αὐτοὺς ἐπειρῶντο πρὸς διαφθοράν. τοῦ δὲ διὰ φιλοξενίαν ἀντιπροΐσχοντος τὰς θυγατέρας, ὡς οὐκ ἐπείθοντο, οἱ μὲν ὑπὸ τῶν ἀγγέλων ἠφανίζοντο τὰς ὄψεις, ὁ δὲ ἅμα ταῖς θυγατράσι καὶ τῇ συμβίῳ ἐξεπέμπετο· ἥτις μεταστραφεῖσα μετεβλήθη ὡς στήλην ἁλός. ὁ δὲ Λὼτ εἰς Σηγὼρ διασωθεὶς τῇ τε πόλει παραίτιος ἐγένετο σωτηρίας, τῶν ἀνδρῶν ἀφανισθέντων, ὡς λόγος, τῶν δὲ λοιπῶν δʹ διαφθαρεισῶν καὶ τῆς λίμνης ἅμα τῇ γῇ ἀνατραπείσης. κ ἀν τῷ ὄρει μεθυσθεὶς ταῖς θυγατράσι συνῆλθε τεκνοῖ τε τὸν Μωὰβ καὶ τὸν Ἄμμων. οἱ δὲ υἱοὶ Ἰσραὴλ ὄντες ἐν Σαττὶν ἐξεπόρνευσαν ταῖς θυγατράσι τῶν Μωαβιτῶν, εἰδωλολατρήσαντες καὶ προσκυνήσαντες τῷ Βεελφεγώρ, καὶ τῶν θυσιῶν μετέλαβον. Μωϋσῆς δὲ παρώξυνε κατ’ αὐτῶν τοὺς οὐχ ἁμαρτόντας· καὶ ἀνῃρέθησαν δισμύριοι καὶ τετρακισχίλιοι. Φινεὲς δὲ ὁ ἱερεὺς καταλαβὼν Ἰσραηλίτην, ὄνομα Ζαμβρί, συμπεπλεγμένον Μαδιανίτιδι, ᾗ ὄνομα Χασβίθ, ἀμφοτέρους διέπειρε καὶ τὸν θυμὸν ἔπαυσε τοῦ θεοῦ. | ] |
| lambda | 872 | [ | Λῦσόν σου τὸ ὑπόδημα· ὁ θεός φησι πρὸς τὸν Μωϋσῆν. ζήτει ἐν τῷ ὑπόδημα. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: