Hesiod) - urn:cts:greekLit:tlg0020poet (Wikidata)
writer (Wikidata)
rhapsode (Wikidata)
mythographer (Wikidata)
urn:cts:greekLit:tlg0020.suda001 -
Theogony
urn:cts:greekLit:tlg0020.suda002 -
Works and Days
urn:cts:greekLit:tlg0020.suda003 -
Shield of Heracles
urn:cts:greekLit:tlg0020.suda004 -
Catalogue of Women
urn:cts:greekLit:tlg0020.suda005
urn:cts:greekLit:tlg0020.suda006
| alpha | 133 | [ | Ἀγάλματα: τὰ τῶν θεῶν μιμήματα, καὶ πάντα τὰ κόσμου τινὸς μετέχοντα. Ὅμηρος· βασιλῆϊ δὲ κεῖται ἄγαλμα. καὶ Ἡσίοδος τὸν ὅρμον ἄγαλμα καλεῖ· Πίνδαρος δὲ τὴν ἐπὶ τάφου στήλην οὕτω καλεῖ, Εὐριπίδης τὸν ἐπὶ νεκροῖς κόσμον. καὶ ἐφ’ ὧ τις ἀγάλλεται. καὶ τὸ εἴδωλον, βρέτας, χάρμα, καλλονὴ, κόσμος, καύχημα, θαλλοὶ, ἀνδριάντες, ἐπιγραφαί. Ἀγάλμα τα δὲ καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. Ἀγαλμάτιον δὲ ὑποκοριστικῶς. | ] |
| alpha | 425 | [ | Ἀδάμ: ὁ πρῶτος ἄνθρωπος, ὁ χειρὶ θεοῦ πλασθεὶς καὶ κατὰ τὴν εἰκόνα καὶ ὁμοίωσιν μορφωθεὶς τοῦ δημιουργοῦ τε καὶ κτίσαντος, ὁ καὶ τιμηθεὶς τὴν εἰς παράδεισον οἴκησιν. οὗτος δικαίως ἂν πρῶτος καλοῖτο σοφὸς ὡς πρωτόκτιστον ἄγαλμα καὶ εἰκὼν οὖσα θεόγραφος, ὡς τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεως καὶ πάντα καθαρὰ καὶ ἀκίβδηλα περιφέρων τὰ ψυχῆς τε καὶ σώματος αἰσθητήρια. μαρμαρυγαὶ γάρ τινες, ὡς εἰπεῖν, ἐκ τῆς ἐκείνου ψυχῆς ἀπαστράπτουσαι καὶ θείων ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουσαι κατὰ πᾶσαν εἰσέτρεχον φύσιν εὐστόχως καὶ ἀναμαρτήτως τὸ οἰκεῖον ἑκάστης πλεονέκτημα φθάνουσαι. ὃς οὐ παρὰ ἀνθρώπων ἐδοκιμάσθη τῶν τὰς κρίσεις πολλάκις ἐπισφαλῶς ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ τοῦ πᾶσαν γνῶσιν καὶ κρίσιν ὀρθῶς ποιουμένου καὶ πρὸ τοῦ τὰς ἐννοίας κινηθῆναι παρὰ τῆς ὠδινούσης τὰ τοιαῦτα ψυχῆς καὶ ἀποτικτούσης νοήματα. καὶ ᾗ φησιν ἡ γραφή· ἐποίησεν ὁ θεὸς πάντα τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν, τί καλέσει αὐτά. καὶ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. τί τῆς φωνῆς ταύτης καὶ μαρτυρίας ἀριδηλότερον; τί τῆς σοφίας ταύτης καὶ διαγνώσεως ὑψηλότερον; ἐκάλεσεν ὀνόματα τὴν φύσιν αὐτὴν καὶ τὴν ὑπόστασιν ἑκάστου ζῴου ὥσπερ ὑπογραφόμενος, οὐ μελετήσας, οὐ προσκεψάμενος, οὐδέν τι προπεπονθὼς τῶν ὅσα μεταμανθάνουσιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν παραδραμουσῶν οὐκ ἴσχυσεν οὐδεὶς ὑπαλλάξαι κἂν τοῦ τυχόντος ζῴου τὸ ὄνομα, οὐδὲ τῆς ἐκείνου δράξασθαι μεγαλονοίας καὶ διαγνώσεως. μᾶλλον μὲν οὖν μένουσιν ἅπαντες οἱ κατὰ πᾶσαν ἐσπαρμένοι τὴν γῆν ἄνθρωποι τοῖς ἐκείνου στοιχοῦντες ἀμεταθέτοις θεσπίσμασι. καὶ οὐδὲ μέχρι τούτων ἔστη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν πᾶσιν ἀξίωμα, ἀλλὰ καὶ σπερμάτων καὶ φυτῶν διαφορὰς ῥιζῶν τε καὶ βοτανῶν δυνάμεις, καὶ ὅσα εἰς ἀντίληψιν καὶ θεραπείαν ἡ φύσις ἑκάστῳ προσαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐσάφησεν. οὗτος καὶ τὴν γυναῖκα πρῶτος ἰδὼν οὐχ ὥσπερ ἐκ στόματος ἀνθρωπίνου περὶ ταύτης ἐφθέγξατο, ἀλλ’ ὡς ἔκ τινος θείας ὀμφῆς ἐνηχούμενος εὐστόχως τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαστὸν ἀπεφοίβασε λόγιον· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. οὗτος τοίνυν ἐστὶν ὁ δοκιμάσας ἕκαστα καὶ πᾶσι κανόνας καὶ στάθμας ἀκριβεῖς καὶ ὅρους ἀναντιρρήτους ἐναρμοσάμενος. τούτου τέχναι καὶ γράμματα, τούτου ἐπιστῆμαι λογικαί τε καὶ ἄλογοι, τούτου προφητεῖαι, ἱερουργίαι καὶ καθαρισμοὶ καὶ νόμοι γραπτοί τε καὶ ἄγραφοι, τούτου πάντα εὑρήματα καὶ διδάγματα, καὶ ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι χρεῖαί τε καὶ δίαιται. οὗτός ἐστιν ὁ πρῶτος ἀνδριὰς, τὸ θεόκλητον ἄγαλμα, ἀφ’ οὗπερ ἀπευθύνονται πᾶσαι ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸς τὸ ἧττον μᾶλλον καὶ μᾶλλον ἐκπίπτωσιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦς ἀπεικάσματος μηδεμίαν ἔχοντος ἀφορμὴν, ἧς ἂν ἐπιλάβοιτο ὁ μετ’ ἐκεῖνον διαπλαττόμενος ἢ ζῳγραφούμενος, ἕως ὁ παλαμναῖος καὶ ἀποστάτης καὶ πλάνος διάβολος τοῦτον ἐξεκύλισεν ἐκ τῆς οἰκείας ἱδρύσεώς τε καὶ στάσεως καὶ κατὰ τοῦ πρανοῦς εἴασε φέρεσθαι πρὸς βαραθρώδεις τινὰς καὶ ἀλαμπεῖς χώρους καὶ μέχρι τῶν ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζοντας. κἀντεῦθεν ἤρξατο φύσις ἡ τῶν ἀνθρώπων παραχαράττεσθαι καὶ διακιβδηλεύεσθαι καὶ τυποῦσθαι τοῖς τοῦ τυράννου μορφώμασί τε καὶ σχήμασιν. ἐντεῦθεν ἡ νόθος σοφία τὰς ἀφορμὰς ἔλαβε, τῆς θείας δραπετευσάσης καὶ πρὸς οὐρανὸν ἀναπτάσης, ὅθεν τὸ πρότερον ἦν ἀφορμήσασα. ὅθεν ὁ πλάνος τὸ τοῦ θεοῦ σφετερισάμενος ὄνομα εἰς πολλὰ κατεμέρισε, Κρόνους τε καὶ Ζῆνας καὶ Ποσειδῶνας ἑαυτὸν μετακαλῶν· καὶ τὸ δὴ πάντων ἀνοσιώτατον, εἰς ὀνόματα θήλεά τε καὶ ἄσεμνα τὴν μακαρίαν καὶ ἄρρητον συγκατασπάσαι φύσιν ὁ ἀλιτήριος κατετόλμησεν, εἴς τε τὰς Ῥέας ἐκείνας καὶ Ἀφροδίτας καὶ Ἀθηνᾶς καὶ εἰς ἄλλας μυρίας καὶ ἀλλοκότους ἀλόγων ἰδέας τε καὶ μορφὰς, ἃς ὁ κακίας δημιουργὸς καὶ τὴν ἀποστασίαν νοσήσας ἐπέχρωσέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ Ὄσιριν καὶ Τυφῶνα καὶ Ἴσιν μοχθηρὰ διηγήματα καὶ Περσῶν μαγικὰ μαγγανεύματα καὶ Βραχμάνων γυμνοσοφιστίαι καὶ ἄκαιροι φαντασίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆσις καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ Φρυγῶν αὐλοὶ καὶ Κορύβαντες. ἐντεῦθεν ἡ Χαλδαίων ἀστρονομία ἡ σφαλερά τε καὶ πολυώδυνος. ἐντεῦθεν ἡ τοῦ ψεύδους λοχεύτρια ποίησις, ἡ τῶν Ἑλληνικῶν ληρημάτων σεμνομυθία. ἐντεῦθεν Ὀρφεύς τε καὶ Ὅμηρος καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφος Ἡσίοδος. ἐντεῦθεν ἡ Θάλητος δόξα καὶ ὁ κλεινὸς Πυθαγόρας καὶ ὁ σοφὸς Σωκράτης καὶ Πλάτων, τὸ τῆς Ἀθηναίων Ἀκαδημίας πολυθρύλητον σεμνολόγημα. ἐντεῦθεν οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνες. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια καὶ τωθάσματα. ἐντεῦθεν τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεσπίσματα καὶ ἡ λοιπὴ τῶν Ἑλληνικῶν κομψευμάτων ἐρεσχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον εἰς σαπρούς τε καὶ ὀδωδότας μύθους ἐνασχολούμενος, πᾶσαν εἰς ἑαυτὸν τὴν κτίσιν ὁ πλάνος ἐμφορτισάμενος καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡς ἀνδράποδον καὶ διερχόμενος τὴν ὑπ’ οὐρανὸν καὶ περιπατῶν τὴν γῆν καὶ ὡς ὠὰ πάντα κατέχων, ὡς αὐτός πού φησιν ἀλαζονευόμενος, ᾤετο δεῖν τὸν ἑαυτοῦ θρόνον θήσειν ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἔσεσθαι ὅμοιος τῷ Ὑψίστῳ. ἀλλ’ ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ λόγος ὁ προαιώνιος οἰκτείρας τὸν ἄνθρωπον ὡς ἠπατημένον ὑπὸ τοῦ δράκοντος ἐκ τῶν τοῦ πατρὸς κόλπων ἑαυτὸν ἐκένωσε καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας, καὶ διὰ τοῦ τιμίου σταυροῦ καὶ τοῦ πάθους αὐτοῦ καταβαλὼν τὸν ἀντίπαλον καὶ καταβὰς εἰς τὰ κατώτατα μέρη τῆς γῆς ἐκεῖθεν εἵλκυσε τὸν παραπεσόντα πρωτόπλαστον, ἀποδοὺς τῇ εἰκόνι τὸ πρῶτον κάλλος καὶ τῇ φύσει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνισται πᾶσα ἡ τοῦ τυράννου δυναστεία καὶ συμμορφία τοῦ τῆς εὐσεβείας φωτὸς διαυγάσαντος πάσῃ τῇ κτίσει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέστερον. ἐκ τούτου τοῦ φωτὸς ἡ κατὰ θεὸν σοφία πάλιν διέλαμψε καὶ γλώσσας ἁλιέων ἐστόμωσε καὶ τῶν σοφῶν διδασκάλους τοὺς ἀσόφους εἰργάσατο ἐντεῦθεν ὁ τῆς βροντῆς γόνος, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἐξ οὐρανίων νεφελῶν ἀπαστράψας ἐβρόντησε, καὶ πᾶσαν τὴν οἰκουμένην ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸς Παῦλος εἰς τρίτον οὐρανὸν ἀναφέρεται καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει πᾶσαν τὴν γῆν ὡς πτηνὸς καὶ ἀέριος τὸν Ἰησοῦν εὐαγγελιζόμενος. ἐντεῦθεν ὁ Πέτρος τὸν Χριστὸν υἱὸν θεοῦ τοῦ ζῶντος ὠνόμασε καὶ τὰς κλεῖς τῆς τῶν οὐρανῶν πιστεύεται βασιλείας, ἵνα ἀνοίγῃ μὲν τοῖς πιστοῖς, ἀποκλείῃ δὲ τοῖς ἀπίστοις τῶν θείων ἀνακτόρων τὴν εἴσοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουσιν εἴδωλα καὶ τρέχουσιν ἕτοιμοι πρὸς τὸν θάνατον, ὡς στεφάνους τὰς πληγὰς καὶ ὡς πορφύρας τὰ ἑαυτῶν αἵματα περιφέροντες οἱ καλλίνικοι. ἔστω γοῦν ὁ πρωτόπλαστος ἀρχηγὸς τοῦδε τοῦ γράμματος, κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡς ποταμὸς πηγή τε καὶ θάλαττα καὶ ῥίζα καὶ κλάδοι καὶ ὅρπηκες καὶ πάσης ὑπάρχων τῆς ἀνθρωπίνης φύσεως ἀπαρχὴ καὶ πρωτόλειον. ὅτι ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵βσμβʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη φκεʹ. ἀπὸ δὲ τῆς πυργοποιΐας ἕως τοῦ Ἀβραὰμ υκεʹ. ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου υλʹ. ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ ἔτη ψνζʹ. ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ υκεʹ. ὁμοῦ ἔτη ͵δωπʹ. ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου βασιλέως τιηʹ. ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ τοῦ θεοῦ ἡμῶν τγʹ. ὁμοῦ ἔτη ͵εφʹ. ἀπὸ δὲ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τιηʹ. ἀπὸ δὲ Κωνσταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνεʹ. ὁμοῦ τὰ πάντα ἔτη ͵ϛτοεʹ. ἀπὸ δὲ Μιχαὴλ ἕως Ῥωμανοῦ υἱοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου ἔτη... ἀπὸ δὲ τοῦ Πορφυρογεννήτου ἕως τῆς τελευτῆς Ἰωάννου τοῦ Τζιμισκῆ ἔτη... καὶ Ἀδαμιαῖος, ἀπὸ Ἀδάμ. | ] |
| alpha | 1277 | [ | Ἀλκή: ἰσχὺς, δύναμις. Ἡσίοδος· ἀλκὴν μὲν γὰρ ἔδωκεν Ὀλύμπιος Αἰακίδῃσι, νοῦν δ’ Ἀμυθαονίδαις, πλοῦτον δέ πεῤ Ἀτρείδῃσι· καὶ Πολύβιος· οἶδε γὰρ καὶ λόγων ἀλκὴ θανάτου καταφρονεῖν. | ] |
| alpha | 3750 | [ | Ἀράχνη: θηλυκῶς τὸ ὕφασμα. ἀράχνης δὲ ἀρσενικῶς, τὸ ζωΰφιον· παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν. τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ τεῦξαι λεπταλέον μίτον ἐπιστάμεναι. εἴρηται δὲ ἀράχνης καὶ παρ’ Ἡσιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ. λέγουσι δὲ καὶ ἀραχνικὰ, ἀπὸ τῆς ἀράχνης ὀρθῆς. Καλλίας Κύκλωψιν· ὥσπερ ἀραχνικὸς τὴν ὁδὸν προφορούμενα. θηλυκῶς δὲ Σοφοκλῆς Ἰνάχῳ πάντα δ’ ἐρίθων ἀραχνᾶν βρίθει. Καλλίμαχος· ἔργον ἀράχνα. Κρατῖνος δὲ Πυτίνη· ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. Φερεκράτης Τυραννίδι· ἆρ’ ἀράχνια ὥσπερ ταῖς συκυαῖσι ταῖς κεναῖς. Νικόφρων Ἀφροδίτης γοναῖς· ἆρ’ ἀράχνιόν τι φαίνεται ἐμπεφυκέναι. | ] |
| alpha | 3924 | [ | Ἀριστόνικος, Ἀλεξανδρεὺς, γραμματικός. ἔγραψε Περὶ τῶν σημείων τῶν ἐν τῇ Θεογονίᾳ Ἡσιόδου [+] καὶ τῶν τῆς Ἰλιάδος καὶ Ὀδυσσείας· Ἀσυντάκτων ὀνομάτων βιβλία ϛʹ. | ] |
| alpha | 4185 | [ | Ἀσκραῖος: ὁ Ἡσίοδος. | ] |
| alpha | 4456 | [ | Αὖον: ξηρόν. Ἡσίοδος· αὖον ἀπὸ χλωροῦ τάμνειν. καὶ ἐν Ἐπιγράμμασι· καὶ τρύφος ἄρτου αὖον ἐπιθραύσας, τὴν πενιχρὴν θυσίαν. καὶ αὖθις· καὶ τὰ μὲν αὖος ὑπὸ τοῦ φόβου ἦν, τὰ δὲ ἀνέφερεν ἡ ἐκ τοῦ θεοῦ πρόσταξις τὸν ἄνδρα. αὔω γὰρ τὸ ξηραίνω, παρὰ τὸ ὕω, τὸ βρέχω, ἀΰω μετὰ τοῦ στερητικοῦ α, καὶ κράσει αὔω. | ] |
| alphaiota | 86 | [ | Αἰδώς· ἡ ἐπιτιμία. καὶ παροιμία· Αἰδὼς δ’ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ προΐκτῃ. ἐπὶ τῶν δι’ ἐπιείκειαν βλαπτομένων. Ὅμηρος. Ἡσίοδος· αἰδὼς δὲ κεχρημένον ἄνδρα κομίζει. καὶ ἑτέρα παροιμία· Αἰδὼς ἐν ὀφθαλμοῖς. παρόσον οἱ κεκακωμένοι τοὺς ὀφθαλμοὺς οὐκ αἰδοῦνται. ἢ ὅτι τοὺς παρόντας ὁρῶντες αἰδοῦνται μᾶλλον οἱ ἄνθρωποι ἢ τοὺς ἀπόντας. ἡ αἰτιατικὴ τὴν αἰδῶ. | ] |
| alphaiota | 230 | [ | Αἶνος· λόγος παροιμιώδης. ἢ ἔπαινος, καὶ ἐγκώμιον. αἶνός τίς ἐστιν· ὡς ἀνήρ τε καὶ οὐκ ἀνήρ, ὄρνιθα κοὐκ ὄρνιθα, ὄρνιθα δ’ ὅμως, ἐπὶ ξύλου με κ οὐ ξύλου καθημένην, λίθῳ τε κ οὐ λίθῳ με βαλὼν διώλεσεν. εὐνοῦχος, νυκτερίς, νάρθηξ, κίσσηρις. αἶνος διαφέρει μύθου τῷ τὸν αἶνον μὴ πρὸς παῖδας, ἀλλὰ πρὸς ἄνδρας πεποιῆσθαι καὶ μὴ πρὸς ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ παραίνεσιν ἔχειν τινά. βούλεται γὰρ ἐπικρυπτόμενος παραινεῖν τι καὶ διδάσκειν· ὅπερ καὶ Ἡσίοδος φαίνεται πεποιηκώς. Αἰνὸς δὲ ὀξυτόνως ὁ δεινὸς ἄνθρωπος. καὶ Αἶνος, ἔπαινος, ὕμνος, δόξα. | ] |
| delta | 126 | [ | Δαῖτας· εὐωχίας. Φοῖβε, δέξαι πλωτήρων μάζης χεριφυρέα δαῖτα. καί, οἵους Ἡσίοδος παρεισάγει τοὺς Αἰακίδας, πολέμῳ κεχαρηότας ἠΰτε δαιτί. | ] |
| delta | 430 | [ | Δημήτριος, ὁ ἐπίκλην Ἰξίων, γραμματικός, Ἀδραμυττηνός, γεγονὼς κατὰ τοὺς Αὐγούστου τοῦ Καίσαρος χρόνους· ὃς διέτριψεν ἐν Περγάμῳ. ἐπεκλήθη δὲ τοῦτο, ὡς μέν τινες, διότι λεπίδας χρυσᾶς κλέπτων τοῦ ἐν Ἀλεξανδρείᾳ τῆς Ἥρας ἀγάλματος ἐφωράθη, ὡς δὲ ἄλλοι, ὅτι ἀπεσύλησεν Εὐριπίδειον Φιλότιμον τὸ δρᾶμα ἔχον τὸν Ἰξίονα, ἕτεροι δέ, ὅτι τῷ διδασκάλῳ Ἀριστάρχῳ ἀντήρισεν, ὥσπερ ὁ Ἰξίων εὐεργετήσασιν αὐτὸν τοῖς θεοῖς ἀχαριστεῖν ἐπεχείρησεν. ἔγραψε δὲ πολλά· Περὶ τῶν εἰς μι ληγόντων ῥημάτων· καὶ ἄλλα περὶ ἀντωνυμιῶν· εἰς Ὅμηρον [+] ἐξήγησιν, εἰς Ἡσίοδον [+] ὁμοίως. | ] |
| delta | 457 | [ | Δημοσθένης Θρᾷξ· οὗτος ἔγραψε Μετάφρασιν Ἰλιάδος πεζῷ λόγῳ, Ἐπιτομὴν τῶν Δαμαγήτου [+] τοῦ Ἡρακλεώτου [+], Περὶ διθυραμβοποιῶν, Μετάφρασιν εἰς τὴν Ἡσιόδου [+] Θεογονίαν. | ] |
| delta | 553 | [ | Διαήσει· διαπέμψει. Διάησι δὲ διέρχεται. παρ’ Ἡσιόδῳ. | ] |
| delta | 1093 | [ | Δίκης· δικαιοσύνης, ἢ τιμωρίας. ἥξομεν κομιούμενοι παρ’ ἀνδρῶν ἀνοσίων καὶ ψευδόρκων δίκας. ὅτι τὴν δίκην φασὶν οἱ παλαιοὶ εὐθεῖάν τε εἶναι καὶ ἀκλινῆ καὶ ἄτρεπτον. καὶ τοῦτο ᾄδουσι μὲν πλεῖστοι, ἤδη δὲ καὶ ἀνάγκη· φύσιν γὰρ δήπου τὸ δίκαιον τοιαύτην εἴληχεν. Ἡσίοδος δὲ αὐτὴν λέγει καὶ παρθένον καὶ ἀδιάφθορον, τῇ τε ἄλλῃ καὶ μέντοι καὶ ὑπ’ εὐνῆς ἀφροδισίου, αἰνιττόμενος ὅτι μὴ χρὴ δολοῦν τὸ δίκαιον, μήτε ἄλλως πεισθέντα μήτε λέχει παρατραπέντα. φησὶ δὲ καὶ μετιέναι αὐτὴν τιμωρουμένην τούτους, οἷσπερ οὖν ὕβρις μέμηλε κακὴ καὶ σχέτλια ἔργα. τοῖς γε μὴν ἐκείνην σέβουσι τήν τε γῆν καὶ τὰ οἰκεῖα βρύειν φησὶν ἀγαθὰ καὶ τὴν θάλατταν χορηγεῖν ὅσα τίκτει καὶ τρέφει μάλ’ ἀφθόνως. ἀκούω δὲ αὐτὴν καὶ παρ’ αὐτοῦ Διὸς καθῆσθαι θρόνῳ καὶ κοινωνὸν τῶν ἀρίστων βουλευμάτων εἶναι. καὶ Ὅμηρος δὲ μέγα αὐτῆς τὸ κράτος ὑμνεῖ καὶ λέγει τοῖς ἀτιμάζουσιν αὐτὴν μηνιεῖν τὸν θεὸν καὶ λάβρους καταντλεῖν ὑετοὺς αὐτὴν καὶ χειμάρρους ἐπ’ αὐτοὺς ὠθεῖσθαι καὶ ἀφανίζειν πόλεις αὐτῶν καὶ ἔργα καὶ ποίμνας. καὶ ταύτῃ κολάζεσθαι τῇ τιμωρίᾳ ὕβρεως καὶ ἀτασθαλίας ἔργα ὑπομένοντας πρεπωδέστερα καὶ ἕτερα ἄττα. | ] |
| delta | 1349 | [ | Δόμεν, ὅς κεν δῷ· καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ· ὁ Ἡσίοδός φησιν. ἀντὶ τοῦ δόμεναι καὶ μὴ δόμεναι. | ] |
| delta | 1451 | [ | Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας· οἱ μὲν Ἡσιόδειον οἴονται τὸν στίχον, εἴρηται δὲ καὶ Πλάτωνος ἐν τρίτῃ Πολιτείᾳ. | ] |
| epsilon | 359 | [ | Ἑκαταῖος, Ἀβδηρίτης, φιλόσοφος· ὃς ἐπεκλήθη καὶ κριτικὸς γραμματικός, οἷα γραμματικὴν ἔχων παρασκευήν. γέγονε δ’ ἐπὶ τῶν διαδόχων. βιβλία αὐτοῦ ταῦτα· Περὶ τῆς ποιήσεως Ὁμήρου [+] καὶ Ἡσιόδου [+]. | ] |
| epsilon | 780 | [ | Ἐλεδώνη· εἶδος πολύποδος. ἥτις ἔχει μίαν κοτυληδόνα καί ἐστιν ἑπτάπους, ὥς φησιν Αἰλιανός. ἔστι δὲ τὸ λ περισσόν. καλεῖται δὲ ἐλεδώνη ἀπὸ τοῦ ἑαυτὴν ἔδειν, ὅ ἐστιν ἐσθίειν. καὶ Ἡσίοδος· ὅτ’ ἀνόστεος ὃν πόδα τένδει. | ] |
| epsilon | 2221 | [ | Ἐπιάλτην· Ὅμηρος καὶ Ἡσίοδος καὶ οἱ Ἀττικοὶ τὸν δαίμονα, διὰ δὲ τοῦ φ τὸν ἄνδρα Ἐφιάλτην. καὶ τὸ ῥιγοπύρετος λεγόμενον. | ] |
| epsilon | 3618 | [ | Εὐόρκου· εὐσεβοῦς. Ἡσίοδος· ἀνδρὸς δ’ εὐόρκου γενεὴ μετόπισθεν ἀμείβη. καὶ Ἀριστοφάνης· ἀλλ’ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις. | ] |
| epsilon | 3801 | [ | Εὐφορίων, Πολυμνήστου, Χαλκιδεύς, ἀπὸ Εὐβοίας, μαθητὴς ἐν τοῖς φιλοσόφοις Λακύδου καὶ Πρυτάνιδος καὶ ἐν τοῖς ποιητικοῖς Ἀρχεβούλου τοῦ Θηραίου ποιητοῦ, οὗ καὶ ἐρώμενος λέγεται γενέσθαι. ἐγεννήθη δὲ ἐν τῇ ρκϛʹ ὀλυμπιάδι, ὅτε καὶ Πύρρος ἡττήθη ὑπὸ Ῥωμαίων· καὶ ἐγένετο τὴν ἰδέαν μελίχρους, πολύσαρκος, κακοσκελής. τῆς Ἀλεξάνδρου, τοῦ βασιλεύσαντος Εὐβοίας, υἱοῦ δὲ Κρατεροῦ, γυναικὸς Νικίας στερξάσης αὐτόν, εὔπορος σφόδρα γεγονὼς ἦλθε πρὸς Ἀντίοχον τὸν μέγαν ἐν Συρίᾳ βασιλεύοντα καὶ προέστη ὑπ’ αὐτοῦ τῆς ἐκεῖσε δημοσίας βιβλιοθήκης· καὶ τελευτήσας ἐκεῖσε τέθαπται ἐν Ἀπαμείᾳ, ὡς δέ τινες ἐν Ἀντιοχείᾳ. βιβλία δὲ αὐτοῦ ἐπικὰ ταῦτα· Ἡσίοδος [+]· Μοψοπία ἢ Ἄτακτα· ἔχει γὰρ συμμιγεῖς ἱστορίας, Μοψοπία δέ, ὅτι ἡ Ἀττικὴ τὸ πρὶν Μοψοπία ἐκαλεῖτο ἀπὸ τῆς Ὠκεανοῦ θυγατρὸς Μοψοπίας, καὶ ὁ λόγος τοῦ ποιήματος ἀποτείνεται εἰς τὴν Ἀττικήν· Χιλιάδες· ἔχει δὲ ὑπόθεσιν εἰς τοὺς ἀποστερήσαντας αὐτὸν χρήματα, ἃ παρέθετο, ὡς δίκην δοῖεν κἂν εἰς μακράν· εἶτα συνάγει διὰ χιλίων ἐτῶν χρησμοὺς ἀποτελεσθέντας· εἰσὶ δὲ βιβλία εʹ, ἐπιγράφεται δὲ ἡ πέμπτη χιλιάς. περὶ χρησμῶν, ὡς διὰ χιλίων ἐτῶν ἀποτελοῦνται. | ] |
| eta | 350 | [ | Ἡμίσεια. Ἥμισυ παντός. Ἡσίοδος· νήπιοι, οὐδ’ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός. ἔστι δὲ οὕτως· ἀδελφὼ δυὸ ἤστην. ὁ τοίνυν ἕτερος ἀποθνήσκων καὶ παῖδα ὀρφανὸν ἀπολείπων τὸν ἀδελφὸν ἐγγράφει καὶ τοῦ υἱοῦ ἐπίτροπον καὶ τῶν χρημάτων, ὧν ἐκείνῳ κατέλιπε, μελεδωνόν. ὁ δὲ ἀνόσιος ὢν τὰ τοῦ παιδὸς σφετερίσασθαι γλιχόμενος, εἶτα μέντοι καὶ τὰ οἰκεῖα προσαπώλεσε. δεομένῳ δὲ πολυωρίας τινὸς καὶ ῥοπῆς τυχεῖν τῆς ἐς τὸ κρεῖττον ἀπεκρίνατο, νήπιος, οὐκ ἐνόησεν ὅσῳ πλέον ἥμισυ παντός. παιδεύσεως ταῦτα ἔχεται καὶ ψυχὴν καθαίρει καὶ βίον κοσμεῖ καὶ σωφροσύνην ἐντίθησι καὶ δικαιοσύνην νομοθετεῖ. | ] |
| eta | 583 | [ | Ἡσίοδος, Κυμαῖος· νέος δὲ κομισθεὶς ὑπὸ τοῦ πατρὸς Δίου καὶ μητρὸς Πυκιμήδης ἐν Ἄσκρῃ τῆς Βοιωτίας. γενεαλογεῖται δὲ εἶναι τοῦ Δίου, τοῦ Ἀπελλίδος, τοῦ Μελανώπου· ὅν φασί τινες τοῦ Ὁμήρου προπάτορος εἶναι πάππον, ὡς ἀνεψιαδοῦν εἶναι Ἡσιόδου τὸν Ὅμηρον, ἑκάτερον δὲ ἀπὸ τοῦ Ἄτλαντος κατάγεσθαι. ποιήματα δὲ αὐτοῦ ταῦτα· Θεογονία, Ἔργα καὶ Ἡμέραι, Ἀσπίς, Γυναικῶν ἡρωϊνῶν κατάλογος ἐν βιβλίοις εʹ, Ἐπικήδειον εἰς Βάτραχόν τινα, ἐρώμενον αὐτοῦ, περὶ τῶν Ἰδαίων Δακτύλων· καὶ ἄλλα πολλά. ἐτελεύτησε δὲ ἐπιξενωθεὶς παρ’ Ἀντίφῳ καὶ Κτιμένῳ, οἳ νύκτωρ δόξαντες ἀναιρεῖν φθορέα ἀδελφῆς αὐτῶν, ἀνεῖλον τὸν Ἡσίοδον ἄκοντες. ἦν δὲ Ὁμήρου κατά τινας πρεσβύτερος, κατὰ δὲ ἄλλους σύγχρονος· Πορφύριος καὶ ἄλλοι πλεῖστοι νεώτερον ἑκατὸν ἐνιαυτοῖς ὁρίζουσιν, ὡς λβʹ μόνους ἐνιαυτοὺς συμπροτερεῖν τῆς πρώτης Ὀλυμπιάδος. | ] |
| iota | 99 | [ | Ἴδει· τῷ ἱδρῶτι. ἣ εὐθεῖα τὸ ἴδος· καὶ ἴδει, σημαίνει τῷ θέρει παρ’ Ἡσιόδῳ. | ] |
| iota | 482 | [ | Ἰῶκά τε δακρυόεσσαν· Ὅμηρος ἰῶκα λέγει τὴν ἰωκήν, ὡς Ἡσίοδος κρόκα τὴν κρόκην· καὶ αὐτὸς Ὅμηρος τὴν ἀλκῇ, ἀλκί· ἀλκὶ πεποιθώς. λέγει δὲ ἰωκὴν ἀπὸ μέρους τὴν μάχην, ἐπεὶ διώξεως αἰτία γίνεται· ὅθεν καὶ βοὴν τὸν πόλεμον ἀπὸ τοῦ ἀλαλαγμοῦ. | ] |
| kappa | 2628 | [ | Κυθέρεια· οὐχ ὅτι προσέκυρσε Κυθήροις, ὡς Ἡσίοδός φησιν· ἀλλ’ ἡ ἐν αὑτῇ κευθόμενον ἔχουσα τὸν ἔρωτα, ὃν πᾶσιν ἐφίησι· διὰ γὰρ τοῦ κεστοῦ ἔχει τὴν δύναμιν. τὴν Λαΐδα τὴν ἑταίραν φασί, τὴν θνητὴν Κυθέρειαν, ἐφ’ ᾗ μνηστῆρες ἀγαυοὶ πλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος. | ] |
| kappa | 2714 | [ | Κυνοκέφαλος· ὁ Κλέων ἑαυτὸν οὕτω καλεῖ. ἀντὶ τοῦ δεινὸν καὶ ἀναίσχυντον· ὁποῖος ἦν ὁ παρ’ Ἡσιόδῳ Γηρυονεύς. Χρυσάωρ ἔτεκε τρικέφαλον Γηρυονῆα. τουτέστιν ἰταμὸς καὶ ἀναιδὴς καὶ ἁρπακτικός. | ] |
| lambda | 309 | [ | Λέσχη· πολλὴ ὁμιλία, φλυαρία. τὸ δὲ παλαιὸν αἱ καθέδραι καὶ οἱ τόποι, ἐν οἷς εἰώθεσαν ἀθροιζόμενοι φιλοσοφεῖν, λέσχαι ἐκαλοῦντο. οὕτω φησὶ καὶ Ἱεροκλῆς ἐν αʹ Φιλοσοφουμένων. Ἡρόδοτος· καίτοι γενομένης λέσχης, ὃς γένοιτο αὐτῶν ἄριστος. ἐμνήσθην, ὁσάκις ἀμφότεροι ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, ξεῖν’ Ἁλικαρνησεῦ, τετράπαλαι σποδίη· αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες. Λέσχη δὲ παρὰ Ἡσιόδῳ ἡ κάμινος. | ] |
| mu | 307 | [ | Μαχλοσύνη· κατωφέρεια, γυναικομανία. Ἡσιόδειος ἡ λέξις· λέγει γὰρ περὶ τῶν Προίτου θυγατέρων, εἵνεκα μαχλοσύνης στυγερῆς τέρεν ὤλεσεν ἄνθος. | ] |
| mu | 521 | [ | Μελίτη· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. δῆμος δ’ ἐστι τῆς Κεκροπίδος, ὀνομασθεὶς ἀπὸ Μελίτης, κατὰ μὲν Ἡσίοδον θυγατρὸς Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου τοῦ Ἀπόλλωνος. | ] |
| mu | 809 | [ | Μέτρησον· δάνεισον. καὶ Ἡσίοδος· εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ’ ἀποδοῦναι. καὶ Θεόπομπος Καπήλοις· μετάδος ἢ μέτρησον ἢ τιμὴν λάβε. | ] |
| mu | 1297 | [ | Μουσαῖος· παρ’ Ἕλλησι φιλόσοφος. Λυσίας πρὸς τὴν Μιξιδήμου γραφήν, [ εἰ] γνήσιος· καὶ δύο παῖδας αὐτῷ ἀκολούθους εἶναι, ὧν οὗτος τὸν μὲν Μουσαῖον καλεῖ, τὸν δὲ Ἡσίοδον. ὅτι ὁ μὲν κρινόμενος ἐπετήδευε τοὺς οἰκέτας τοῦτο καλεῖν δῆλον. περὶ δὲ Μουσαίου οἱ μὲν ἐκ Θρᾴκης εἰρήκασι τὸν ἄνδρα εἶναι, οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. | ] |
| mu | 1389 | [ | Μῦθος· λόγος ψευδής, εἰκονίζων τὴν ἀλήθειαν. διαφέρει δὲ αἶνος μύθου τῷ τὸν αἶνον μὴ πρὸς παῖδας, ἀλλὰ πρὸς ἄνδρας πεποιῆσθαι, καὶ μὴ πρὸς ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ παραίνεσιν ἔχειν τινά· βούλεται γὰρ ἐπικρυπτόμενος παραινεῖν τι καὶ διδάσκειν· ὅπερ Ἡσίοδος φαίνεται πεποιηκώς. | ] |
| nu | 290 | [ | Νεῖν· κολυμβᾶν, καὶ τὸ νήθειν κρόκην. Ἀρριανός· ὅσοι κουφότατοι καὶ κουφότατα ὡπλισμένοι καὶ τοῦ νεῖν δαημονέστατοι, τούτους ἐκνήξασθαι κελεύει ἀπὸ συνθήματος. καὶ αὖθις· ὥσπερ γὰρ οἱ ὄρνιθες ἵπτασθαι καὶ νεῖν ἰχθύες αἵ τε ἔλαφοι θεῖν, ἐπεὶ πεφύκασιν, οὐδὲν τοῦ διδαχθῆναι προσδέονται. τοῦ δὲ νεῖν, ἤτοι νήθειν, χρῆσις παρ’ Ἡσιόδῳ ἐν τῷ, τῇ γάρ τοι νεῖ νήματ’ ἀερσιπότητος ἀράχνης. τινὲς δὲ τὸ νεῖ νήματα διὰ τοῦ η ἔγραψαν, ὡς ἀποκοπὲν ἐκ τοῦ νήθει. πλὴν καὶ οὕτως ἡ ἀναλογία τὸ νῶ, νεῖς, νεῖ οἶδε πρωτότυπον· ἐξ οὗ παράγωγον τὸ νήθω· τὸ κνῶ, κνήθω, σῶ, σήθω. | ] |
| omega | 158 | [ | Ὡρακιάσας Κρατῖνος· ἀντὶ τοῦ λειποψυχήσας· εἰς οἰνοφλυγίαν δὲ ὁ Κρατῖνος διαβάλλεται. ἢ ὠχριάσας· ἢ ὑπὸ ἐκλύσεως σκοτωθείς, ᾧ ἕπεται τὸ ὠχριᾶν· τοιοῦτοι δὲ οἱ λειποψυχοῦντες· τρέπεται γὰρ αὐτῶν πρῶτον ἡ χροιά. Ἀριστοφάνης· οὐ γὰρ ἐξηνέσχετ’ ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων. Ὡρακιάσαι λέγουσι τὸ ὑπὸ φόβου ὠχριάσαι, θλιβομένης τῆς καρδίας· τοῦτο δὲ πολλοῖς γίνεται· παρὰ τὸ τὴν ὥραν αἰκίζεσθαι, ὅ ἐστι τὴν μορφήν. ἢ ὠρακιῶ, ὠχριῶ, φροντίζω· ὥρα γὰρ ἡ φροντίς· Ἡσίοδος· ὤρη γάρ τ’ ὀλίγη πέλεται νεικέων. ἐκ δὲ φροντίδος ἐκλύεταί τις. Ὠρακίζω γὰρ τὸ ῥῆμα. | ] |
| omicron | 464 | [ | Ὁπλή· ὁ κυκλοειδὴς ποῦς τῶν κτηνῶν, οἷον βοῶν, προβάτων καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικροὺς ὄνυχας ἐν τοῖς τῶν ποδῶν ὀπισθίοις. κυρίως δὲ ἐπὶ ἵππων. Ἀριστοφάνης δὲ ἐπὶ τῶν χοίρων ὁπλὴν εἴρηκε. καὶ Σιμωνίδης· ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν. καὶ Ἡσίοδος ἐπὶ βοῶν ὁπλάς. καὶ τὸ ἐναντίον ἐπὶ ἵππου· νύσσοντες χηλῇσιν. | ] |
| omicron | 704 | [ | Ὅσῳ πλέον ἥμισυ παντός· τουτέστι τὸ ὀλίγον μετὰ δικαιοσύνης τοῦ πολλοῦ μετὰ ἀδικίας πλείονα ἔχει τὴν ὄνησιν. Ἡσίοδός φησιν. | ] |
| pi | 248 | [ | Πανύασις, Πολυάρχου, Ἁλικαρνασσεύς, τερατοσκόπος καὶ ποιητὴς ἐπῶν· ὃς σβεσθεῖσαν τὴν ποιητικὴν ἐπανήγαγε. Δοῦρις δὲ Διοκλέους τε παῖδα ἀνέγραψε καὶ Σάμιον, ὁμοίως δὲ καὶ Ἡρόδοτος Θούριον. ἱστόρηται δὲ Πανύασις Ἡροδότου τοῦ ἱστορικοῦ ἐξάδελφος· γέγονε γὰρ Πανύασις Πολυάρχου, ὁ δὲ Ἡρόδοτος Λύξου τοῦ Πολυάρχου ἀδελφοῦ. τινὲς δὲ οὐ Λύξην, ἀλλὰ Ῥοιὼ τὴν μητέρα Ἡροδότου, Πανυάσιδος ἀδελφήν, ἱστόρησαν. ὁ δὲ Πανύασις γέγονε κατὰ τὴν οηʹ ὀλυμπιάδα, κατὰ δέ τινας πολλῷ πρεσβύτερος· καὶ γὰρ ἦν ἐπὶ τῶν Περσικῶν. ἀνῃρέθη δὲ ὑπὸ Λυγδάμιδος τοῦ τρίτου τυραννήσαντος Ἁλικαρνασσοῦ. ἐν δὲ ποιηταῖς τάττεται μεθ’ Ὅμηρον, κατὰ δέ τινας καὶ μετὰ Ἡσίοδον καὶ Ἀντίμαχον. ἔγραψε δὲ καὶ Ἡρακλειάδα ἐν βιβλίοις ιδʹ, εἰς ἔπη ͵θʹ, Ἰωνικὰ ἐν πενταμέτρῳ, ἔστι δὲ τὰ περὶ Κόδρον καὶ Νηλέα καὶ τὰς Ἰωνικὰς ἀποικίας, εἰς ἔπη ͵ζʹ. | ] |
| pi | 1375 | [ | Πέρσης, Ἀσκραῖος, ἐποποιός, ἀδελφὸς Ἡσιόδου τοῦ ποιητοῦ. | ] |
| pi | 1465 | [ | Πείσανδρος, Πείσωνος καὶ Ἀρισταίχμας, Καμιραῖος ἀπὸ Ῥόδου· Κάμιρος γὰρ ἦν πόλις Ῥόδου. καί τινες μὲν αὐτὸν Εὐμόλπου τοῦ ποιητοῦ σύγχρονον καὶ ἐρώμενον ἱστοροῦσι, τινὲς δὲ καὶ Ἡσιόδου πρεσβύτερον, οἱ δὲ κατὰ τὴν λγʹ ὀλυμπιάδα τάττουσιν. ἔσχε δὲ καὶ ἀδελφὴν Διόκλειαν. ποιήματα δὲ αὐτοῦ Ἡράκλεια ἐν βιβλίοις βʹ· ἔστι δὲ τὰ Ἡρακλέους ἔργα· ἔνθα πρῶτος Ἡρακλεῖ ῥόπαλον περιτέθεικε. τὰ δὲ ἄλλα τῶν ποιημάτων νόθα αὐτοῦ δοξάζεται, γενόμενα ὑπό τε ἄλλων καὶ Ἀριστέως τοῦ ποιητοῦ. | ] |
| pi | 2290 | [ | Πρίνινοι ἄνθρακες· στερεοί, καὶ σκληροί; ἰσχυρὸν γὰρ τὸ τῆς πρίνου ξύλον. Ἡσίοδος· πρίνου δὲ γύην. καὶ πάλιν· πρίνινος γὰρ βουσὶν ὀχυρώτατός ἐστι. Πρῖνος, ξύλον πικρότατον. Ἀριστοφάνης· σὺ δ’ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς. καιομένη γὰρ ἡ πρῖνος ψόφον ποιεῖ. | ] |
| pi | 2472 | [ | Πρόκλος, ὁ Προκλήϊος χρηματίσας, Θεμεσίωνος, Λαοδικείας τῆς Συρίας, ἱεροφάντης. ἔγραψε Θεολογίαν, Εἰς τὸν παρ’ Ἡσιόδῳ [+] τῆς Πανδώρας μῦθον, Εἰς τὰ χρυσᾶ ἔπη, Εἰς τὴν Νικομάχου [+] Εἰσαγωγὴν τὴν ἀριθμητικήν· καὶ ἄλλα τινὰ γεωμετρικά. | ] |
| pi | 2473 | [ | Πρόκλος, ὁ Λύκιος, μαθητὴς Συριανοῦ, ἀκουστὴς δὲ καὶ Πλουτάρχου τοῦ Νεστορίου φιλοσόφου, καὶ αὐτὸς φιλόσοφος Πλατωνικός. οὗτος προέστη τῆς ἐν Ἀθήναις φιλοσόφου σχολῆς, καὶ αὐτοῦ μαθητὴς καὶ διάδοχος χρηματίζει Μαρῖνος ὁ Νεαπολίτης. ἔγραψε πάνυ πολλά, φιλόσοφά τε καὶ γραμματικά. ὑπόμνημα εἰς ὅλον τὸν Ὅμηρον [+], ὑπόμνημα εἰς τὰ Ἡσιόδου [+] Ἔργα καὶ Ἡμέρας, Περὶ χρηστομαθείας βιβλία γʹ, Περὶ ἀγωγῆς βʹ, Εἰς τὴν πολιτείαν Πλάτωνος [+] βιβλία δʹ, Εἰς τὴν Ὀρφέως [+] Θεολογίαν, Συμφωνίαν Ὀρφέως [+], Πυθαγόρου [+], Πλάτωνος [+] περὶ τὰ Λόγια βιβλία ιʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] θεῶν, Ἐπιχειρήματα κατὰ Χριστιανῶν ιηʹ. οὗτός ἐστι Πρόκλος, ὁ δεύτερος μετὰ Πορφύριον κατὰ Χριστιανῶν τὴν μιαρὰν καὶ ἐφύβριστον αὐτοῦ γλῶσσαν κινήσας· εἰς ὃν ἔγραψεν Ἰωάννης, ὁ ἐπικληθεὶς Φιλόπονος, πάνυ θαυμασίως ὑπαντήσας κατὰ τῶν ιʹ καὶ ηʹ ἐπιχειρημάτων αὐτοῦ καὶ δείξας αὐτὸν κ ἀν τοῖς Ἑλληνικοῖς, ἐφ’ οἷς μέγα ἐφρόνει, ἀμαθῆ καὶ ἀνόητον. ἔγραψε Πρόκλος Μητρῳακὴν βίβλον, ἣν εἴ τις μετὰ χεῖρας λάβοι, ὄψεται, ὡς οὐκ ἄνευ θείας κατακωχῆς τὴν θεολογίαν τὴν περὶ τὴν θεὸν ἐξέφηνεν ἅπασαν, ὥστε μηκέτι θράττεσθαι τὴν ἀκοὴν ἐκ τῶν ἀπεμφαινόντων θρήνων. | ] |
| pi | 2918 | [ | Πρόφερε· ὀνείδιζε, ὑπομίμνησκε. Ὅμηρος· μή μοι δῶρ’ ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης. καὶ Αἰλιανός· καὶ τὸ ἐλλειφθὲν κατὰ τὰς παρθένους προφέρει αὐτοῖς. καὶ αὖθις Ἡσίοδος· Ἠώς, ἣ προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου. ἀντὶ τοῦ πρωῒ λίαν. | ] |
| pi | 3114 | [ | Πυγοστόλος· προαγωγός· μαυλίστρια. Ἡσίοδος· μηδέ σε γυνὴ πυγοστόλος ἐξαπατάτω. | ] |
| pi | 3124 | [ | Πυθαγόρας· ὄνομα κύριον. καὶ Πυθαγόρειος λόγος. καὶ Πυθαγόρειοι ἄνδρες. ὅτι Πυθαγόρα τὰ σύμβολα ἦν τάδε· πῦρ μαχαίρᾳ μὴ σκαλεύειν· ζυγὸν μὴ ὑπερβαίνειν· ἐπὶ χοίνικος μὴ καθίζειν· καρδίαν μὴ ἐσθίειν· φορτίον συγκαθαιρεῖν, μηδὲ συνεπιτιθέναι· τὰ στρώματα ἀεὶ συνδεδεμένα ἔχειν· ἐν δακτυλίῳ θεοῦ εἰκόνα μὴ περιφέρειν· χύτρας ἴχνος συγχεῖν ἐν τῇ τέφρᾳ· λαδίῳ εἰς θάκον μὴ ὀμόργνυσθαι· πρὸς ἥλιον τετραμμένον μὴ ὀμιχεῖν· ἐκτὸς λεωφόρου μὴ βαδίζειν· μὴ ῥᾳδίως δεξιὰν ἐμβάλλειν· ὁμωροφίους χελιδόνας μὴ ἔχειν· γαμψώνυχα μὴ τρέφειν· ἀπονυχίσμασι καὶ κουραῖς μὴ ἐπουρεῖν μηδὲ ἐφίστασθαι· ὀξεῖαν μάχαιραν ἀποστρέφειν· ἀποδημοῦντα ἐν τοῖς ὅροις ἀνεπιστρεπτεῖν. ἤθελε δὲ αὐτῷ τὸ μὲν πῦρ μαχαίρᾳ μὴ σκαλεύειν, ὅτι δυναστῶν ὀργὴν καὶ οἰδούντων θυμὸν μὴ κινεῖν· τὸ δὲ ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι τὸ ἴσον καὶ δίκαιον μὴ ὑπερβαίνειν· ἐπί τε χοίνικος μὴ καθίζειν ἐν ἴσῳ τῷ φροντίδα ποιεῖσθαι καὶ τοῦ μέλλοντος· ὁ γὰρ χοίνιξ ἡμερήσιος τροφή. διὰ δὲ τοῦ καρδίαν μὴ ἐσθίειν, ἐδήλου, μὴ τὴν ψυχὴν ἀνίαις καὶ λύπαις κατατήκειν· διὰ δὲ τοῦ εἰς ἀποδημίαν βαδίζοντα μὴ ἐπιστρέφεσθαι, παρῄνει τὸ ἀπαλλαττομένοις τοῦ βίου μὴ ἐπιθυμητικῶς ἔχειν τοῦ ζῆν, μηδ’ ὑπὸ τῶν ἐνθάδε ἡδονῶν ὑπάγεσθαι. καὶ τ ἄλλα πρὸς ταῦτα λοιπόν ἐστιν ἐκλαμβάνειν, ἵνα μὴ παρέλκωμεν. παντὸς δὲ μᾶλλον ἀπηγόρευε μήτε ἐρυθῖνον ἐσθίειν μήτε μελάνουρον, καρδίας τε ἀπέχεσθαι καὶ κυάμων καὶ μήτρας καὶ τρίγλης. ἐνίοτε αὐτὸν ἀρκεῖσθαι μέλιτι μόνῳ ἢ κηρῷ ἢ ἄρτῳ· οἴνου δὲ μεθ’ ἡμέραν μὴ γεύεσθαι, ὄψῳ τε τὰ πολλὰ λαχάνοις ἑφθοῖς καὶ ὠμοῖς, τοῖς δὲ θαλαττίοις σπανίως. στολὴ δὲ αὐτῷ λευκὴ καὶ καθαρά, καὶ στρώματα λευκὰ ἐξ ἐρίων· τὰ γὰρ λινᾶ οὔπω εἰς ἐκείνους ἀφίκετο τοὺς τόπους. οὐδὲ πώποτε δὲ ἐγνώσθη οὔτε διαχωρῶν οὔτε ἀφροδισιάζων οὔτε μεθυσθείς. ἀπείχετο δὲ καταγέλωτος καὶ πάσης ἀρεσκείας, οἷον σκωμμάτων καὶ διηγημάτων φορτικῶν. ὀργιζόμενός τε οὔτε οἰκέτην ἐκόλαζεν οὔτε ἐλεύθερον οὐδένα. ἐκάλει δὲ τὸ νουθετεῖν πελαργᾶν. μαντικῇ τε ἐχρῆτο τῇ διὰ τῶν κληδόνων τε καὶ οἰωνῶν, ἥκιστα δὲ διὰ τῶν ἐμπύρων, ἔξω τῆς διὰ λιβάνου· θυσίαις τε ἐχρῆτο ἀψύχοις, οἱ δέ, ἀλεκτορίσι μόνον καὶ ἐρίφοις καὶ γαλαθηνοῖς. φασὶ δ’ αὐτὸν συγχωρεῖν πάντα τὰ ἔμψυχα ἐσθίειν, μόνου δ’ ἀπέχεσθαι βοὸς ἀροτῆρος καὶ κριοῦ. τὰ δὲ δόγματα ἔλαβε παρὰ τῆς ἀδελφῆς Θεοκλείας. φασὶ δ’ αὐτὸν κατελθόντα εἰς ᾅδου τὴν μὲν Ἡσιόδου ψυχὴν ἰδεῖν πρὸς κίονι χαλκῷ δεδεμένην καὶ τρίζουσαν, τὴν δὲ Ὁμήρου κρεμαμένην ἀπὸ δένδρου καὶ ὄφεις περὶ αὐτήν, ἀνθ’ ὧν εἶπον περὶ θεῶν· κολαζομένους δὲ καὶ τοὺς μὴ θέλοντας συνεῖναι ταῖς ἑαυτῶν γυναιξί. σφάγια δὲ θεοῖς προσφέρειν ἐκώλυε· βωμὸν δὲ προσκυνεῖν τὸν ἀναίμακτον. μηδὲ ὀμνύναι θεούς· ἀσκεῖν δὲ ἑαυτὸν δεῖν ἀξιόπιστον παρέχειν. τοὺς πρεσβυτέρους τιμᾶν δεῖν, τὸ προηγούμενον τῷ χρόνῳ τιμιώτερον ἡγουμένους· ὡς ἐν κόσμῳ ἀνατολὴν δύσεως, ἐν βίῳ τὴν ἀρχὴν τελευτῆς, ἐν ζωῇ γένεσιν φθορᾶς. καὶ θεὸν μὲν δαιμόνων προτιμᾶν, ἥρωας δὲ ἀνθρώπων, ἀνθρώπων δὲ μάλιστα γονέας. ἀλλήλοις τε ὁμιλεῖν, ὡς τοὺς μὲν φίλους ἐχθροὺς μὴ ποιῆσαι, τοὺς δὲ ἐχθροὺς φίλους ἐργάσασθαι· ἴδιόν τε μηδὲν ἡγεῖσθαι. νόμῳ βοηθεῖν, ἀνομίᾳ πολεμεῖν. φυτὸν ἥμερον μήτε φθίνειν μήτε σίνεσθαι, ἀλλὰ μήτε ζῷον, ὃ μὴ βλάπτει ἀνθρώπους. αἰδῶ καὶ εὐλάβειαν εἶναι, μήτε καταγέλωτι κατέχεσθαι μήτε σκυθρωπάζειν. φεύγειν σαρκῶν πλεονασμόν. ὁδοιπορίας ἄνεσιν καὶ ἐπίτασιν ποιεῖσθαι. μνήμην ἀσκεῖν. ἐν ὀργῇ μήτε τι λέγειν μήτε πράσσειν. μαντικὴν πᾶσαν τιμᾶν. ᾠδαῖς χρῆσθαι πρὸς λύραν· ὕμνῳ τε θεῶν καὶ ἀνδρῶν ἀγαθῶν εὔλογον ἔχειν χάριν. τῶν δὲ κυάμων ἀπέχεσθαι διὰ τὸ πνευματώδεις ὄντας μάλιστα μετέχειν τοῦ ψυχικοῦ, καὶ ἄλλως κοσμιωτέρας ἀπεργάζεσθαι μὴ παραληφθέντας τὰς γαστέρας· καὶ διὰ τοῦτο καὶ τὰς καθ’ ὕπνους φαντασίας λείας τε καὶ ἀταράχους ἀποτελεῖν. ἐν ὑπομνήμασι δὲ Πυθαγορικοῖς καὶ ταῦτα εὕρηται· ἀρχὴν μὲν τῶν ἁπάντων μονάδα, ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα, ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι. ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος τοὺς ἀριθμούς, ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα, ἐκ δὲ τούτων τὰς γραμμάς, ἐξ ὧν τὰ ἐπίπεδα σχήματα· ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα, ἐκ δὲ τούτων τὰ αἰσθητὰ σώματα· ὧν καὶ τὰ στοιχεῖα εἶναι δʹ, πῦρ, ὕδωρ, γῆν, ἀέρα· ἃ μεταβάλλειν καὶ τρέπεσθαι δι’ ὅλων καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερόν, σφαιροειδῆ, μέσην περιέχοντα τὴν γῆν, καὶ αὐτὴν σφαιροειδῆ καὶ οἰκουμένην. εἶναι δὲ καὶ ἀντίποδας· καὶ τὰ ἡμῖν κάτω, ἐκείνοις ἄνω. ἰσόμοιρά τε εἶναι ἐν τῷ κόσμῳ φῶς καὶ σκότος, θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν· ὧν κατ’ ἐπικράτειαν θερμοῦ μὲν θέρος γίνεσθαι, ψυχροῦ δὲ χειμῶνα. ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους· οὗ τὸ μὲν θάλλον ἔαρ ὑγιεινόν, τὸ δὲ φθίνον φθινόπωρον νοσερόν. ἀλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν· ὅθεν καὶ νοσερώτερον εἶναι. τόν τε περὶ τὴν γῆν ἀέρα ἄσειστον καὶ νοσερόν, καὶ τὰ ἐν αὐτῷ πάντα θνητά· τὸν δὲ ἀνωτάτω ἀεικίνητον εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ, καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα· ἐπικρατεῖ γὰρ τὸ θερμὸν ἐν αὐτοῖς, ὅπερ ἐστὶ ζωῆς αἴτιον. τήν τε σελήνην λάμπεσθαι ὑφ’ ἡλίου. καὶ ἀνθρώπων εἶναι πρὸς θεοὺς συγγένειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ. εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέρος αἰτίαν εἶναι τῆς διοικήσεως. διήκειν τε ἀπὸ τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέρος, τοῦ τε ψυχροῦ καὶ παχέος· ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰς τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα. τὰ λοιπὰ παρήκαμεν, ἵνα μὴ παρέλκωμεν. ὅτι τὰ πίπτοντα ἀπὸ τῆς τραπέζης μὴ ἀναιρεῖσθαι παρεκελεύετο Πυθαγόρας, ἢ διὰ τὸ μὴ ἐθίζεσθαι ἀκολάστως ἐσθίειν ἢ ὅτι ἐπὶ τελευτῇ τινος· Ἀριστοφάνης γὰρ τῶν ἡρώων φησὶν εἶναι τὰ πίπτοντα, μήτε δὲ τὰ ἐντὸς τῆς τραπέζης πίπτοντα ἀναιρεῖσθαι. μήτε λευκὸν ἀλεκτρυόνα ἐσθίειν, ὡς ἱερὸν τοῦ ἡλίου καὶ τὰς ὥρας μηνύοντα. τοὺς κυάμους δὲ ἀποτρέπεσθαι, ὅτι αἰδοίοις ἐοίκασι· καὶ τοὺς ἅλας παρατίθεσθαι πρὸς ὑπόμνησιν τοῦ δικαίου· οἱ γὰρ ἅλες πᾶν σῴζουσιν ὅ τι καὶ παραλάβωσι, καὶ γεγόνασιν ἐκ τῶν καθαρῶν ὑδάτων καὶ θαλάσσης. ἄρτον δὲ μὴ καταγνύειν, ὅτι ἐπὶ ἕνα οἱ παλαιοὶ ἐφοίτων· καὶ μὴ διαιρεῖν, ὃς συνάγει ἐφ’ ἑαυτόν· ἢ ὅτι εἰς πόλεμον δειλίαν ἐμποιεῖ. Ἀριστοφῶν λέγει περὶ τῶν Πυθαγοριστῶν· καταβὰς εἰς τὴν δίαιταν αὐτῶν κάτω ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γὰρ τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη δι’ εὐσέβειαν. εὐχερῆ θεὸν λέγεις, εἰ τοῖς ῥύπου μεστοῖς ἥδεται ξυνών. λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ· φθεῖρας δὲ καὶ τρίβωνα τήν τ’ ἀλουσίαν οὐδεὶς ἂν ὑπομείνειε τῶν νεωτέρων. καὶ παροιμία· σιωπηλότερος ἔσομαι καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. πενταετῆ γὰρ χρόνον ἤσκουν σιωπήν. τῶν δὲ Πυθαγορείων οἱ μὲν περὶ θεωρίαν καταγινόμενοι ἐκαλοῦντο σεβαστικοί, οἱ δὲ περὶ τὰ μαθήματα γεωμετρικοὶ καὶ μαθηματικοί. καὶ οἱ μὲν τῷ Πυθαγόρᾳ συγγινόμενοι ἐκαλοῦντο Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί. ἐμψύχων δὲ ἀπείχοντο. ὅτι ἀπὸ τῶν Αἰγυπτίων ὁ Πυθαγόρας ἐξήνεγκε τὰ τῆς αὐτοῦ δόξης εἰς Ἕλληνας. | ] |
| tau | 308 | [ | Τένδει· ἐσθίει. Ἡσίοδος· ὅτ’ ἀνόστεος ὃν πόδα τένδει. | ] |
| tau | 354 | [ | Τέρπανδρος, Ἀρναῖος, ἢ Λέσβιος ἀπὸ Ἀντίσσης, ἢ Κυμαῖος· οἱ δὲ καὶ ἀπόγονον Ἡσιόδου ἀνέγραψαν, ἄλλοι δὲ Ὁμήρου, Βοίου λέγοντες αὐτὸν τοῦ Φωκέως, τοῦ Εὐρυφῶντος, τοῦ Ὁμήρου· λυρικός· ὃς πρῶτος ἑπτὰ χορδῶν ἐποίησε τὴν λύραν καὶ νόμους λυρικοὺς πρῶτος ἔγραψεν· εἰ καί τινες Φιλάμμωνα θέλουσι γεγραφέναι. | ] |
| tau | 732 | [ | Τὸ Ἡσιόδειον γῆρας· ἐπὶ τῶν ὑπεργήρων· φέρεται γὰρ καὶ ἐπίγραμμα Πινδάρου τοιοῦτον· χαῖρε δὶς ἡβήσας καὶ δὶς τάφων ἀντιβολήσας, Ἡσίοδ’ , ἀνθρώποις μέτρον ἔχων σοφίης. | ] |
| tau | 1136 | [ | Τοῖς ὀρθῶς· ὅτι τὸ τοῖς ὀρθῶς ὑπ’ ἄλλου γνωσθεῖσι πεισθῆναι, μείζονος τῆς ἀρετῆς ὁ Ζήνων ποιεῖται γνώρισμα τοῦ γνῶναί τινα αὐτὸν ἐξ αὑτοῦ τὰ δέοντα, τὴν Ἡσιόδου μεθαρμόττων ῥῆσιν· οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται· λέγων, ἀντὶ τοῦ νοήσει πάνθ’ ἑαυτῷ. | ] |
| theta | 308 | [ | Θείας ἀμνάμμων· ὁ Βορέας ὁ ἄνεμος. Ἀμνάμμων δὲ ἀπόγονος. ὡς γὰρ Ἡσίοδος λέγει, τῆς Θείας ἀπόγονοι οἱ ἄνεμοι. | ] |
| theta | 572 | [ | Θύμος· εὐτελὴς βοτάνη. Ἀριστοφάνης Πλούτῳ· ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντε. ἀντὶ τοῦ τῆς αὐτῆς πενίας μετασχόντες· θύμος γὰρ εὐτελὴς βοτάνη. οὐδετέρως τὸ θύμον, βραχυπαράληκτον. παρῴδηται δὲ ἐκ τῶν Ἡσιόδου· οὐδ ' ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ. ἀντὶ τοῦ δίκαιοι, τὰ εὐτελῆ θέλοντες ἐσθίειν, διὰ τὸ μὴ ἐθέλειν ἀδικεῖν. ἅμα δὲ καὶ τὸ τραχὺ τῆς γῆς διαβάλλει. | ] |
| upsilon | 465 | [ | Ὑπὸ γῆν οἰκοῦντες· λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῷ Περίπλῳ [+] λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γʹ Καταλόγου Καττουδαίους ὀνομαζομένους. Ὑποκυδεῖς γάρ εἰσιν οἱ τόποι· Δείναρχος ἐν τῷ κατὰ Στεφάνου. ὑποκυδής ἐστιν ὁ δίυγρος τόπος. ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων γέγραπται ὑπόκοιλοι. | ] |
| zeta | 186 | [ | Ζυγομαχεῖν· ἀπὸ τῶν πωλούντων σταθμῷ καὶ διαφερομένων πρὸς τοὺς ὠνουμένους. οἱ δὲ ἀπὸ τῶν ὑποζυγίων ἢ βοῶν ἢ ἵππων ἤ τινων τοιούτων μὴ συμφώνως ἐργαζομένων. Ἡσίοδος· βόε δ’ ἐνναετήρω ἄρσενε κεκτῆσθαι· τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν. οὐκ ἂν τώγ’ ἐρίσαντε. Ἡρόδοτος δὲ ἀπὸ τῶν ἐν τοῖς πλοίοις ζυγῶν δύνασθαι εἶναι τὴν λέξιν, ὅταν περὶ τὰς καθέδρας διαφέρωνται οἱ ἐρέται. ζήτει στήλην ζυγελάτου ἐν τῷ Βασιλική. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: