Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Archilochus (Archilochus of Paros) - urn:cts:greekLit:tlg0232

Place of birth (Wikidata Statement)

Paros (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Naxos Island (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Ancient Paros (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

poet (Wikidata)

writer (Wikidata)

epigrammatist (Wikidata)

elegist (Wikidata)

alpha 1442[ Ἀλυσκάζειν: περιΐστασθαι, ἐκκλίνειν, φεύγειν. εἰ γὰρ φέγγος ἔλιπον ἀλυσκάζουσαι ἰάμβων ἄγριον Ἀρχιλόχου φθέγμα Λυκαμβιάδες. ]
alpha 4112[ Ἀρχίλοχος· ὅτι τῶν σπουδαίων οὐδὲ θανόντων οἱ θεοὶ λήθην τίθενται. Ἀρχίλοχον γοῦν ποιητὴν γενναῖον τ ἄλλα, εἴ τις αὐτοῦ τὸ αἰσχροεπὲς καὶ τὸ κακορρῆμον ἀφέλοι, καὶ οἱονεὶ κηλίδα ἀπορρύψαι, ὁ Πύθιος ἠλέει τεθνεῶτα καὶ ταῦτα ἐν τῷ πολέμῳ, ἔνθα δήπου ξυνὸς Ἐνυάλιος. καὶ ὅτε ἧκεν ὁ ἀποκτείνας αὐτὸν, Καλώνδας μὲν ὄνομα, Κόραξ δὲ ἐπώνυμον, τοῦ θεοῦ δεόμενος ὑπὲρ ὧν ἐδεῖτο, οὐ προσήκατο αὐτὸν ἡ Πυθία ὡς ἐναγῆ, ἀλλὰ ταῦτα δήπου τὰ θρυλούμενα ἀνεῖπεν. ὁ δὲ ἄρα προεβάλλετο τὰς τοῦ πολέμου τύχας καὶ ἔλεγεν, ὡς ἧκεν ἐς ἀμφίβολον ἢ δρᾶσαι ἢ παθεῖν, ὅσα ἔπραξε, καὶ ἠξίου μὴ ἀπεχθάνεσθαι τῷ θεῷ εἰ τῷ ἑαυτοῦ δαίμονι ζῇ, καὶ ἐπηρᾶτο, ὅτι μὴ τέθνηκε μᾶλλον ἢ ἀπέκτεινε. καὶ ταῦτα ὁ θεὸς οἰκτείρει καὶ αὐτὸν κελεύει ἐλθεῖν εἰς Ταίναρον, ἔνθα Τέττιξ τέθαπται, καὶ μειλίξασθαι τὴν τοῦ Τελεσικλείου παιδὸς ψυχὴν καὶ πραΰναι χοαῖς. οἷς ἐπείσθη, καὶ τῆς μήνιδος τῆς ἐκ τοῦ θεοῦ ἐξάντης ἐγένετο. καὶ παροιμία· Ἀρχίλοχον πατεῖς, ἐπὶ τῶν κακηγόρων καὶ λοιδόρων. ]
epsilon 1629[ Ἐξένισεν· ἐξενοδόχησε. καὶ ἀντὶ τοῦ ἀπέκτεινεν. Ἠλέκτρα φησίν· ὁ δὲ Ἄρης, φησίν, οὐκ ἐξένισεν αὐτόν. τουτέστιν οὐκ ἀπέκτεινε· ξενία γὰρ Ἄρεως τραύματα καὶ φόνοι. καὶ Ἀρχίλοχος· ξείνια δυσμενέεσι λυγρὰ χαριζόμενος. ταῦτα θρηνεῖ ἀδελφὴ τοῦ Ὀρέστου. ]
iota 645[ Ἰσμαρικὸς οἶνος· Ἀρχίλοχος· ἐν δορὶ δ’ οἶνος Ἰσμαρικός· πίνω δ’ ἐν δορὶ κεκλιμένος. Ἴσμαρος δὲ πόλις, ἡ νῦν Μαρώνεια λεγομένη. ]
kappa 36[ Κάθαρμα· οὐ φθείρῃ κάθαρμα, εἶπε, καὶ ἐκποδὼν ἡμῖν ἄπει; Ἀριστοφάνης φησίν. ὑπὲρ δὲ καθαρμοῦ πόλεως ἀνῄρουν ἐστολισμένον τινά, ὃν ἐκάλουν κάθαρμα. κᾆτ’ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρ’ ἱστὰς ἐπῶν. διχῶς ἀναγινώσκεται· ὑφ’ ἕν, καὶ πάλιν ἀπόστροφος ἐν τῷ ρ, ἵνα ᾖ, σκανδάληθρ’ ἱστὰς ἐπῶν. οἱ δὲ ὑφ’ ἓν ἀναγινώσκοντες ἐξηγοῦνται οὕτως· ἡ μὲν λέξις πεποιήται παρὰ τὰ πέταυρα τῶν παγίδων, ἀπὸ τοῦ σκάζοντα συμπίπτειν καὶ κρατεῖν τὸ ἐμπεσόν. ὁ δὲ νοῦς· ἀνελκύσας ἐπὶ τοῦ βήματος συνηγόρους ἑαυτῷ καὶ θηρευτὰς λόγων ἐρωτᾷ ἡμᾶς· οὕτω γὰρ τὸ ὑπερβατόν. εἶτ’ ἀνελκύσας σκανδάληθρ’ ἱστὰς ἐρωτᾷ ἡμᾶς. σκανδάληθρα δὲ λέγεται τὰ ἐν τοῖς παγίσιν ἐπικαμπῆ ξυλάρια, εἰς ἃ ἐρείδει, ἅπερ Ἀρχίλοχος ῥόπτρον· ἐνταῦθα οὖν λέγει ἐρείσματα λόγων καὶ βάρη. ]
kappa 731[ Καταπροΐξεται· ἡ πρὸ ἀντὶ τῆς παρά. προϊκνεῖσθαι. τινὲς δὲ ἀπὸ τοῦ ἵξεσθαι, ὅ ἐστι δωρεάν τινα λαβεῖν. Ἀρχίλοχος· εὖ δ’ ἐκεῖνος οὐ καταπροΐξεται. Ἡρωδιανὸς δὲ ἐν Ἐπιμερισμοῖς παρὰ τὸ ἴσσω φησί. καὶ Ἀρχίλοχος· προτείνω χεῖρα καὶ προΐσσομαι. ]
kappa 2800[ Κύφωνες· ξύλα ἦσαν ἐπιτιθέμενα εἰς τοὺς τένοντας τῶν καταδίκων, ἵνα μὴ εὕρωσιν ἀνακύψαν. Ἀριστοφάνης Πλούτῳ· ὦ τύμπανα καὶ κύφωνες, οὐκ ἀρήξετε; κύφων δέ ἐστι δεσμὸς ξύλινος, ὃν οἱ μὲν κλοιόν, οἱ δὲ καλιὸν ὀνομάζουσιν. ἔνθεν καὶ ὁ πονηρὸς ἄνθρωπος κύφων. τάσσεται καὶ ἐπὶ πάντων δυσχερῶν καὶ ὀλεθρίων. καὶ κυφανισμὸς ἐπὶ τῶν τιμωριῶν. Ἀρχίλοχος δὲ ἀντὶ τοῦ κακὸς καὶ ὀλέθριος. εἴρηται κύφων παρὰ τὸ ἀναγκάζειν τοὺς δεσμίους κύφειν. ἐὰν δέ τις θρασυνόμενος τὰ ἐκ τοῦ νόμου παρ’ οὐδὲν ποιήσηται, δεδέσθω ἐν κύφωνι πρὸς τῷ ἀρχείῳ ἡμερῶν κʹ, ἐπιρρεόμενος μέλιτι γυμνὸς καὶ γάλακτι, ἵνα ᾖ μελίτταις καὶ μυίαις δεῖπνον. τοῦ δὲ χρόνου διελθόντος, κατὰ κρημνῶν ὠθεῖσθαι, στολὴν γυναικείαν περιβαλόντας. ]
lambda 795[ Λυκαμβιάδες· εἰ γὰρ φέγγος ἔλιπον ἀλυσκάζουσαι ἰάμβων ἄγριον Ἀρχιλόχου φθέγμα Λυκαμβιάδες. ]
mu 1373[ Μυδαλέας· διαβρόχους. μυδαλέα δάκρυσι. καὶ Μυδαλέον, δίυγρον παρὰ Ἀρχιλόχῳ, διάβροχον. λέγει δὲ τὸ ἐπίδακρυ καὶ κάθυγρον αἷμα, τὸ ἐννότερον, ῥυπαρόν. καὶ Μυδαλέος ὁμοίως. ]
mu 1470[ Μυσάχνη· ἡ πόρνη παρὰ Ἀρχιλόχῳ· καὶ ἐργάτις καὶ δῆμος καὶ παχεῖα. Ἱππῶναξ δὲ βορβορόπιν καὶ ἀκάθαρτον ταύτην φησίν, ἀπὸ τοῦ βορβόρου. καὶ ἀνασυρτόπολιν ἀπὸ τοῦ ἀνασύρεσθαι· Ἀνακρέων δὲ πανδοσίαν καὶ λεωφόρον καὶ μανιόκηπον· κῆπος γὰρ τὸ μόριον· Εὔπολις εἱλίποδας ἀπὸ τῆς εἱλήσεως τῶν ποδῶν τῆς κατὰ μίξιν. ]
phi 125[ Φασιανοί· ἀλεκτρυόνες, καὶ ὄρνεις τινές. Ἀριστοφάνης· εἰ δοίης μοι τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας. ἐπὶ τῶν εἴς τι πρᾶγμα ἀπαγορευόντων. οὐκ εἰσὶ δὲ ἵπποι φασιανοί, ἀλεκτρυόνες μέντοι. ἵπποι δέ τινες εἰσίν, ἀλεκτρυόνας κεχαραγμένοι. τούτους οὖν λέγει. Λεωγόρας δὲ ὄνομα κύριον, ἑνὸς τῶν Ἀθήνησι πολιτευομένων τότε· πατὴρ δὲ οὗτος ἦν Ἀνδοκίδου τοῦ ῥήτορος. ἄδηλον δέ, εἰ καὶ ὄρνεα ἔτρεφεν ὁ Λεωγόρας. ἔνιοι δὲ ἀξιοῦσιν ἵππους εἶναι τοὺς φασιανούς. καὶ εἴπερ ἐστὶ τοῦτο μὴ κατεψευσμένον, οἰκεῖον ἂν εἴη τοῦτο τῆς τοῦ νεανίσκου σπουδῆς. οἱ δὲ περὶ Ἀρχίλοχον ὀρνίθων τι γένος. ὁ δὲ Λεωγόρας τρυφερός τις, Πλάτων λέγει· ὦ θεῖε Μώρυχε· τέως γὰρ εὐδαίμων ἔφυς, καὶ Γλαυκέτης, ἡ ψῆττα, καὶ Λεωγόρας, οἳ ζῆτε τερπνῶς, οὐδὲν ἐνθυμούμενοι. Εὔπολις ἐν Αὐτολύκῳ, ὡς καὶ διὰ Μυρρίναν ἑταίραν τὰ χρήματα ἀποβεβληκότα. φασιανοὶ δὲ οἱ ἔχοντες τῷ μηρῷ φασιανὸν ἵπποι. Φᾶσις δέ ἐστι ποταμὸς Σκυθίας, ὅπου καλοὶ ἵπποι γίνονται. Φάσις δὲ καὶ μήνυσις, ἀγγελία. καὶ κλίνεται φάσιος. Φάσις ἐστίν, ἣν ποιεῖταί τις πρὸς τὸν δοκοῦντα ὑπορύττειν δημόσιον μέταλλον ἢ χωρίον ἢ οἰκίαν ἢ ἄλλο τι τῶν δημοσίων. ἔτι δὲ καὶ οἱ τοὺς ἐπιτρόπους τῶν ὀρφανῶν αἰτιώμενοι παρὰ τοῖς ἄρχουσιν, ὡς οὐ δεόντως μεμισθωκότας τὸν ὀρφανὸν οἶκον, προφαίνειν λέγονται. ]
phi 240[ Φεψάλῳ· καπηλείῳ. φέψαλοι γὰρ οἱ σπινθῆρες. Ἀριστοφάνης· ἡ δ’ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται. διὰ τὸ εἰρήνην εἶναι. λέγεται δὲ καὶ φεψάλυξ παρὰ Ἀρχιλόχῳ. καὶ παρὰ Ἀριστοφάνει· ἀλλ’ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ. καὶ αὖθις· ἀλλ’ ἀποσκοτουμένους ὑπὸ τῆς εἰς αὐτοὺς φερομένης λιγνύος καὶ τῶν φεψαλύγων, ἔτι δὲ τῆς τοῦ καπνοῦ πολυπληθίας, οὐκ ὀλίγους ἀπόλλυσθαι. ]
pi 104[ Παλίνσκιον· Ἰσαῖος μὲν ἀντὶ τοῦ σύσκιον, Ἀρχίλοχος δὲ ἀντὶ τοῦ σκοτεινόν. καὶ Σοφοκλῆς· χειμῶνι παλινσκίῳ. ἀντὶ τοῦ ζοφερῷ. ]
pi 3241[ Πυρρώνειοι· οἱ τὰ τοῦ Πύρρωνος φρονοῦντες αἱρετικοὶ οὕτως ἐκαλοῦντο ἀπὸ τοῦ διδασκάλου, ἀπορητικοί τε καὶ σκεπτικοί, ἐφεκτικοί τε καὶ ζητητικοί. ζητητικοὶ μὲν ἀπὸ τοῦ πάντοτε ζητεῖν τὴν ἀλήθειαν, σκεπτικοὶ δὲ ἀπὸ τοῦ σκέπτεσθαι ἀεὶ καὶ μηδέποτε εὑρίσκειν, ἐφεκτικοὶ δὲ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν πάθους, λέγω δὴ τὴν ἐποχήν· ἀπορητικοὶ δὲ ἀπὸ τοῦ τοὺς δογματικοὺς ἀπορεῖν καὶ αὐτούς. Θεοδόσιος δὲ ἐν τοῖς Σκεπτικοῖς οὔ φησι Πυρρώνειον καλεῖσθαι τὸν σκεπτικόν· εἰ γὰρ τὸ καθ’ ἕτερον κίνημα τῆς διανοίας ἄληπτόν ἐστιν, οὐκ εἰσόμεθα τὴν Πύρρωνος διάθεσιν· μὴ εἰδότες δὲ οὐδὲ Πυρρώνειοι καλοίμεθ’ ἄν. πρὸς τῷ μηδὲ πρῶτον εὑρηκέναι τὴν σκεπτικὴν Πύρρωνα μηδὲ ἔχειν τι δόγμα. λέγοιτο δ’ ἂν Πυρρώνειος ὁμότροπος ταύτης τῆς αἱρέσεως. κατῆρξεν οὖν πρῶτος τῆς σκεπτικῆς Ὅμηρος· οὐ γὰρ ὁριστικῶς δογματίζει περὶ τὴν ἀπόφασιν. καὶ οἱ ζʹ δὲ σοφοὶ σκεπτικοί εἰσιν· οἷον τὸ μηδὲν ἄγαν, καὶ τὰ λοιπά. ἀλλὰ καὶ Ἀρχίλοχος καὶ Εὐριπίδης. ἐν οἷς Ἀρχίλοχός φησι· τοῖος ἀνθρώποις νοῦς γίνεται θνητοῖς, ὁκοίην Ζεὺς ἡμέρην ἄγει. καὶ Εὐριπίδης· τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι· σοῦ γὰρ ἐξηρτήμεθα· δρῶμέν τε τοιαῦθ’ ἃ δὴ τυγχάνεις θέλων. ]
sigma 534[ Σκανδάληθρα· τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ ξύλα. ἀπὸ τοῦ συμπίπτειν καὶ κρατεῖν τὸ ἐμπεσόν. τὰ πέταυρα τῶν παγίδων, ἃ Ἀρχίλοχος ῥόπτρα ἐκάλεσεν. Ἀριστοφάνης· κᾆτ’ ἀνελκύσας ἐρωτᾷ, σκανδάληθρ’ ἱστὰς ἐπῶν. ἀντὶ τοῦ ἐρείσματα λόγων καὶ βάρη. ]
tau 518[ Τήνελλα· μίμημα φωνῆς κρούματος αὐλοῦ ποιᾶς. Ἀρχίλοχος· τήνελλα, καλλίνικε χαῖρε ἄναξ Ἡράκλεις, αὐτός τε καὶ Ἰόλαος, αἰχμητὰ δύω. Ἀριστοφάνης· ἀλλ’ ἐὰν νικήσῃς τῇ βοῇ, τήνελλος εἶ. ἀντὶ τοῦ νικηφόρος. τήνελλα δὲ κρουμάτιον ἐπινίκιον. ἢ τήνελλος, ἁρμονία λύρας. ἐὰν τοίνυν ὑπερακοντίσῃς αὐτοὺς τῇ βοῇ, μουσικώτατος εἶ· ἢν δ’ ἀναιδείᾳ παρέλθῃς, ἡμέτερος ὁ πυραμοῦς. ὁ δὲ πυραμοῦς εἶδος πλακοῦντος ἐκ μέλιτος ἑφθοῦ καὶ τυρῶν πεφρυγμένων, ὡς σησαμοῦς ὁ διὰ σησάμης. ταῦτα δὲ ἐτίθεσαν ἆθλα τοῖς διαγρυπνηταῖς· εἰώθασι γὰρ ἐν τοῖς συμποσίοις ἁμιλλᾶσθαι περὶ ἀγρυπνίας· καὶ ὁ διαγρυπνήσας μέχρι τῆς ἕω, νικήσας ἐλάμβανε τὸν πυραμοῦντα. ὁ δὲ νοῦς, ὅτι μὴ νικηθῇς ὑπ’ αὐτοῦ τῇ βοῇ, περιγένῃ δὲ ταῖς περιεργίαις καὶ ἀναισχυντίαις οὐδὲν ἧττον, ἡμέτερον τὸ τερμάτιον, τουτέστιν ἡ νίκη. ]
tau 1187[ Τύραννος· οἱ πρὸ τῶν Τρωϊκῶν ποιηταὶ τοὺς βασιλεῖς τυράννους προσηγόρευον, ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς Ἕλληνας διαδοθέντος κατὰ τοὺς Ἀρχιλόχου χρόνους, καθάπερ Ἱππίας ὁ σοφιστής φησιν. Ὅμηρος γοῦν τὸν πάντων παρανομώτατον Ἔχετον βασιλέα φησί, καὶ οὐ τύραννον. προσηγορεύθη δὲ τύραννος ἀπὸ Τυρρηνῶν· χαλεποὺς γὰρ περὶ λῃστείας τούτους γενέσθαι. οὐδεὶς δὲ οὐδὲ ἄλλος τῶν ποιητῶν ἐν τοῖς ποιήμασιν αὐτοῦ μέμνηται τὸ τοῦ τυράννου ὄνομα. ὁ δὲ Ἀριστοτέλης ἐν Κυμαίων πολιτείᾳ τοὺς τυράννους φησὶ τὸ πρότερον αἰσυμνήτας καλεῖσθαι. εὐφημότερον γὰρ ἐκεῖνο τὸ ὄνομα. ὅτι καὶ ἕτεροι ἐτυράννησαν, ἀλλ’ ἡ τελευταία καὶ μεγίστη κάκωσις πάσαις ταῖς πόλεσιν ἡ Διονυσίου τυραννὶς ἐγένετο. ]
upsilon 441[ Ὑπνομαχῶ· Ἀριστοφάνης. ἐγὼ δ’ ὑπὸ μεσοπυργίῳ τεταγμένος ὑπνομαχῶ. ἀντὶ τοῦ ἐπαγρυπνῶ. ἦν μὲν γὰρ καὶ ἄλλως ὁ Μάρκελλος ὑπνομαχεῖν πεφυκώς. ἐν δορὶ μέν τοι μάζα μεμαγμένη, ἐν δορὶ δ’ οἶνος Ἰσμαρικός, πίνω δ’ ἐν δορὶ κεκλιμένος. οὐκ οἶδα δ’ εἰ μᾶλλον Ἀρχιλόχῳ προσῆκον ἦν ταῦτα εἰπεῖν. ]
xi 26[ Ξενία καὶ Ξενίζω. Φοίνιος Ἄρης οὐκ ἐξένισεν αὐτόν. τουτέστιν οὐκ ἀπέκτεινε. ξένια γὰρ Ἄρεος τραύματα καὶ φόνοι. καὶ Ἀρχίλοχος· ξένια δυσμενέεσι λυγρὰ χαριζόμενος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License