Pythia) - urn:cts:greekLit:lagl0239| delta | 99 | [ | Δαφίδας, Τελμισσεύς, γραμματικός, γεγραφὼς περὶ Ὁμήρου [+] καὶ τῆς αὐτοῦ ποιήσεως ὅτι ἐψεύσατο· Ἀθηναῖοι γὰρ οὐκ ἐστράτευσαν ἐπὶ Ἴλιον. ἦν δὲ οὗτος λοιδορούμενος παντὶ καὶ μέχρις αὐτῶν μὴ φειδόμενος τῶν θεῶν. καὶ Ἄτταλον μὲν τὸν βασιλέα Περγάμου διὰ τοῦτο ἔχειν αὐτῷ ἐπιβουλεύοντα. εἰς δὲ τὴν Πυθίαν ἐλθόντα ποτὲ σκώπτειν εἰς τὸ μαντεῖον καὶ ἐπιγελῶντα ἐρέσθαι, εἰ τὸν ἵππον εὑρήσει. χρησθῆναι δὲ αὐτῷ, εὑρήσειν ταχέως. εἶτα ἐκεῖνον διαθρυλῆσαι τοῦτο, ὅτι μηδὲ ἦν αὐτῷ ἵππος, μηδὲ ἀπώλετο. ἀναχωρήσαντα δὲ συλλαβόμενος Ἄτταλος ἐπέταξε κατακρημνισθῆναι. ἐν ᾧ δὲ τόπῳ τοῦτο ἐγένετο, ἐκαλεῖτο Ἵππος ὁ τόπος. καὶ ἔγνω πρὸς τῷ θανάτῳ, μὴ ἐψεῦσθαι τὸ λόγιον. οὕτως οὖν ἐνυβρίσας κακῶς ἀπώλετο. | ] |
| alphaiota | 45 | [ | Αἰγιεῖς οὔτε τρεῖς οὔτε τέσσαρες· ἐπὶ τῶν ἄγαν εὐτελῶν. οἱ γὰρ ἐν Ἄργει Αἰγιεῖς νικήσαντες Αἰτωλοὺς ἠρώτων τὴν Πυθίαν, τίνες εἶεν. ἀνεῖλε δὲ αὐτοῖς· Αἰγιεῖς οὔτε τρεῖς οὔτε τέσσαρες, ἀλλ’ οὐδὲ δεκαταῖοι. | ] |
| epsilon | 681 | [ | Ἐκ τῶν παρόντων· ἐκ τῶν φθασάντων γενέσθαι. νικώμενοι οὖν ἐκ τῶν παρόντων ἄκος αἰτοῦσι παρὰ τοῦ θεοῦ καὶ ἐρωτῶσι τὴν Πυθίαν. | ] |
| epsilon | 3391 | [ | Εὐγενέστερος Κόδρου· τοῦ υἱοῦ Μελάνθου τοῦ Μεσσηνίου, πατρὸς δὲ Μέδοντος καὶ Νηλέως. οὗτος ὁ Κόδρος Δωριέων ἐπιστρατευσάντων Ἀθηναίοις, ἐπεὶ τοὺς ἐκ Πελοποννήσου φυγάδας προσεδέξαντο, ἐν οἷς καὶ Μέλανθον, χρησμοῦ δὲ αὐτοῖς δοθέντος, αἱρήσειν τὴν πόλιν, ἐὰν ἀπόσχωνται τοῦ τῶν πολεμίων βασιλέως, νοήσας τὸν χρησμόν, ἀναλαβὼν ὑλοτόμου ἐσθῆτα καὶ ἐντυχὼν τοῖς φύλαξι τῶν Δωριέων ἕνα ἐξ αὐτῶν ἀνεῖλε. διοργισθέντες δὲ οἱ λοιποί, συλλαβόντες αὐτὸν ἀνεῖλον, ὡς Εὔδημος. οἱ δὲ περὶ Κόδρου φασίν, ὅτι βασιλεύοντος αὐτοῦ Ἀθηναίων, τοῖς Λακεδαιμονίοις γενομένης ἀφορίας κατὰ τὴν χώραν πᾶσαν, ἔδοξε στρατεύειν ἐπὶ τὰς Ἀθήνας, ὅπως ἐξαναστήσαντες τῆς Ἀττικῆς τοὺς ἐνοικοῦντας αὐτοὶ κατανείμωνται τὴν χώραν· καὶ πυνθάνονται τῆς Πυθίας, εἰ λήψονται τὰς Ἀθήνας. ἀνελόντος δὲ αὐτοῖς τοῦ θεοῦ, διότι τὴν πόλιν οὐχ αἱρήσουσιν, ἐὰν τὸν βασιλέα τῶν Ἀθηναίων Κόδρον ἀποκτείνωσι· καὶ ἐστράτευσαν ἐπὶ τὰς Ἀθήνας. Κλεόμαντις δὲ τῶν Δελφῶν τις πυθέσθαι τὸν χρησμὸν καὶ ἀποστεῖλαι Ἀθηναίοις. τοῦτο μαθὼν Κόδρος, πρὸ τῆς πόλεως ἐξελθὼν φρύγανα συνέλεγε. δύο δέ τινων ἐλθόντων πρὸς αὐτὸν πυνθάνεσθαι τίς εἴη· ὁ δὲ Κόδρος τῷ δρεπάνῳ πλήξας ἀπέκτεινεν αὐτόν, ὁ δὲ ἕτερος ἀνεῖλε τὸν Κόδρον. οἱ δὲ ῥήτορες τὸ Κόδρος ἐπὶ τοῦ ἐντίμου ἐχρήσαντο, ὥς φησιν Εὔδημος ἐν τῷ περὶ λέξεων ῥητορικῶν. | ] |
| epsilon | 3510 | [ | Εὔθυμος, Λοκρὸς τῶν Ἐπιζεφυρίων, ὃς ἠγωνίσατο πὺξ πρὸς Θεαγένην τὸν Θάσιον. καὶ ὑπερεβάλετο μὲν ὁ Θεαγένης, ἐπηρεάσας τὸν Εὔθυμον, οὐ μέντοι ἐν παγκρατίῳ λαβεῖν ἠδυνήθη τὸν κότινον, προκατειργασμένος ὑπὸ Εὐθύμου. ἐνίκησε δὲ Εὔθυμος τὰς ἐφεξῆς Ὀλυμπιάδας τρεῖς καὶ ἐστεφανώθη, τοῦ Θασίου μὴ καταστάντος οἱ ἐς πυγμήν, ἀλλ’ ἑτέρων. οὗτος ὁ Εὔθυμος ἠγωνίσατο καὶ πρὸς τὸν ἐν Τεμέσῃ ἥρωα Ἀλύβαντα. ἡ δὲ Τέμεσα τῆς Ἰταλίας ἐστίν, ἐς ἣν Ὀδυσσεὺς πλανώμενος περὶ Σικελίαν ἦλθεν. ἔνθα εἷς τῶν ναυτῶν μεθύσας καὶ παρθένον βιασάμενος κατελεύσθη ὑπὸ τῶν ἐγχωρίων. καὶ Ὀδυσσεὺς μὲν ἐν οὐδενὶ τὴν ἀπώλειαν θέμενος ἔπλει, τοῦ δὲ τελευτήσαντος ὁ δαίμων οὐκ ἀνίει τοὺς ἐν Τεμέσῃ ἀνθρώπους ἐπεξερχόμενος καὶ φονεύων, ὥστε καὶ ὥρμησαν φυγεῖν καταλιπόντες τὴν πόλιν, εἰ μὴ ἡ Πυθία σφᾶς ἐπέσχε, τὸν ἥρωα ἱλάσκεσθαι τέμενος ἐργασαμένους καὶ κατ’ ἐνιαυτὸν τὴν καλλίστην οὖσαν παρθένον ἐς γυναῖκα ἐπιδιδόντας. ταῦτα πολλοῖς ἔτεσι τελούμενα πυθόμενος ὁ Εὔθυμος ἐσῆλθεν εἰς τὸ τέμενος καὶ τὴν παρθένον ἰδὼν καὶ οἰκτείρας, πρὸς δὲ καὶ ἐς ἔρωτα ἐλθὼν ἐνεσκευάσατο ὡς πολεμήσων τῷ δαίμονι, καὶ αὐτὸν μὲν νύκτωρ ἐπελθόντα ἐνίκησε καὶ ἐξήλασεν, ὡς μηκέτι αὐτόθι φανῆναι, τὴν δὲ παρθένον γαμετὴν ἠγάγετο. | ] |
| epsiloniota | 45 | [ | Εἴδωλον· σκιῶδες ὁμοίωμα· ἢ φαντασία σώματος, σκιά τις ἀεροειδής. ὡς καὶ Βακχυλίδης· μελαμβαφὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου. καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἀντικλείας· τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον. αὐτὸς δὲ ἡ ὑπόστασις ἡ ἀληθής. δεῖ οὖν νοεῖν, ὡς φαντασίας σωμάτων παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ. κελεύει ἡ Πυθία εἴδωλόν τι πεπλασμένον εἰς ὄψιν γυναικὸς μετέωρον ἐξαρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις. καὶ αὖθις· ἦν δὲ ἄρα εἴδωλα ταῦτα ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου. ἀντὶ τοῦ ὁμοιώματα. καὶ ἡ Γραφὴ λέγει, οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὡς διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος. εἴδωλα μὲν γὰρ τὰ τῶν οὐχ ὑφεστώτων μιμήματα, οἷον Τρίτωνες καὶ Σφίγγες καὶ Κένταυροι· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον θηρίων ἢ ἀνθρώπων. διαφέρει δὲ προσκυνῆσαι τοῦ λατρεῦσαι· συμβαίνει μὲν γὰρ διὰ φόβον προσκυνῆσαι, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχήν. ἑκάτερον δὲ ἀσεβὲς καὶ θεοστυγές. Σοφοκλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα. ἀντὶ τοῦ ἀπεικάσματα ἀνυπάρκτων ἀνυπαρκτότερα. καὶ Δαμάσκιός φησιν· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα ἀναγραφώμεθα, σκιὰν ὀνειράτων κατὰ Πίνδαρον. καὶ τοῦ Ἐφραὶμ υἱοὶ εἰδώλων θεραπευταὶ ἐτύγχανον ὄντες. | ] |
| theta | 281 | [ | Θεσπιῳδεῖ· χρησμολογεῖ. Ἀριστοφάνης Πλούτῳ· ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου. ἠτυμολόγηται δὲ ἡ λέξις παρὰ τὸ θεοπεδωδεῖν, ἢ παρὰ τὸ τὴν Θέμιν ἐκεῖ τὰς μαντείας ἄγειν. ἐτραγικεύσατο δὲ τῇ φράσει. ἡ δὲ Πυθία ἐπὶ τρίποδος καθημένη ἐχρησμῴδει. ἐκαλεῖτο δὲ τὸ μέρος ἐν ᾧ ἐκάθητο ὅλμος. | ] |
| kappa | 2500 | [ | Κροῖσος· ὅτι Κροῖσος, βασιλεὺς Λυδῶν, καταδυναστεύσας τῆς Ἀσίας ἐν ὑπερβάλλοντι πλούτῳ, ὑπερηφάνει πάντας τοὺς βασιλεῖς τῶν Ἀσσυρίων καὶ γράφει Κύρῳ τῷ βασιλεῖ τῶν Ἀσσυρίων οὕτως· ἐπιτρέπομέν σοι παραχωρῆσαι τῆς βασιλείας, ἡμετέρας τε οὔσης ἐξ ἀρχῆς καὶ τοῖς ἡμῶν διαφερούσης ὅροις. οὐ γὰρ ὑποστήσῃ ἐπανισταμένων ἡμῶν κατὰ σοῦ, οὐδὲ πρὸς τὴν τοσαύτην ἡμῶν εὐτυχίαν ἀνθέξῃ. ὁ δὲ Κῦρος ἀντέγραψεν οὕτως· εἰ μὲν ὁ πᾶς κόσμος οὐκ ἀρκεῖ σοι τοσαύτην ἔχοντι φαντασίαν, καλῶς ἡμῖν ταῦτα λέγεις· εἰ δὲ τοσαύτης γῆς δεσπόζων καὶ τῆς ἡμετέρας ἐρᾷς, οὐκ ἄν σοι πρὸς τὸν καθ’ ἡμῶν ἀγῶνα ἡ τῆς τύχης εὔροια διαμείνοι. καὶ ταῦτα γράψας Κῦρος ἐβούλετο πρὸς τὴν Ἰνδικὴν χώραν μετοικεῖν καὶ φυγεῖν τὴν ὠμότητα τοῦ Κροίσου. ἀλλ’ ἡ τούτου γυνὴ Βαρδάνη ἑωρακυῖα τὸν Κῦρον ταῦτα βουλευόμενον εἶπεν αὐτῷ ζητῆσαι τὸν Δανιὴλ τὸν αὐτῇ καὶ Δαρείῳ προφητεύσαντα πολλάκις καὶ παρ’ αὐτοῦ μαθεῖν, τί δεῖ πράξαι πρὸς τὸν Κροίσου πόλεμον. ὅπερ ἀκούσας ὁ Κῦρος μετεπέμψατο τὸν ἄνδρα καὶ μεμαθηκὼς παρ’ αὐτοῦ, ὡς νικήσει τὸν Κροῖσον, τοῦτο μαθὼν τὰ πρὸς τὸν πόλεμον παρεσκεύαζεν. ὁμοίως δὲ καὶ Κροῖσος εἰς τὸ μαντεῖον ἔπεμψε καὶ ἐχρησμοδοτήθη οὕτως· οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω. ὀδμή μ’ ἐς φρένας ἦλθε κρατερίνοιο χελώνης, ἑψομένης ἐν χαλκῷ ἅμ’ ἀρνείοις κρέασιν, ᾗ χαλκὸς μὲν ὑπέρκειται, χαλκὸς δ’ ὑπόκειται. γνοὺς δέ, ὡς ἐνεπαίχθη, πάλιν στέλλει, καὶ ἀνεῖλεν ἡ Πυθία· Κροῖσος Ἅλυν διαβὰς ποταμὸν μεγάλην ἀρχὴν καταλύσει. καὶ κατέλυσε τὴν ἑαυτοῦ. ὁ δὲ Κῦρος τοὺς αἰχμαλώτους τῶν Ἰουδαίων ἀπέλυσε καὶ κτίζει τὴν Ἱερουσαλήμ. | ] |
| lambda | 824 | [ | Λυκοῦργος, Σπαρτιάτης, Προκλέους ἀπόγονος, νομοθέτης, ὥς φασιν ἢ ἐκ Κρήτης ἢ παρὰ τοῦ θεοῦ τοὺς νόμους λαβών· ὃν καὶ θεὸν ἡ Πυθία προσηγόρευσεν. οὗτος καὶ γυμνάσια παρθένων ἐνομοθέτησε καὶ τὸ μὴ δεῖν συνεχεῖς ὁμιλίας πρὸς τὰς γυναῖκας ποιεῖσθαι· καὶ τὸ ἐπ’ ἀσπίδος τρέφεσθαι καὶ ἐν Εὐρώτᾳ ποταμῷ λοῦσθαι τοὺς τεχθέντας, καὶ τὴν γυμνοπαιδείαν, ᾗ τοὺς ἐφήβους ἠνάγκαζε διὰ παντὸς μὴ ἔχοντας χλανίδα γυμνασίοις προσκεῖσθαι καὶ ἀγωνίζεσθαι δημοσίους ἀρετῆς ἀγῶνας ὑπαιθρίους τε κοιμᾶσθαι τροφήν τε ἔχειν τὴν ἐκ θήρας, τήν τε διαμαστίγωσιν, ἀρετῆς γυμνασίαν, ἀντὶ φόνου σκυθρωποῦ· ἔφηβος γὰρ πρότερον ἐθύετο τῇ Ἀρτεμίδι τῇ Ὀρθωσίᾳ. καὶ μέντοι καὶ τὰ φιλίτια, οἷά ἐστι συμπόσια, μεμιγμένους ἔχοντα ταῖς ἡδοναῖς τοὺς πόνους· οὐ γὰρ στρωμνή τις ὑπέκειτο εὐωχουμένοις, ἀλλ’ ὑπὸ τοῖς ἀγκῶσι κοιλανθεὶς ὁ λίθος ἢ ξύλον. ἐνομοθέτησε δὲ καὶ τὸ ὑπ’ αὐλοῖς παρατάσσεσθαι, θανάτου τὴν ἄτιμον ζωὴν εἶναι χείρονα τιθέμενος καὶ ἀποφαινόμενος, εἶναι δ’ αὐτῷ λύσιν, εἰ μετὰ ταῦτα ἀριστεύσειε. τοῦτο Ἀριστοδήμῳ συνέβη, ὃς ὁ Τρέσας ἐπικληθεὶς ἐκ λειποταξίου τοῦ ἐν Πύλαις τῇ ἐν Πλαταιαῖς ἀριστείᾳ τὴν ἀτιμίαν ἔλυσε. διὰ τοὺς τούτου νόμους αἱ μητέρες ἐπὶ τοὺς πολέμους προπέμπουσαι τοὺς παῖδας περὶ τὰς ἀσπίδας, ἢ τὰν ἢ ἐπὶ τάν, ἔλεγον· ἀντὶ τοῦ ἢ ταύτην κόμισαι ὑποστρέφων καὶ μὴ γίνῃ ῥίψασπις ἢ ἐπὶ ταύτῃ κομίσθητι νεκρός. οὗτος τοῖς μὲν εἵλωσι τὰς ἄλλας ἐργασίας, τοῖς δὲ εὐγενέσι τὴν πολεμικὴν ἄσκησιν προσέταξε· ξένους δὲ ἀπήλασε, τὴν ἐκ τῆς ἐπιμιξίας διαφθορὰν ὑφορώμενος· βραχυλογίαν τε ἐτίμησε καὶ πενίαν, τὴν μὲν σοφίας εἶναι σημεῖον, τὴν δὲ ἀρετῆς διδάσκαλον οἰηθείς. καὶ ὁμολογεῖ τούτοις ὁ θεός· φυλάττεσθαι γὰρ ἀνεῖλε πολλάκις φιλοχρηματίαν. ἀριστοκρατίαν δὲ καταστησάμενος καὶ βασιλέας δύο τῶν ἀφ’ Ἡρακλέους ἔταξεν εἶναι καὶ ἐφόρους τοὺς γέροντας· οἷς τὸν δῆμον ὑπέταξεν, ἐξ ἑκάστης πολιτείας ἄριστον ἐκλεξάμενος. ὥρκωσε δὲ τοὺς Λακεδαιμονίους μὴ λῦσαι νόμον, καὶ ἀπεδήμησε. χρήσαντος δὲ αὐτῷ τοῦ θεοῦ Λακεδαιμονίους εὐτυχήσειν, ἐφ’ ὅσον ἂν μὴ παραβαίνωσι τοὺς Λυκούργου νόμους, ἐλθὼν εἰς Κρήτην ἀπεκαρτέρησεν, ὅπως μὴ αὐτὸς ἀναγκασθείη λῦσαι. ὅτι Λυκούργῳ τῷ νομοθέτῃ τοιάδε ἡ τελευτὴ τοῦ βίου ἐγένετο. βουλόμενος, ὥς φασι, θεὸν ἐρέσθαι περί τινων ὑπολοίπων νόμων, ὥρκωσε Λακεδαιμονίους ἄχρι ἐπάνεισι μηδένα λῦσαι τῶν κειμένων. ὀμοσάντων δ’, ἐπεὶ χρηστηριαζόμενος ἤκουσε παρὰ τοῦ θεοῦ, ὡς εὐδαίμων ἡ πόλις ἔσοιτο, εἰ τοῖς ἐκείνου νόμοις ἐμμένοι, ἔγνω μηκέτι ἐπανελθεῖν, τὸ βέβαιον τῆς φυλακῆς ἐκ τοῦ ὅρκου ποιησάμενος. καταβὰς δὲ εἰς Κρήσσαν ἑαυτὸν διεργάζεται. Λακεδαιμόνιοι δὲ αἰσθόμενοι διά τε τὴν προτέραν ἀρετὴν καὶ τὴν τότε κριθεῖσαν περὶ τὸν θάνατον ναόν τε αὐτῷ ἐτεμένισαν καὶ βωμὸν ἱδρυσάμενοι θύουσιν ὡς ἥρωϊ ἀνὰ πᾶν ἔτος. περιφανῶς γὰρ δὴ Σπαρτιάταις αἴτιος ἐγένετο τῆς εἰς ἅπαν ἀρετῆς τε καὶ ἡγεμονίας, οὐδὲν ἄμεινον τῶν ἄλλων πάλαι διακειμένοις· οὐ μόνον ὅτι αὐτοῖς νόμους ἔθετο ἀρίστους, ἀλλὰ καὶ ὅτι ἄκοντας προυτρέψατο χρῆσθαι αὐτοῖς τρόπῳ τοιῷδε· δύο σκύλακας λαβὼν ἀπὸ τῆς αὐτῆς μητρὸς ἔτρεφε, χωρὶς δὲ ἀλλήλων ἀνομοίοις ἤθεσι, τὸν μὲν κατ’ οἶκον ὄψα τε διδοὺς καὶ τὴν ἄλλην λιχνείαν, τὸν δὲ ἐν κυνηγεσίοις θηρᾶν ἀναγκάζων καὶ στιβεύων ἐν ὄρεσιν. ὡς δ’ ἑκάτερος αὐτῶν ὅμοιος ἐγένετο τῇ τροφῇ, Σπαρτιάταις ἐκκλησιάζουσι πρὸς τοὺς περιοίκους πολέμου πέρι καὶ ἀμηχανοῦσι παραγαγὼν ἀμφοτέρους εἰς μέσον καὶ σὺν αὐτοῖς δόρκους τε καὶ ζωμοὺς καὶ ὄψα ἐσκευασμένα ἔλεξεν· ἀλλ’ ὅτι μὲν, ὦ Σπαρτιᾶται, τοῦ εὖ τε καὶ κακῶς πράττειν οὐκ ἄλλο ἐστὶν αἴτιον πλὴν τὸ ἔθεσι χρῆσθαι φαύλοις ἢ σώφροσι, πάρεστιν ὑμῖν ὁρᾶν. οἵδε γέ τοι, τοὺς σκύλακας δείξας, τῆς αὐτῆς μητρὸς ὄντες, ἐναντίον δὲ ἀλλήλοις τεθραμμένοι, παρ’ αὐτὸ τοῦτο ἀνόμοιοι ἐκβεβήκασιν. ὁ μὲν γὰρ θηρᾶν μαθών, ὁ δὲ λιχνεύειν, οὐδὲν ἀντὶ τοῦδε, εἰ παρήκοι, ποιήσειε. καὶ ἅμα προσέταξε τῷ κυνουλκῷ μεθεῖναι ἀμφοτέρους ἐπὶ τὰ ἡτοιμασμένα. τῶν δ’ ὁ μὲν κατοικίδιος ἐπὶ τοὔψον ὥρμησεν, ὁ δὲ θηράτωρ ἐπὶ τὸν δόρκον καὶ καταβαλὼν ἐσπάραττε. καὶ Λυκοῦργος πάλιν, ταῦτα, ἔφη, νομίσετε, ὦ Σπαρτιᾶται, εἰς ὑμᾶς τείνειν καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους. ὁποίοις γὰρ ἂν ἔθεσι καὶ νόμοις χρῆσθε, τοιούτους ἀποβαίνειν ἀνάγκη πρός τε πόνους καὶ τρυφήν· πάντα γὰρ ἀνθρώποις μαθητὰ οἱ θεοὶ ἔδοσαν. ἕπεται δὲ τῷ μὲν πονεῖν ἐθέλειν τὸ ἐλευθέροις εἶναι καὶ τὸ εὖ πράττειν καὶ κρατεῖν πάντων, τῷ δὲ ἡδυπαθεῖν τό τε δουλεύειν καὶ κακοπραγμονεῖν καὶ μηδενὸς ἀξίοις εἶναι. ὁ μὲν τοιαῦτα λέγων προυτρέπετο τοὺς Σπαρτιάτας μεταβαλεῖν τόν τε καθεστῶτα τρόπον τοῦ βίου καὶ βελτίοσι νόμοις ἐθισθῆναι. οἱ δὲ πεισθέντες οὐ τῶν περιοίκων μόνον, ἀλλὰ καὶ πάντων Ἑλλήνων διαφανῶς ἄριστοι ἐγένοντο ἡγεμόνες τε συνεχῶς, ἐξότου παρεδέξαντο τοὺς νόμους, ἐπ’ ἔτει φʹ, καὶ οὐ πολλοῦ χρόνου ἐχώρησαν ἐπὶ μέγα δυνάμεως. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: