Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Eudemus (Eudemus) - urn:cts:greekLit:tlg1376.suda001 (On words in alphabetical order)

pr 1[ Τὸ μὲν παρὸν βιβλίον Σοῦδα, οἱ δὲ συνταξάμενοι τοῦτο ἄνδρες σοφοί· Εὔδημος ῥήτωρ περὶ λέξεων κατὰ στοιχεῖον. Ἑλλάδιος, ἐπὶ Θεοδοσίου τοῦ νέου, περὶ λέξεων κατὰ στοιχεῖον. Εὐγένιος Αὐγουστοπόλεως τῆς ἐν Φρυγίᾳ, παμμιγῆ λέξιν κατὰ στοιχεῖον. Ζώσιμος Γαζαῖος λέξεις ῥητορικὰς κατὰ στοιχεῖον. Κεκίλιος Σικελιώτης ἐκλογὴν λέξεων κατὰ στοιχεῖον. Λογγῖνος Κάσσιος λέξεις [+] κατὰ [+] στοιχεῖον [+]. Λούπερκος Βηρύτιος Ἀττικὰς λέξεις. Οὐηστῖνος Ἰούλιος σοφιστὴς ἐπιτομὴν τῶν Παμφίλου [+] γλωσσῶν, βιβλίων ἐννενήκοντα ἑνός. Πάκατος κατὰ [+] στοιχεῖον [+] περὶ [+] συνηθείας [+] Ἀττικῆς [+]. Πάμφιλος λειμῶνα [+] λέξεων [+] ποικίλων [+], περιοχὴν βιβλίων ϟεʹ. ἔστι δὲ ἀπὸ τοῦ ε στοιχείου ἕως τοῦ ω, τὰ γὰρ ἀπὸ τοῦ ἄλφα μέχρι τοῦ δέλτα Ζωπυρίων ἐπεποιήκει. Πωλίων Ἀλεξανδρεὺς Ἀττικῶν λέξεων συναγωγὴν κατὰ στοιχεῖον. Ἡ ΣΟΥΔΑ. ]
epsilon 3391[ Εὐγενέστερος Κόδρου· τοῦ υἱοῦ Μελάνθου τοῦ Μεσσηνίου, πατρὸς δὲ Μέδοντος καὶ Νηλέως. οὗτος ὁ Κόδρος Δωριέων ἐπιστρατευσάντων Ἀθηναίοις, ἐπεὶ τοὺς ἐκ Πελοποννήσου φυγάδας προσεδέξαντο, ἐν οἷς καὶ Μέλανθον, χρησμοῦ δὲ αὐτοῖς δοθέντος, αἱρήσειν τὴν πόλιν, ἐὰν ἀπόσχωνται τοῦ τῶν πολεμίων βασιλέως, νοήσας τὸν χρησμόν, ἀναλαβὼν ὑλοτόμου ἐσθῆτα καὶ ἐντυχὼν τοῖς φύλαξι τῶν Δωριέων ἕνα ἐξ αὐτῶν ἀνεῖλε. διοργισθέντες δὲ οἱ λοιποί, συλλαβόντες αὐτὸν ἀνεῖλον, ὡς Εὔδημος. οἱ δὲ περὶ Κόδρου φασίν, ὅτι βασιλεύοντος αὐτοῦ Ἀθηναίων, τοῖς Λακεδαιμονίοις γενομένης ἀφορίας κατὰ τὴν χώραν πᾶσαν, ἔδοξε στρατεύειν ἐπὶ τὰς Ἀθήνας, ὅπως ἐξαναστήσαντες τῆς Ἀττικῆς τοὺς ἐνοικοῦντας αὐτοὶ κατανείμωνται τὴν χώραν· καὶ πυνθάνονται τῆς Πυθίας, εἰ λήψονται τὰς Ἀθήνας. ἀνελόντος δὲ αὐτοῖς τοῦ θεοῦ, διότι τὴν πόλιν οὐχ αἱρήσουσιν, ἐὰν τὸν βασιλέα τῶν Ἀθηναίων Κόδρον ἀποκτείνωσι· καὶ ἐστράτευσαν ἐπὶ τὰς Ἀθήνας. Κλεόμαντις δὲ τῶν Δελφῶν τις πυθέσθαι τὸν χρησμὸν καὶ ἀποστεῖλαι Ἀθηναίοις. τοῦτο μαθὼν Κόδρος, πρὸ τῆς πόλεως ἐξελθὼν φρύγανα συνέλεγε. δύο δέ τινων ἐλθόντων πρὸς αὐτὸν πυνθάνεσθαι τίς εἴη· ὁ δὲ Κόδρος τῷ δρεπάνῳ πλήξας ἀπέκτεινεν αὐτόν, ὁ δὲ ἕτερος ἀνεῖλε τὸν Κόδρον. οἱ δὲ ῥήτορες τὸ Κόδρος ἐπὶ τοῦ ἐντίμου ἐχρήσαντο, ὥς φησιν Εὔδημος ἐν τῷ περὶ λέξεων ῥητορικῶν. ]
epsilon 3411[ Εὔδημος, ῥήτωρ. ἔγραψε διάφορα, καὶ κατὰ στοιχεῖον περὶ λέξεων, αἷς κέχρηνται ῥήτορές τε καὶ τῶν συγγραφέων οἱ λογιώτατοι· πάνυ ὠφέλιμον. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License