Apollonius of Tyana) - urn:cts:greekLit:tlg0619philosopher (Wikidata)
mathematician (Wikidata)
urn:cts:greekLit:tlg0619.suda001
urn:cts:greekLit:tlg0619.suda002
urn:cts:greekLit:tlg0619.suda003
urn:cts:greekLit:tlg0619.suda004
urn:cts:greekLit:tlg0619.suda005
urn:cts:greekLit:tlg0619.suda006
| alpha | 426 | [ | Ἀδαμάντινα: στερρά. ὁ δὲ Ἀπολλώνιος ὥσπερ ἑαυτῷ διελέγετο, οἷδα, ἔλεγε, καὶ δοκεῖ μοι· καὶ ποῖ φέρεσθε, καὶ χρὴ εἰδέναι. καὶ δόξαι βραχεῖαι καὶ ἀδαμάντιναι. | ] |
| alpha | 607 | [ | Ἀεί· τούτου ιαʹ φωναί. ἀεὶ δὲ χρὴ τὸν σοφὸν εἶναι ὅμοιον, ἐν ἀλγηδόσιν ὀξείαις, ἐν ἀποβολῇ τέκνου, ἐν μακραῖς νόσοις. οἷος ἦν Ἀπολλώνιος ὁ Τυανεύς. καὶ παροιμία· ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι. ὁμοία ἀξίως τῇ Ἀεὶ ἓξ πίπτουσιν οἱ Διὸς κύβοι. ἐπὶ τῶν ἀξίως καὶ εἰς πάντα εὐδαιμονούντων. οἱ δὲ ἐπὶ τῶν ἀξίως τιμωρουμένων. | ] |
| alpha | 1981 | [ | Ἀναξαγόρας, σοφιστὴς, Ἡγησιβούλου υἱὸς, Κλαζομένιος. νοῦς δὲ ἐπεκαλεῖτο, ἐπειδὴ ὕλην καὶ νοῦν πάντων φρουρὸν εἶπεν. οὗτός ἐστιν ὁ τὸν ἥλιον εἰπὼν μύδρον διάπυρον. τουτέστι πύρινον λίθον. ἔφυγε δὲ ἐξ Ἀθηνῶν, Περικλέους αὐτῷ συνειπόντος, καὶ ἐλθὼν ἐν Λαμψάκῳ ἐκεῖσε καταστρέφει τὸν βίον ἀποκαρτερήσας. ἐξήγαγε δὲ τοῦ ζῆν ἑαυτὸν ἐτῶν οʹ, διότι ὑπ’ Ἀθηναίων ἐνεβλήθη ἐν δεσμωτηρίῳ, οἷά τινα καινὴν δόξαν τοῦ θεοῦ παρεισφέρων. ὅτι Ἀναξαγόρας Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κῳδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου λέγεται τοῦτο πεπραχέναι. καὶ ἄλλα δὲ πλεῖστα προλέγων. οὗτος, Κλαζομένιος ὢν, ἀγέλαις τε καὶ καμήλοις τὰ ἑαυτοῦ ἀνῆκε. περὶ τούτου ἔφη Ἀπολλώνιος ὁ Τυανεὺς προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδειον, οὔτε ἀνθρώποις. | ] |
| alpha | 2245 | [ | Ἀνελέγετο: ἀνεπόλει, ἐξησκεῖτο. ὁ δὲ Σιμωνίδης διαμνημονικός τις ἦν, εἴπερ τις ἄλλος. τούτῳ δ’ ἦν ἐοικὼς Ἀπολλώνιος ὁ Τυανεύς, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο. καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ἦδεν, ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. γράφεται· καὶ ὕμνος αὐτῷ τις ἐς τὴν μνημοσύνην ᾔδετο. | ] |
| alpha | 3025 | [ | Ἀπενιαυτίσαι: ἐνιαυτῷ φυγεῖν τὴν πατρίδα ἐπί τισιν ἀδικήμασιν. Ἀπολλώνιόν φασι τὸν Τυανέα ἀπενιαυτίσαι εἰς τὸ Σκυθῶν ἔθνος, διαμαρτίᾳ ἐρωτικῇ χρησάμενον. καὶ αὖθις περὶ Ἡρακλέους· ἀπενιαυτίσαντα, ὡς νόμος, ἔξω καὶ καθηράμενον, ἐπανελθεῖν εἰς Ἀθήνας. | ] |
| alpha | 3065 | [ | Ἀπεσπούδαζεν: ἠμέλει, κατεφρόνει. οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζεν ὁ Ἀπολλώνιος. | ] |
| alpha | 3193 | [ | Ἀπήχθη: ἀπεκομίσθη, ἢ παρετράπη. ὁ δὲ Ἀπολλώνιος τὴν γλῶτταν Ἀττικῶς εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους ἐς Ταρσοὺς τῆς Κιλικίας ἀναστρεφόμενος. καὶ Ἀπηχθημένον, ἀπόβλητον. Ἀπηχθισμένον δὲ βεβαρημένον. | ] |
| alpha | 3420 | [ | Ἀπολλώνιος, Τυανεὺς, φιλόσοφος, υἱὸς Ἀπολλωνίου καὶ μητρὸς πολίτιδος τῶν ἐπιφανῶν, ὃν κύουσα ἡ μήτηρ ἐπιστάντα δαίμονα ἐθεάσατο λέγοντα, ὡς αὐτὸς εἴη ὃν κύει, εἶναι δὲ Πρωτέα τὸν Αἰγύπτιον· ὅθεν ὑπειλῆφθαι αὐτὸν Πρωτέως εἶναι υἱόν. καὶ ἤκμαζε μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Νέρωνος καὶ μέχρι Nέρβα, ἐφ’ οὗ καὶ μετήλλαξεν. ἐσιώπησε δὲ κατὰ Πυθαγόραν εʹ ἔτη. εἶτα ἀπῆρεν εἰς Αἴγυπτον, ἔπειτα εἰς Βαβυλῶνα πρὸς τοὺς μάγους, κἀκεῖθεν ἐπὶ τοὺς Ἄραβας, καὶ συνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. συνέταξε δὲ τοσαῦτα· Τελετὰς ἢ περὶ θυσιῶν, Διαθήκην, Χρησμούς, Ἐπιστολὰς, Πυθαγόρου βίον. εἰς τοῦτον ἔγραψε Φιλόστρατος ὁ Λήμνιος τὸν φιλοσόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιος ὁ Τυανεύς ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας, ὁ δὲ Ἀπολλώνιος ὑπ’ ἀρετῆς καὶ σωφροσύνης οὐδὲ ἐν μειρακίῳ ἡττήθη τούτων. ὅτι Φιλόστρατος λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὕτ’ οὖ νέους. ὃν οὔπω οἱ ἄνθρωποι γινώσκουσιν ἀπὸ τῆς ἀληθινῆς φιλοσοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τ ἀνδρός· οἱ δὲ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς μὴ σοφὸν, κακῶς γινώσκοντες. Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτων λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ αἰσθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον, ἐφ’ οἷς προὔλεγεν, ἐς τὴν σοφίαν ταύτην, ὡς διαβεβλήσεται καὶ Σωκράτης ἐφ’ οἷς προὔλεγε, καὶ Ἀναξαγόρας, ὃς Ὀλυμπίασιν, ὁπότε ἥκιστα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προρρήσει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγινώσκειν. δοκεῖ οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸς αὐτὸν ἢ αὐτὸς πρὸς ἄλλους ἔγραφεν. ἐπέστελλε δὲ βασιλεῦσι, σοφισταῖς, φιλοσόφοις, Ἠλείοις, Δελφοῖς, Ἰνδοῖς, Αἰγυπτίοις, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἂν πράττοι· τὰ δὲ ἀκριβέστερα παρὰ Δάμιδος ἀκηκοώς. οὗτος Ἀπολλώνιος ὁ Τυανεὺς διαμνημονικός τις ἦν εἴπερ τις ἄλλος, ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τίς ἐστιν εἰς μνημοσύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆς μνημοσύνης εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωστικὰ αὐτοῦ ἐν τῷ Τιμασίων. ὅτι Ἀπολλώνιος οὖτος τάδε περὶ Ἀναξαγόρα ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαις καὶ καμήλοις τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοις μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι. ὁ δὲ Θηβαῖος Κράτης κατεπόντωσε τὴν οὐσίαν, οὔτε προβάτοις ποιήσας ἐπιτήδειον, οὕτε ἀνθρώποις. | ] |
| gamma | 365 | [ | Γοητεία: μαγεία. γοητεία καὶ μαγεία καὶ φαρμακεία διαφέρουσιν· ἅπερ ἐφεῦρον Μῆδοι καὶ Πέρσαι. μαγεία μὲν οὖν ἐστιν ἐπίκλησις δαιμόνων ἀγαθοποιῶν δῆθεν πρὸς ἀγαθοῦ τινος σύστασιν, ὥσπερ τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέως θεσπίσματα. γοητεία δὲ ἐπὶ τῷ ἀνάγειν νεκρὸν δι’ ἐπικλήσεως, ὅθεν εἴρηται ἀπὸ τῶν γόων καὶ τῶν θρήνων τῶν περὶ τοὺς τάφους γινομένων. φαρμακεία δὲ, ὅταν διά τινος σκευασίας θανατηφόρου πρὸς φίλτρον δοθῇ τινι διὰ στόματος. μαγεία δὲ καὶ ἀστρολογία ἀπὸ Μαγουσαίων ἤρξατο· οἱ γάρ τοι Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ Μαγουσαῖοι, οἱ αὐτοί. καὶ Γοητεύω· αἰτιατικῇ. | ] |
| delta | 46 | [ | Δάμις, ἀνὴρ οὐκ ἄσοφος, τὴν ἀρχαίαν οἰκῶν Νῖνον. οὗτος τῷ Ἀπολλωνίῳ προσφιλοσοφήσας ἀποδημίας τε αὐτοῦ ἀναγέγραφεν, ὧν κοινωνῆσαι καὶ αὐτός φησι· καὶ γνώμας καὶ λόγους καὶ ὁπόσα ἐς πρόγνωσιν εἶπεν. ὁ γὰρ Ἀπολλώνιος ἀπὸ Ἀντιοχείας ἧκεν εἰς Νῖνον. προσεφοίτησε δὲ αὐτῷ Δάμις ὁ Νῖνος καὶ συνῆν αὐτῷ, ὅ τι μάθοι μνημονεύων. φωνὴ δὲ ἦν τῷ Ἀσσυρίῳ ξυμμέτρως πράττουσα. τὸ γὰρ λογοειδὲς οὐκ εἶχεν, ἅτε παιδευθεὶς ἐν βαρβάροις· διατριβὴν δὲ ἀναγράψαι καὶ ξυνουσίαν καὶ ὅ τι ἤκουσεν ἢ εἶδεν ἀνατυπῶσαι καὶ ὑπομνήματα τοιάδε ξυνθεῖναι σφόδρα ἱκανὸς ἦν. οὐ μὴν ὡς δυοῖν γε ἀμελῆσαι τούτοιν, τῆς τε ἀνδρίας, ᾗ χρώμενος Ἀπολλώνιος διεπορεύθη βάρβαρα ἔθνη καὶ λῃστρικά, οὐδ’ ὑπὸ Ῥωμαίους πω ὄντα, τῆς τε σοφίας, ᾗ τὸν Ἀράβιον τρόπον ἐς ξύνεσιν τῆς τῶν ζῴων φωνῆς ἦλθεν. ἔμαθε δὲ τοῦτο διὰ τουτωνὶ τῶν Ἀραβίων πορευόμενος. | ] |
| delta | 519 | [ | Διάγειν. οὐδὲ διῆγε τοὺς λόγους οὐδὲ λεπτολογίᾳ ἐδίδου οὐδὲ εἰρωνευομένου τις ἤκουσε. περὶ Ἀπολλωνίου φησὶ Φιλόστρατος ὁ Λήμνιος. | ] |
| delta | 1030 | [ | Διθύραμβος· ὕμνος εἰς Διόνυσον. ὁ δὲ Ἀπολλώνιος λόγων ἰδέαν ἐπήσκει οὐ τὴν διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασι. | ] |
| delta | 1352 | [ | Δομετιανός, βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου, οὗ διάδοχος γενόμενος οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωσεν ἄριστον πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνος ἀνοσιουργίαν ἐκ διαμέτρου. καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθὼν μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενόμενος ἑαυτὸν ὁ ἄθεος τελευταῖον ἀπεθέωσε. κἀντεῦθεν οὖν ἔχθιστον ἅπασι καὶ ἀπόβλητον διὰ τὸ φονικόν τε καὶ θηριῶδες τῆς μιαρᾶς γνώμης ἑαυτὸν ὁ τάλας ἀποφήνας, εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισάμενος αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέβηλον καταστρέφει βίον. οὗτος σὺν τῷ βασκάνῳ δαίμονι νεμεσήσας τῷ ἀδελφῷ τοῦτον ἀναιρεῖ φαρμάκῳ, ἔρωτι τῆς ἀρχῆς. καὶ πονηρῶς τὰ πράγματα Ῥωμαίων διαθεὶς οὐδὲν ὠμότητος οὐδὲ πλεονεξίας οὐδὲ φονικῆς ἐνεργείας ἢ ἑτέρου τινὸς παραλέλοιπεν εἶδος ἢ σπούδασμα, μετὰ τοῦ καὶ ἀκρατὴς εἶναι καὶ ἀκόλαστος τὰ περὶ τὸ σῶμα. οὗτος καὶ Νέρβαν μετέστησεν ὡς ἐπιβουλεύοντα τῇ βασιλείᾳ, καὶ Ἀπολλώνιον τὸν Τυανέα ὡς φίλον Νέρβᾳ, συλλαβὼν ἀπέκειρε καὶ δέσμιον εἰς δικαστήριον ἤγαγε. καὶ ἐπεὶ ὁ φιλόσοφος οὐκ ἐνεδίδου ἐπεγγελῶν τὰ γινόμενα παρ’ αὐτοῦ καὶ ἐπιπλήττων τοῖς πραττομένοις, αἰσχυνθεὶς διαφῆκεν αὐτόν. τότε φασὶ καὶ τὸ πολυθρύλητον ἔπος εἰπεῖν τὸν Ἀπολλώνιον· οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι· ἄφαντον γενέσθαι παραχρῆμα. οὗτος καὶ τοὺς φιλοσόφους καὶ μαθηματικοὺς ἐφυγάδευσεν ἀπὸ Ῥώμης. ἐπὶ τούτου καὶ Ἰωάννης ὁ Εὐαγγελιστὴς εἰς Πάτμον ἐξορίζεται. καὶ τοὺς ἀπὸ τοῦ γένους Δαβὶδ ἀναιρεῖσθαι προσέταξε, καὶ Χριστιανοὶ πολλοὶ ἐπ’ αὐτοῦ μαρτυροῦσι. Νέρβας δὲ ἀπολύει τῆς ἐξορίας Ἰωάννην τὸν Θεολόγον. Ἀδριανὸς δὲ πολλὰ ἀνορθώσας καὶ Λαζοῖς ἤτοι Κόλχοις βασιλέα ἐπέστησεν. οὐκ εὐβούλως δὲ τῆς Μεσοποταμίας παραχωρεῖ Πέρσαις δεηθεῖσιν αὐτοῦ, κτηθείσης ὑπὸ Τραιανοῦ Ῥωμαίοις, καὶ τὸν Εὐφράτην ὅρον ποιεῖται τῆς ἀρχῆς. οὗτος διὰ τὸ φονικὸν καὶ θηριῶδες ἔχθιστος ὢν πρὸς τῶν οἰκείων συστάντων ἐπ’ αὐτῷ κατακτείνεται καὶ παρασκευασαμένους εἰσπέμψαι ξὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προσπεσόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν πατάξαι μέν, οὐ μὴν καιρίαν, ἀναπηδήσαντος γοῦν ἐκείνου. | ] |
| epsilon | 1003 | [ | Ἐμπεδοκλῆς· τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν ὁδὸν Πυθαγόρου, ἣν καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἐζήλωσε. ξυνεῖναι γὰρ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, Ἀπολλωνίῳ δὲ τόν τε Ἀπόλλωνα ἥκειν ὁμολογοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δ’ ἂν καὶ μὴ ὁμολογοῦντα Ἀθηνᾶν τε καὶ Μοῦσαν καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γινώσκειν. καὶ ὅ τι ἀποφήνοιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. ὅτι δὲ καὶ Ἐμπεδοκλῆς τὸν βίον τοῦτον ἤσκητο, δηλοῖ τό, χαίρετ’ , ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός. καί, ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε. καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. | ] |
| epsilon | 3504 | [ | Εὐθύδημος, διδάσκαλος Ἀπολλωνίου τοῦ Τυανέως, ἐκ Ταρσῶν τῆς Κιλικίας. ὁ γὰρ Ἀπολλώνιος προϊὼν εἰς ἡλικίαν, ἐν ᾗ συγγράμματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο· καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ ἔτη ιδʹ παρ’ Εὐθύδημον ἄγει ἐς Ταρσοὺς τῆς Κιλικίας, ὃς τοῦτον ἐπαίδευεν· ὁ δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι· τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι. ποταμός τε αὐτοὺς διαρρεῖ Κύδνος, ᾧ παρακάθηνται καθάπερ τῶν ὀρνίθων οἱ ὑγρότατοι μεθύοντες τῷ ὕδατι. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιῷ ἐπίδηλον τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ Περιπάτου· οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζε. διδάσκαλος δὲ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων Εὔξενος. | ] |
| epsilon | 3605 | [ | Εὔξενος, οὐ πάνυ σπουδαῖος οὐδὲ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος. γαστρός τε γὰρ ἥττων ἦν καὶ ἀφροδισίων, καὶ κατὰ τὸν Ἐπίκουρον ἐσχημάτιστο· τὰς δὲ Πυθαγόρου δόξας ἐγίνωσκεν, ὥσπερ οἱ ὄρνιθες, ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώπων. τὸ γὰρ χαῖρε, καὶ τό, εὖ πράττε, καὶ τό, Ζεὺς ἵλεως, καὶ τὰ τοιαῦτα οἱ ὄρνιθες εὔχονται οὔτε εἰδότες ὅ τι λέγουσιν, οὔτε διακείμενοι πρὸς τοὺς ἀνθρώπους, ἀλλὰ ἐρρυθμισμένοι τὴν γλῶτταν. ὁ δὲ ὥσπερ οἱ νέοι τῶν ἀετῶν ἐν ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖς γειναμένοις αὐτούς, μελετώμενοι ὑπ’ αὐτῶν τὴν πτῆσιν, ἐπειδὰν δὲ αἴρεσθαι δύνανται, ὑπερπέτονται τοὺς γονέας, ἄλλως τε κἂν λίχνους αἴσθωνται καὶ κνίσης ἕνεκα πρὸς τῇ γῇ πετομένους· οὕτω καὶ ὁ Ἀπολλώνιος προσεῖχε τῷ Εὐξένῳ παῖς ἔτι καὶ ἤγετο ὑπ’ αὐτοῦ βαίνων ἐπὶ τοῦ λόγου, προελθὼν δὲ ἐς ἔτος ϛʹ καὶ ιʹ ὥρμησεν ἐπὶ τὸν Πυθαγόρου βίον πτερωθεὶς ἐπ’ αὐτὸν ὑπό τινος κρείττονος. οὐ μὴν τὸν Εὔξενον ἐπαύσατο ἀγαπῶν, ἀλλ’ ἐς προάστειον, ἐν ᾧ κῆποί τε ἁπαλοὶ ἦσαν καὶ πηγαί, τοῦτον ἀγαγών, σὺ μὲν ζῆθι, ἔφη, τὸν σαυτοῦ τρόπον· ἐγὼ δὲ τὸν Πυθαγόρου ζήσομαι. | ] |
| epsilon | 3890 | [ | Ἔφηβος. Κιλίκιος λόγος· ποῖ τρέχεις; ἢ ἐπὶ τὸν ἔφηβον; ἐπὶ Ἀπολλωνίῳ ἐλέγετο καὶ παροιμιώδη τιμὴν ἔσχεν. μόνοις δὲ ἐλευθέροις ἐφίησιν ὁ νόμος ἐφηβεύειν. ἐχρῆν δὲ τὸν ἔφηβον ἐν τῇ χλανίδι τὴν δεξιὰν ἔχειν ἐνειλημμένην διὰ τὸ ἀργὴν εἶναι εἰς ἔργα καὶ λόγους εἰς ἐνιαυτὸν καὶ μὴ προϊέναι τὴν χεῖρα. ἔνδημον δὲ ἐχρῆν εἶναι τὸν ἐφηβεύοντα. ἡ δὲ ἐφηβεία κανὼν ἦν ὀρθοῦ βίου καὶ ὑγιοῦς. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: