Moses) - urn:cts:greekLit:lagl0440Helwan (Wikidata)
Mount Nebo (Wikidata) (Pleiades)
military leader (Wikidata)
religious leader (Wikidata)
legislator (Wikidata)
thaumaturge (Wikidata)
herder (Wikidata)
ruler (Wikidata)
urn:cts:greekLit:lagl0440.suda001 -
law of Moses
| alpha | 1129 | [ | Ἀλέξανδρος ὁ Μιλήσιος· ὃς Πολυΐστωρ ἐπεκλήθη καὶ Κορνήλιος, διότι Κορνηλίῳ Λεντούλῳ αἰχμαλωτισθεὶς ἐπράθη καὶ αὐτῷ παιδαγωγὸς ἐγένετο, εἶτα ἠλευθερώθη. ἦν δὲ ἐν Ῥώμῃ ἐπὶ τῶν Σύλλα χρόνων καὶ ἐπὶ τάδε. ἀνῃρέθη δὲ ἐν Λαυρενταῖς ὑπὸ πυρὸς τῆς οἰκίας φθαρείσης· καὶ ἡ γυνὴ αὐτοῦ Ἑλένη μαθοῦσα τὸ συμβὰν ἀπήγξατο. ἦν δὲ γραμματικὸς τῶν Κράτητος μαθητῶν. οὗτος συνέγραψε βίβλους ἀριθμοῦ κρείττους. καὶ Περὶ Ῥώμης βιβλία εʹ. ἐν τούτοις λέγει, ὡς γυνὴ γέγονεν Ἐβραία Μωσώ, ἧς ἐστι σύγγραμμα ὁ παῤ Ἐβραίοις νόμος. | ] |
| chi | 79 | [ | Χαναάν· ὄνομα κύριον. καὶ ἐξ αὐτοῦ Χαναναῖοι. ὅτι Μωϋσῆς μʹ ἔτη συμφιλοσοφήσας τῷ λαῷ τελευτᾷ, διάδοχον καταλιπὼν Ἰησοῦν τὸν τοῦ Ναυῆ· ὅστις κατῴκισε τὸν Ἰσραὴλ ἐν γῇ, ᾗ ἐπηγγείλατο κύριος τῷ Ἀβραάμ· ἔστι δὲ ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου κυκλουμένη διὰ θαλάσσης καὶ ξηρᾶς· ἐκβαλὼν πάντας τοὺς βασιλεῖς καὶ δυνάστας τῶν ἐθνῶν· οἵτινες ὑπ’ αὐτοῦ διωκόμενοι διὰ τῆς παραλίου Αἰγύπτου τε καὶ Λιβύης κατέφυγον εἰς τὴν τῶν Ἄφρων χώραν, τῶν Αἰγυπτίων μὴ προσδεξαμένων αὐτούς, διὰ τὴν μνήμην τὴν προτέραν, ἣν ἔπαθον δι’ αὐτοὺς ἐν τῇ Ἐρυθρᾷ καταποντισθέντες θαλάσσῃ· καὶ προσφυγόντες τοῖς Ἄφροις, τὴν ἔρημον αὐτῶν ᾤκησαν χώραν, ἀναδεξάμενοι τὸ σχῆμα καὶ τὰ ἤθη, καὶ ἐν πλαξὶ λιθίναις ἀναγραψάμενοι τὴν αἰτίαν, δι’ ἣν ἀπὸ τῆς Χαναναίων γῆς ᾤκησαν τὴν Ἀφρικήν. καὶ εἰσὶ μέχρι νῦν αἱ τοιαῦται πλάκες ἐν τῇ Νουμιδίᾳ, περιέχουσαι οὕτως· ἡμεῖς ἐσμὲν Χαναναῖοι, οὓς ἐδίωξεν Ἰησοῦς ὁ λῃστής. καὶ θηλυκὸν Χαναναία. καὶ Χανανῖτις γῆ. | ] |
| epsilon | 277 | [ | Ἐζεκίας, βασιλεὺς Ἱερουσαλήμ, υἱὸς Ἄχαζ, ἁπάντων εὐσεβέστερος. οὐ γὰρ μόνον τὰ εἴδωλα κατέσκαψε καὶ τὰς στήλας αὐτῶν συνέτριψεν, ἀλλὰ καὶ τὰ ἐν τοῖς ὑψηλοῖς καθεῖλε καὶ τὰ ἄλση κατέκοψε καὶ τὸν ὄφιν, ὃν ἐκρέμασε Μωυσῆς( ἔτι γὰρ αὐτῷ πάντες ἐθυμίων) μετὰ λοιπῶν βδελυγμάτων ἠφάνισε τούς τε Ἰουδαίους εἰδωλολατροῦντας ἐτιμωρεῖτο ἐκκόπτων τὰ μνημόσυνα καὶ λείψανα τῆς ἀθεότητος. τοσοῦτον γὰρ θεοσεβείας ἀφεστήκεσαν ὡς ὄπισθεν τῶν θυρωμάτων ζωγραφεῖν τὰ εἴδωλα καὶ προσκυνεῖν, ἵν’ , εἴ τινες τῶν παρ’ Ἐζεκίου ἐρευνῷεν, ἀνοιγνυμένων τῶν θυρῶν, σκέποιτο τὰ βδελύγματα. καὶ μόνος ἐβασίλευσεν Ἰουδαίας κατὰ προαίρεσιν θεοῦ. φέρεται δέ τι καὶ τοιοῦτον. ἦν Σολομῶνι βίβλος ἰαμάτων πάθους παντός, ἐγκεκολαμμένη τῇ τοῦ ναοῦ φλιᾷ. ταύτην ἐξεκόλαψεν Ἐζεκίας, οὐ προσέχοντος τοῦ λαοῦ τῷ θεῷ διὰ τὸ τὰς θεραπείας τῶν παθῶν ἐνθένδε τοὺς πάσχοντας αὐτοὺς κομίζεσθαι, περιορῶντας αἰτεῖν τὸν θεόν. ἐπολέμησε δὲ καὶ μέχρι Γάζης τοῖς ἀλλοφύλοις Ἀσσυρίων ἀποστάς, πρότερον ὑπήκοος ὤν. | ] |
| iota | 409 | [ | Ἰοθόρ· ὁ πενθερὸς Μωϋσέως. | ] |
| iota | 505 | [ | Ἰωσήφ, ὁ πάγκαλος. οὗτος ἐτῶν ιζʹ φθονηθεὶς ὑπὸ τῶν ἀδελφῶν καὶ πραθείς, γενόμενος ἐτῶν λʹ ἄρχων τῆς Αἰγύπτου καθίσταται. ἐν ᾗ γεννήσας δύο υἱούς, Ἐφραὶμ καὶ Μανασσῆ, ἀπέθανεν ἐτῶν ριʹ. τὰ δὲ ὀστᾶ Ἰωσὴφ Μωσῆς ἐξήγαγε μεθ’ ἑαυτοῦ. ὅρκῳ γὰρ ὥρκωσεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων· ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ’ ὑμῶν. | ] |
| iota | 507 | [ | Ἰωσίας, βασιλεὺς Ἰσραήλ, δικαιότατος ὑπὲρ τοὺς ἔμπροσθεν αὐτοῦ βασιλεῖς γενόμενος. ὃς τὸν νόμον κυρίου ἀναγινωσκόμενον ἀκριβῶς ἀκούσας καὶ λίαν ἀθυμήσας, εἰδὼς τοῦτον ἐν τοσούτοις ἔτεσι καταπατούμενον, τὰ ἱμάτια διαρρήξας καὶ ἔμφοβος γενόμενος ἀπέστειλε πρὸς Ὀλδὰν τὴν προφῆτιν, πυνθανόμενος τί βούλεται κύριος περὶ αὐτοῦ καὶ παντὸς τοῦ λαοῦ. ἡ δὲ φησί· τάδε λέγει κύριος· ἀνθ’ ὧν ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας, ὅτι ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, ἰδού, προστίθημί σε πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψει πᾶσι τοῖς κακοῖς, οἷς ἐπάξω ἐπὶ τὸν τόπον τοῦτον. ὁ δὲ ζήλῳ θείῳ κινούμενος οὐ μόνον τὰ πανταχοῦ εἴδωλα καὶ σεβάσματα κατέστρεψεν ἐκ βάθρων, ἀλλὰ καὶ τοὺς εἰδωλολάτρας μαστίζων ἐξωλόθρευσε, τοὺς δὲ ἤδη τεθνηκότας ἐν τοῖς τάφοις κατέκαυσε. καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ εἶπε· τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ βλέπω; καί φασιν οἱ ἄνδρες τῆς πόλεως· ὁ ἄνθρωπος τοῦ θεοῦ ἐστιν, ὁ προφήτης, τοὺς λόγους τούτους ἐπὶ τὸ θυσιαστήριον Βεθήλ. καὶ εἶπεν· ἄφετε αὐτόν· μηδεὶς κινήσῃ τὰ ὀστᾶ αὐτοῦ. καὶ μέντοι καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς ψευδοπροφήτας καὶ πᾶν βδέλυγμα καὶ προσόχθισμα ἐν Ἱερουσαλὴμ ἐξῆρε καὶ ἐπέστρεψε πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ καὶ ἰσχύϊ καὶ ψυχῇ αὐτοῦ κατὰ τὸν νόμον Μωσέως καὶ τὸ πάσχα ἐποίησεν, οἷον οὐ γέγονεν ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ Ναυῆ καὶ Σαμουήλ. ἐν ᾧ βόας ἔθυσε χιλιάδας ιβʹ, πρόβατα χιλιάδας ληʹ. καὶ κατωρθώθη τὰ ἔργα Ἰωσίου ἐνώπιον κυρίου ἐν καρδίᾳ πλήρει εὐσεβείας. πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ, οὗ ἐθυμώθη ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς. | ] |
| lambda | 739 | [ | Λώτ· οὗτος ἀνεψιὸς ἦν Ἀβραάμ. ἀπῄεσαν οὖν οἱ ἄγγελοι εἰς Σόδομα ἀφανίσαι τὰς πόλεις διὰ τὰς ἁμαρτίας αὐτῶν. ὁ δὲ Ἀβραὰμ ἱκέτευσε δίκαιον μετὰ ἀσεβοῦς μὴ συναπολέσαι, τάχα διὰ τὸν Λώτ. οἱ δὲ ἄγγελοι ἐν Σοδόμοις γενόμενοι ξενίας ἔτυχον παρὰ τοῦ Λώτ. οἱ δὲ Σοδομῖται ἀποσπᾶν αὐτοὺς ἐπειρῶντο πρὸς διαφθοράν. τοῦ δὲ διὰ φιλοξενίαν ἀντιπροΐσχοντος τὰς θυγατέρας, ὡς οὐκ ἐπείθοντο, οἱ μὲν ὑπὸ τῶν ἀγγέλων ἠφανίζοντο τὰς ὄψεις, ὁ δὲ ἅμα ταῖς θυγατράσι καὶ τῇ συμβίῳ ἐξεπέμπετο· ἥτις μεταστραφεῖσα μετεβλήθη ὡς στήλην ἁλός. ὁ δὲ Λὼτ εἰς Σηγὼρ διασωθεὶς τῇ τε πόλει παραίτιος ἐγένετο σωτηρίας, τῶν ἀνδρῶν ἀφανισθέντων, ὡς λόγος, τῶν δὲ λοιπῶν δʹ διαφθαρεισῶν καὶ τῆς λίμνης ἅμα τῇ γῇ ἀνατραπείσης. κ ἀν τῷ ὄρει μεθυσθεὶς ταῖς θυγατράσι συνῆλθε τεκνοῖ τε τὸν Μωὰβ καὶ τὸν Ἄμμων. οἱ δὲ υἱοὶ Ἰσραὴλ ὄντες ἐν Σαττὶν ἐξεπόρνευσαν ταῖς θυγατράσι τῶν Μωαβιτῶν, εἰδωλολατρήσαντες καὶ προσκυνήσαντες τῷ Βεελφεγώρ, καὶ τῶν θυσιῶν μετέλαβον. Μωϋσῆς δὲ παρώξυνε κατ’ αὐτῶν τοὺς οὐχ ἁμαρτόντας· καὶ ἀνῃρέθησαν δισμύριοι καὶ τετρακισχίλιοι. Φινεὲς δὲ ὁ ἱερεὺς καταλαβὼν Ἰσραηλίτην, ὄνομα Ζαμβρί, συμπεπλεγμένον Μαδιανίτιδι, ᾗ ὄνομα Χασβίθ, ἀμφοτέρους διέπειρε καὶ τὸν θυμὸν ἔπαυσε τοῦ θεοῦ. | ] |
| lambda | 872 | [ | Λῦσόν σου τὸ ὑπόδημα· ὁ θεός φησι πρὸς τὸν Μωϋσῆν. ζήτει ἐν τῷ ὑπόδημα. | ] |
| mu | 1280 | [ | Μόσχος Λιβάνου· ὃν ἐν Χωρὴβ ἐθεοποίησαν· ὃν Μωϋσῆς συνέτριψε καὶ ἐλέπτυνε. | ] |
| mu | 1347 | [ | Μῶϋ· τὸ ὕδωρ παρ’ Αἰγυπτίοις. ἐξ οὗ καὶ Μωϋσῆς. | ] |
| mu | 1348 | [ | Μωϋσῆς· ὁ προφήτης καὶ νομοθέτης. ἐν τῷ πʹ τούτου ἔτει ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐν ᾗ παρῴκησαν ἔτη σιεʹ. πῶς οὖν φησιν ὁ θεὸς πρὸς τὸν Ἀβραάμ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἔτη υʹ. ἀλλὰ δῆλον ὅτι ἀπὸ τῆς ἀναβάσεως Ἀβραὰμ ἐκ Χαρὰν δεῖ τὴν τοῦ λαοῦ παροικίαν ἀριθμεῖν. οὐ γὰρ ἐν Αἰγύπτῳ μόνῃ γέγονεν ἡ παροίκησις, ἀλλὰ καὶ ἐν γῇ Χαναάν. Μωϋσῆς γὰρ λέγει· ἡ δὲ παροίκησις τῶν υἱῶν Ἰσραὴλ ἐν γῇ Χαναὰν καὶ ἐν Αἰγύπτῳ ἔτη υλʹ. καὶ τοῦ μὲν Ἀβραὰμ ἀπὸ τῆς ἐκ Χαρὰν ἀναβάσεως μέχρι τῆς Ἰσαὰκ γεννήσεως ἔτη κεʹ, ἀπὸ δὲ Ἰσαὰκ μέχρι Ἰακὼβ ξʹ, ἀπὸ δὲ Ἰακὼβ μέχρι τοῦ Λευῒ πζʹ, ἀπὸ Λευὶ μέχρι Καὰθ μεʹ, ἀπὸ Καὰθ μέχρι Ἄβραμ ξγʹ· ἀπὸ Μωσέως μέχρι τῆς ἐξόδου πʹ. καὶ οὕτως ἐξῆλθεν Ἰσραὴλ ἐκ τῆς Αἰγύπτου. τοῦ Μωσέως γεννηθέντος οἱ τεκόντες δεδιότες τοὺς Αἰγυπτίους μηχανῶνται πλέγμα βύβλινον, ἐμφερὲς τῇ κατασκευῇ κίστιδι, μεγέθους ποιήσαντες αὔταρκες εἰς τὸ μετ’ εὐρυχωρίας ἐναποκεῖσθαι βρέφος· ἔπειτα χρίσαντες ἀσφάλτῳ κατὰ τοῦ ποταμοῦ βάλλουσι. Θερμοῦθις δὲ ἡ θυγάτηρ τοῦ βασιλέως τοῦτον ἀνείλετο. τριετεῖ δὲ γενομένῳ θαυμαστὸν ὁ θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα. ὅτι Μωϋσῆς πʹ ἡμέρας ἐνήστευσε, μʹ τὰς προτέρας καὶ μʹ μετὰ τὸ συντρῖψαι τὰς πλάκας σαπφείρῳ λίθῳ δακτύλῳ θεοῦ γραφείσας. ὅτι οὐδεὶς ἦν ἀφιλότιμος οὕτως, ὡς Μωϋσῆν θεασάμενος μὴ ἐκπλαγείη τῆς εὐμορφίας. | ] |
| mu | 1349 | [ | Μωσώ, γυνὴ Ἑβραία, ἧς ἐστι σύγγραμμα ὁ παρ’ Ἑβραίοις νόμος· ὥς φησιν Ἀλέξανδρος ὁ Μιλήσιος, ὁ Πολυίστωρ. | ] |
| nu | 51 | [ | Ναυατιανοί· αἱρεσῖται, τὰ Ναυάτου φρονοῦντες. καὶ τούτων ἐγένετο ἐπίσκοπος Σισίννιος, ἐλλόγιμος καὶ ἱερῶν βίβλων ἐπιστήμων καὶ κρείττων διαβολῆς, περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος. ἐρωτώμενος δὲ διὰ τί δεύτερον λούοιτο, ὅτι μὴ τρίτον, ἔφη, φθάνω. ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, ὁ δὲ πρὸς αὐτόν· οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι; τοῦ δὲ ἀπορήσαντος, ὑπολαβὼν ἔφη· σὺ μὲν οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήσῃ· ἐμοὶ δὲ καὶ Σολομῶν ὁ σοφώτατος, ἔστωσαν τὰ ἱμάτιά σου λευκά, λέγων παραινεῖ. καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς εὐαγγελίοις φαινόμενος Μωσῆν τε καὶ Ἡλίαν τοιούτους τοῖς ἀποστόλοις δείκνυσιν. οὐ μὴν ἀλλὰ καὶ ἄλλα πολλὰ χαρίεντα αὐτῷ εἴρηται. | ] |
| nu | 471 | [ | Νομοθέται· τοπάλαι Μωϋσῆς, μετέπειτα δὲ ὁ Χριστός. | ] |
| nu | 481 | [ | Νόμος· τρία σημαίνει· ὁ μὲν γὰρ δίχα γραμμάτων διὰ κτίσεως ἐδόθη τοῖς ἀνθρώποις· τὸ γὰρ ἀόρατον τοῦ θεοῦ τοῖς ποιήμασι νοούμενον καθορᾶται. καὶ πάλιν· ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, οὗτοι ἑαυτοῖς εἰσι νόμος. καὶ ὁ ἐν γράμμασι διὰ Μωσέως τῶν παραβάντων χάριν παρεσχημένος. καὶ τρίτος ὁ διὰ τῆς χάριτος· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. | ] |
| nu | 517 | [ | Νουμήνιος, Ἀπαμεὺς, ἀπὸ Συρίας φιλόσοφος Πυθαγόρειος. οὗτός ἐστιν ὁ τὴν τοῦ Πλάτωνος ἐξελέγξας διάνοιαν, ὡς ἐκ τῶν Μωσαϊκῶν τὰ περὶ θεοῦ καὶ κόσμου γενέσεως ἀποσυλήσασαν. καὶ διὰ τοῦτό φησι· τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς Ἀττικίζων; | ] |
| omicron | 660 | [ | Ὀρφεύς· ὅτι ἐπὶ τῶν παρὰ Ἰουδαίοις Κριτῶν, καταλυθείσης τῆς βασιλείας Ἀθηναίων, Ὀρφεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς· φέρονται γὰρ αὐτοῦ καὶ περὶ θεογνωσίας λόγοι, ἐξ ὧν εἰσι ταῦτα. εἶπε γάρ, ὅτι ἐξαρχῆς ἀνεδείχθη ὁ αἰθὴρ ὑπὸ τοῦ θεοῦ δημιουργηθείς· καὶ ἐντεῦθεν κἀκεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ φοβερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα· σημαίνων τὴν νύκτα προτερεύειν· εἰρηκὼς ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι καὶ προγενέστερον καὶ δημιουργὸν ἁπάντων τόν τε ὑπέρτατον αἰθέρα· καὶ τὴν γῆν εἶπεν ἀόρατον. ἔφησε δέ, ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν, ἐκεῖνο εἰπὼν τὸ φῶς, τὸ ὑπέρτατον πάντων, τὸ ἀπρόσιτον, τὸ πάντα περιέχον· ὅπερ ὠνόμασε Βουλήν, Φῶς, Ζωήν. ταῦτα τὰ γʹ ὀνόματα μίαν δύναμιν ἀπεφήνατο καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ, τοῦ πάντα ἐκ τῶν μὴ ὄντων παραγαγόντος εἰς τὸ εἶναι, ὁρατῶν τε καὶ ἀοράτων. περὶ δὲ τοῦ γένους τῶν ἀνθρώπων εἶπεν, ὅτι καὶ αὐτὸ ὑπὸ τοῦ δημιουργοῦ πάντων καὶ θεοῦ ἐπλάσθη καὶ ψυχὴν ἔλαβε λογικήν, ἀκολουθήσας τοῖς Μωσέως· καὶ ταλαίπωρον εἰρηκὼς τὸ γένος τῶν ἀνθρώπων καὶ πολλοῖς ὑποκείμενον πάθεσι, ψυχικοῖς τε καὶ σωματικοῖς, δεκτικόν τε ἀγαθῶν καὶ πονηρῶν ἔργων καὶ τὰ πρὸς τὸ ζῆν ἀθλίως διακείμενον. | ] |
| omicron | 689 | [ | Ὁσιότης· ἡ πρὸς θεὸν καθοσίωσις. καὶ ἐκεῖνος ὅσιος ὁ ἑαυτὸν διὰ πίστεως καὶ ἔργων ἀγαθῶν καθοσιώσας καὶ τῷ θεῷ ἀφιερώσας. ὅθεν περὶ τοῦ τὸν θεὸν καταλιμπάνοντος καὶ ἀρνουμένου τὰς πρὸς θεὸν συνθήκας ἔλεγεν ὁ Μωσῆς· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ὅσιά μοι γένοιτο ἐν τῷ ἀποστῆναι ἀπὸ κυρίου. καθάπερ οὖν ὁ τοῦ θεοῦ ἀποστάτης καὶ κακοῦργος ἀνόσιος λέγεται, οὕτως ὁ τῷ θεῷ διὰ πίστεως καὶ ἀγαθουργίας οἰκειωθεὶς ὅσιος καὶ δίκαιος εἰκότως ὀνομάζεται. | ] |
| phi | 448 | [ | Φίλων, Ἰουδαῖος, τεχθεὶς ἐν Ἀλεξανδρείᾳ, γένους ἱερέων, φιλοσοφήσας δὲ τὰ Ἑλλήνων εἰς μέγα προὔβη παιδείας, ὡς μετελθεῖν πᾶσαν Ἑλληνικὴν παίδευσιν τήν τε τῶν ἐγκυκλίων καλουμένων καὶ τὰς λοιπὰς ἐπιστήμας σὺν ἀκριβεῖ καταλήψει. ἐπλούτησέ τε λόγον, παρόμοιον Πλάτωνι, ὡς καὶ εἰς παροιμίαν παρ’ Ἕλλησι τοῦτο χωρῆσαι, ἢ Πλάτων φιλωνίζει, ἢ Φίλων πλατωνίζει· τοσαύτη ἐστὶν ὁμοιότης τῆς τε διανοίας καὶ φράσεως τοῦ ἀνδρὸς πρὸς τὴν Πλάτωνος. καὶ τοίνυν γέγραπται αὐτῷ βιβλία ἄπειρα, ἐξ ὧν καὶ ταῦτα· Περὶ συγχύσεως γλωσσῶν βιβλίον αʹ, Περὶ φύσεως καὶ εὑρήματος αʹ, Περὶ ὧν κατὰ νοῦν τις εὔχεται αʹ, Περὶ παιδεύσεως αʹ, Περὶ κληρονόμου τῶν θείων πραγμάτων αʹ, Περὶ μερισμοῦ ἴσων καὶ ἐναντίων αʹ, Περὶ τῶν τριῶν δυνάμεων, Περὶ ἐναλλαγεισῶν γραφῶν παρά τινων, Περὶ συνθηκῶν λόγοι βʹ, Περὶ βίου φιλοσόφου, Περὶ Γιγάντων αʹ, Περὶ ὀνείρων εʹ, Περὶ ζητημάτων καὶ ἑρμηνευμάτων τῆς Ἐξόδου εʹ, Περὶ τῆς σκηνῆς καὶ δεκαλόγου δʹ, Περὶ θυσιῶν, Περὶ ὑποσχέσεων ἤτοι καταρῶν, Περὶ προνοίας, Περὶ Ἰουδαίων αʹ, Περὶ ἀγωγῆς βίου, Περὶ Ἀλεξάνδρου [+], καὶ Περὶ τοῦ ὅτι ἴδιον λογισμὸν ἔχει τὰ ἄλογα, Περὶ τοῦ πᾶς ἄφρων δοῦλός ἐστι, Περὶ τῆς διαγωγῆς τὼν Χριστιανῶν, Περὶ [+] βίου [+] θεωρητικοῦ [+], Περὶ ἱκετῶν, Περὶ γεωργίας λόγοι βʹ, Περὶ μέθης βʹ, Περὶ τοῦ Μωσέως [+] βίου, εἰς τὰ Χερουβίμ, τουτέστι τὴν φλογίνην ῥομφαίαν, εἰς τὴν πεντάτευχον Μωϋσέως [+] καὶ εἰς αὐτὸν τὸν Μωϋσῆν [+] λόγοι εʹ. λέγουσι τοῦτον ἐπὶ Γαίου Καλλιγόλα ἐν τῇ Ῥώμῃ κινδυνεῦσαι, ὁπηνίκα πρεσβευτὴς τοῦ οἰκείου ἔθνους ἀπεστάλη· καὶ ὅτε τὸ δεύτερον ἦλθε πρὸς Κλαύδιον, ἐν τῇ αὐτῇ πόλει διαλεχθῆναι τῷ ἁγίῳ ἀποστόλῳ Πέτρῳ καὶ τούτους ἐσχηκέναι φιλίαν καὶ διὰ τοῦτο τοὺς σπουδαστὰς Μάρκου, τοῦ μαθητοῦ Πέτρου, ἐν Ἀλεξανδρείᾳ ἔπεσι κεκοσμηκέναι. εἰσὶν οὖν, ὡς προείπομεν, περιφανῆ καὶ ἀναρίθμητα συντάγματα καὶ πᾶσαν ὠφέλειαν γέμοντα. | ] |
| phi | 466 | [ | Φινεές, ἀνὴρ τά τε ἄλλα κρείττων τῶν νεωτέρων, καὶ τῷ τοῦ πατρὸς ἀξιώματι τοὺς ἡλικιώτας ὑπερέχων. Ἐλεαζάρου γὰρ τοῦ ἀρχιερέως υἱὸς ἦν, Μωϋσέως δὲ ἀδελφοῦ παιδὸς υἱός· ὃς περιαλγήσας τοῖς πεπραγμένοις ὑπὸ Ζαμβρί, καὶ πρὶν ἰσχυροτέραν γενέσθαι τὴν ὕβριν ὑπὸ τῆς ἀδείας, ἔργῳ τὴν δίκην αὐτῶν εἰσπράξασθαι διαγνοὺς καὶ κωλύσαι διαβῆναι τὴν παρανομίαν εἰς πλείονας, τῶν ἀρξαμένων οὐ κολαζομένων, τόλμῃ δὲ καὶ ψυχῆς καὶ σώματος ἀνδρείᾳ τοσοῦτον προέχων ὡς μὴ πρότερον, εἴ τινι συσταίη τῶν δεινῶν, ἀπαλλάττεσθαι πρὶν ἢ καταγωνίσασθαι καὶ νίκην τὴν ἐπ’ αὐτῷ λαβεῖν, ἐπὶ τὴν τοῦ Ζαμβρὶ σκηνὴν παραγενόμενος αὐτόν τε παίων τῇ ῥομφαίᾳ καὶ τὸν Χοσβίαν ἀπέκτεινεν. οἱ δὲ νέοι πάντες, οἷς ἀρετῆς ἀντιποίησις ἦν καὶ τοῦ φιλοκαλεῖν, μιμηταὶ γενόμενοι τῆς Φινεὲς τόλμης, ἀνῄρουν τοὺς ἐπὶ τοῖς ὁμοίοις Ζαμβρὶ τὴν αἰτίαν εἰληφότας. ἀπόλλυνται μὲν οὖν καὶ ὑπὸ τῆς τούτων ἀνδραγαθίας πολλοὶ τῶν παρανομησάντων, ἐφθάρησαν δὲ πάντες καὶ λοιμῷ, ταύτην ἐνσκήψαντος αὐτοῖς τοῦ θεοῦ τὴν νόσον. ὅσοι τε συγγενεῖς ὄντες κωλύειν ἐξώτρυνον αὐτοὺς ἐπὶ ταῦτα, ἀδικεῖν τῷ θεῷ δοκοῦντες ἀπέθνησκον. ἀπόλλυνται μὲν οὖν ἐκ τῶν τάξεων ἄνδρες οὐκ ἐλάττους ͵δʹ καὶ χʹ. ὑπὸ δὲ ταύτης παροξυνθεὶς τῆς αἰτίας Μωϋσῆς ἐπὶ τὸν Μαδιηνιτῶν ὄλεθρον τὴν στρατιὰν ἐξέπεμπε. | ] |
| pi | 323 | [ | Παράδειγμα· τὸ παράδειγμα τῆς ἐπαγωγῆς ἄλλο. ἡ μὲν γὰρ ἐπαγωγὴ ἐκ τῶν καθέκαστά ἐστιν ἐπὶ τὸ καθόλου ὁδός. παράδειγμα δὲ γίνεται τὸ ὅμοιον καὶ γνωριμώτερον τοῦ ὁμοίου καὶ ἧττον γνωρίμου. διὸ ἐπαγωγὴ μὲν δι’ ἑνὸς οὐ γίνεται· τὸ δὲ παράδειγμα ἀρκεῖ καὶ δι’ ἑνὸς εἶναι. καὶ ἔστιν ἡ μὲν ἐπαγωγὴ τῷ διαλεκτικῷ οἰκειοτέρα, τὸ δὲ παράδειγμα τῷ ῥήτορι. κέχρηται μέντοι καὶ ὁ διαλεκτικὸς παραδείγμασιν ὑπὲρ σαφηνείας τοῦ λεγομένου, εἰ μὴ εἴη γνώριμον· ὡς τὸ διὰ τῆς ὁμοιότητος πυνθάνεσθαι. παραδειγματικὸν γὰρ τὸ οὕτως ἐρωτῆσαι, ἆρά γε τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη ὥσπερ καὶ ἡ αἴσθησις; παραδείγματος δὲ καὶ παραβολῆς διαφορά, ὅτι τὸ μὲν παράδειγμα δοκεῖ γεγονός τι εἰς δεῖξίν τινος παρατίθεσθαι μηδέπω γεγονότος καὶ διὰ τοῦτο ἀδήλου, ἡ δὲ παραβολὴ εἰκών ἐστιν, ὁμοιότητα πρός τι γεγονὸς σημαίνουσα. ἰστέον ὅτι τὰ παραδείγματα οὐ κατὰ πάντα λαμβάνεται καὶ τοῖς προκειμένοις ἁρμόζεται· ἐπεὶ οὐκ ἂν εἴη ὑποδείγματα ἀλλὰ ταυτότης· ἀλλὰ χρὴ τὸ χρήσιμον ἡμᾶς καὶ εἰς ὃ παρείληπται ἐκλεξαμένους τὸ λοιπὸν ἅπαν χαίρειν ἐᾶν· οἷον ὁ Πατριάρχης λέγει περὶ τοῦ σωτῆρος, ἀναπεσὼν ὡς λέων, οὐ πάντα προσαρμόζομεν τῷ Χριστῷ, ἀλλὰ τὸ ἄμαχον καὶ φοβερὸν καὶ βασιλικὸν ἐκλαμβάνοντες, τὸ δὲ θηριῶδες καὶ εἴ τι ἄλλο πρόσεστι παριππεύομεν. καὶ ὅταν λέγῃ, ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη, τὸ τιμωρητικὸν μόνον ἐκληψόμεθα, ἀλλ’ οὐκ ἄλλο τι τῶν τῇ ἄρκτῳ προσόντων. | ] |
| pi | 1162 | [ | Περιιστάμενος· φεύγων. Ἰώσηπος περὶ Μωϋσέως· περιίστατο γάρ, μὴ πολλοὶ τῆς τῶν λόγων ἀσελγείας αὐτοῦ μιμηταὶ γένωνται. | ] |
| pi | 1709 | [ | Πλάτων ὁ φιλόσοφος πένης ἦν καὶ μόνον τὸν ἐν Ἀκαδημίᾳ ἐκέκτητο κῆπον, ὃς μέρος ἐλάχιστον ἦν τῶν διαδοχικῶν· ὁ μὲν γὰρ κῆπος ἐγγύς τι χρυσῶν τριῶν νομισμάτων ἀπεδίδου, ἡ δὲ ὅλη πρόσοδος ὕστερον χιλίων ἢ καὶ πλειόνων ὀλίγον. ηὐξήθη δὲ αὕτη κατὰ τοὺς νεωτέρους χρόνους, ἀνθρώπων ἱερῶν τε καὶ φιλολόγων ἄλλοτε ἄλλων ἀποθνησκόντων καὶ κατὰ διαθήκας ἀπολειπόντων τοῖς φιλοσοφοῦσιν ἀφορμὴν τῆς ἐπὶ τῷ φιλοσόφῳ βίῳ σχολῆς καὶ γαλήνης. ὅτι ὁ Πλάτων ἐν Νόμοις φησὶν ἐλευθέραν εἶναι τὴν ψυχὴν καὶ δέσποιναν τῶν παθῶν. τὸ μὲν νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον. ἴσμεν γὰρ ὅτι τὰ πάθη τὰ ἐν ἡμῖν οἷον νεῦρα ἢ μήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν, ἐναντίαι γε οὖσαι ἐπ’ ἐναντίας πράξεις. οὐ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ἑπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις μέτροις ἕκαστον, ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν. ἀπέδειξεν οὖν ὁ σοφὸς ὡς τῇ βουλῇ τῆς ψυχῆς ἀπένειμε τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεσιν. ὁ αὐτὸς Πλάτων φησὶ θεολογῶν· τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γινόμενον ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει τοῦ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον μὲν καὶ ἀπογινόμενον, ὄντως δὲ οὐδέποτε ὄν. ταῦτα δὲ πάντα μέρος χρόνου τὸ ἦν καὶ ἔσται, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν, οὐκ ὀρθῶς· λέγομεν γὰρ δή, ὡς ἦν, ἔστι τε καὶ ἔσται. τὸ δὲ ἔστι μόνον κατὰ τὸν ἀληθινὸν λόγον προσήκει θεῷ, τὸ δὲ ἦν καὶ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι, τὸ δὲ ἀεὶ κατὰ ταυτὸν ἀκινήτως οὔτε νεώτερον οὔτε πρεσβύτερον χρὴ λέγεσθαι. καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον καὶ ἀλλοιώσεις πολλὰς ὑποδεχόμενον εἰκότως ἔφησεν οὐδέποτε εἶναι. καὶ πάλιν ὁ αὐτὸς Πλάτων φησίν· ἀγαθὸς μὲν ὁ θεὸς τῷ ὄντι καί γε λεκτέον αἴτιος τῶν ἀγαθῶν, τὼν δὲ κακῶν ἁπάντων ἀναίτιος. ὁ αὐτὸς ἐν τοῖς Νόμοις δεικνὺς ἡμῖν τὸν τῶν ὅλων πρύτανιν τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον φησίν· ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν πάντων ἔχων εὐθέα περαίνει κατὰ φύσιν περιπορευόμενος, τῷ δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σωμάτων εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται μεθ’ ὕβρεως, ὡς δὴ οὔτ’ ἄρχοντος οὔτ’ αὖ ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι τοιούτους ἄλλους λαβών, σκιρτᾷ ταράττων πάντα ἅμα καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε. διὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδεμόνα καὶ τὴν ἐπί τινων μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν ἐς ὕστερον αὐτοῖς ἐπιφερομένην πανωλεθρίαν. ὁ αὐτὸς ἐν τῷ Γοργίᾳ [+] καὶ τῆς τιμωρίας δηλοῖ τὰς αἰτίας λέγων ὡδί· προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπ’ ἄλλου ὀρθῶς τιμωρουμένου ἢ βελτίων γίνεσθαι καί τι τῷ ὄντι ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίγνεσθαι, ἵν’ ἐκεῖνοι ὁρῶντες πάσχοντα ἃ πάσχει, φοβούμενοι βελτίους γίγνωνται. εἰσὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην διδόντες ὑπὸ θεοῦ καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν. ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ ὠφέλεια κἀνθάδε καὶ ἐν ᾅδου. οὐ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γένωνται, ἐντεῦθεν τὰ παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς τοιαύτας ἁμαρτίας ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους. ταῦτα δὲ ἔοικε σεσυληκέναι ἐκ τῶν θείων γραφῶν, διὰ Μωσέως ὑπὸ τοῦ θεοῦ πρὸς τὸν Φαραὼ λεχθέντα· εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. παμπονήρῳ γὰρ γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ θεός, οὐχ ὥστε ἀποφῆναι βελτίονα( ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον) , ἀλλ’ ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένωνται παραδείγματα καθάπερ αἱ πόλεις τρέφουσι τοὺς δημίους, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν τὴν προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν καὶ τὰ λοιπὰ δῆλα. ὁ αὐτὸς περὶ τῶν λήξεων καὶ ἀποκληρώσεων τῶν ψυχῶν ἐν τῷ Φαίδωνί [+] φησιν· ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς ᾅδην ἀφικόμενος, ἐν βορβόρῳ κείσεται, ὁ δὲ τετελεσμένος καὶ κεκαθαρμένος ἐκεῖ μεταχωρήσας μετὰ θεῶν οἰκήσει. καὶ αὖθις· τὸν μὲν γὰρ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ κακῶν ἐκτός, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι. ταῦτα ἐκ τῶν Αἰγύπτου μεμάθηκε. | ] |
| pi | 2319 | [ | Προανεκρούετο· ἄποινον ὁ θεόπτης Μωϋσῆς τῷ Ἰσραὴλ προανεκρούετο. ἀντὶ τοῦ προκατήρχετο τῆς ᾠδῆς, προανεβάλλετο. | ] |
| pi | 2676 | [ | Προσήκαντο· αἰτιατικῇ. κατεδέξαντο, ἠθέλησαν. οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν, ὀλίγοι δέ τινες διεχρήσαντο τοὺς ἐλθόντας. καὶ αὖθις· Μωϋσῆς μὲν προσήκατο τὴν συμβουλίαν. | ] |
| sigma | 239 | [ | Σεπφώρα· ἡ τοῦ Μωσέως γυνή. | ] |
| sigma | 295 | [ | Σήθ· υἱὸς Ἀδάμ. περὶ τούτου εἴρηται· καὶ εἰσῆλθον οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων. ἤτοι τὰς ἀπὸ τοῦ Κάϊν. θεὸν γὰρ τὸν Σὴθ οἱ τότε ἄνθρωποι προσηγόρευον διὰ τὸ ἐξευρηκέναι τά τε Ἑβραϊκὰ γράμματα τάς τε τῶν ἀστέρων ὀνομασίας· καὶ πρὸς τούτοις τὴν πολλὴν εὐσέβειαν αὐτοῦ θαυμάσαντες. ὅς γε καὶ πρῶτος ἐπικαλεῖσθαι θεὸς καὶ ὀνομάζεσθαι. καθὰ καὶ τῷ Μωϋσεῖ λέγει κύριος· θεὸν δέδωκά σε τῷ Φαραῴ. καὶ περὶ τῶν ἐναρέτων καὶ πνευματικῶν καὶ τῶν κριτῶν ἔφη· θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. εἰκότως οὖν οἱ τοῦ Σὴθ καὶ Ἐνὼς καὶ Ἐνὼχ παῖδες υἱοὶ θεοῦ ἢ υἱοὶ τῶν θεῶν κατὰ Σύμμαχον νοείσθωσαν, οἵτινες ἁλόντες ἀκολασίᾳ πρὸς τὰς θυγατέρας Κάϊν εἰσῆλθον, ἐξ ὧν οἱ τῆς καταλλήλου μιαιγαμίας γίνονται γίγαντες, διὰ μὲν τὸν δίκαιον ἰσχυροὶ καὶ μέγιστοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον πονηροὶ καὶ κάκιστοι. | ] |
| sigma | 399 | [ | Σίκλον· ἀργυρίου εʹ. Μωϋσῆς δέ φησιν ἐν τῇ παλαιᾷ. | ] |
| sigma | 450 | [ | Σινά· ὄρος. ἔνθα καὶ τὸ παράδοξον τῆς βάτου θαῦμα κατεῖδεν ὁ Μωϋσῆς. καὶ Σίναιον λέγεται τὸ αὐτὸ ὄρος. | ] |
| sigma | 481 | [ | Σισίννιος, Ναυατιανῶν ἐπίσκοπος, ἀνὴρ ἐλλόγιμος καὶ ἄκρος φιλόσοφος. διαλεκτικῆς δὲ σφόδρα ἐπεμελεῖτο, ὡς καὶ τὸν Εὐνόμιον τὸν αἱρετικὸν πολλάκις αὐτοῦ φυγεῖν τὴν διάλεξιν. τὴν δὲ δίαιταν ἦν οὐ λιτός, ἀλλ’ ἐν ἄκρᾳ σωφροσύνῃ πολυτελεῖ ταύτῃ ἐκέχρητο, τρυφῶν τε ἐν ἐσθῆτι λευκῇ, καὶ δὶς τῆς ἡμέρας ἐν λουτροῖς δημοσίοις λουόμενος διετέλει. καί ποτε ἐρομένου αὐτόν τινος, τοῦ χάριν ἐπίσκοπος ὢν δὶς λούοιτο τῆς ἡμέρας· ἐπειδὴ τὸ τρίτον οὐ φθάνει, ἀπεκρίνατο. ἄλλοτε δὲ Ἀρσάκιον τὸν ἐπίσκοπον κατὰ τιμὴν ὁρῶν ἠρωτήθη ὑπό τινος τῶν περὶ Ἀρσάκιον, διατὶ ἀνοίκειον ἐπισκόπῳ ἐσθῆτα φοροίη, καὶ ποῦ γέγραπται, λευκὰ τὸν ἱερωμένον ἀμφιέννυσθαι; ὁ δέ, σὺ πρότερον, ἔφη, εἰπέ, ποῦ γέγραπται, μέλαιναν ἐσθῆτα φορεῖν τὸν ἐπίσκοπον; τοῦ δὲ ἐρωτήσαντος ἐν ἀπόρῳ γενομένου πρὸς τὴν ἀντερώτησιν, ἐπήγαγεν ὁ Σισίννιος· ἀλλὰ σὺ μὲν οὐκ ἄν, ἔφη, δεῖξαι δυνήσῃ, ὡς δεῖ τὸν ἱερωμένον μέλαιναν ἀμφιέννυσθαι· ἐμοὶ δὲ καὶ ὁ Σολομὼν παρῄνεσε, λέγων· ἔστωσάν σοι ἱμάτια λευκά. καὶ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις φαίνεται λευκῇ ἐσθῆτι χρησάμενος. οὐ μὴν ἀλλὰ Μωσῆν καὶ Ἠλίαν λευκοφοροῦντας τοῖς ἀποστόλοις ἔδειξε. ταῦτα καὶ ἄλλα πολλὰ εἰπὼν ἐθαυμάσθη. Λεοντίου δὲ τοῦ Ἀγκύρας τῆς Γαλατίας ἐπισκόπου Ναυατιανῶν ἐκκλησίαν ἀφαιρουμένου καὶ τῇ Κωνσταντίνου πόλει ἐπιδημοῦντος, ὁ Σισίννιος ἐλθὼν παρ’ αὐτὸν παρεκάλει ἀποδοῦναι τὴν ἐκκλησίαν. ὁ δὲ θερμῶς ἀπήντησε καί φησιν· ὑμεῖς οἱ Ναυατιανοὶ οὐκ ὀφείλετε ἐκκλησίαν ἔχειν, τὴν μετάνοιαν ἀναιροῦντες καὶ τὴν φιλανθρωπίαν τοῦ θεοῦ ἀποκλείοντες. ὁ δὲ Σισίννιος ἔφη· καὶ μὴν οὐδεὶς οὕτω μετανοεῖ ὡς ἐγώ. τοῦ δὲ πάλιν ἐπάγοντος, πῶς μετανοεῖς; ἔφη ὁ Σισίννιος, ὅτι σε εἶδον. Ἰωάννου δὲ τοῦ ἐπισκόπου λέγοντος, ὅτι οὐ δύναται πόλις δύο ἐπισκόπους ἔχειν, ὁ Σισίννιος ἔφη, οὐδὲ γὰρ ἔχει. τοῦ δὲ Ἰωάννου χαλεπήναντος καὶ φήσαντος, ὁρᾷς, ὅτι μόνος εἶναι βούλει ἐπίσκοπος; καὶ ὁ Σισίννιος, οὐ τοῦτο, ἔφη, λέγω, ἀλλ’ ὅτι ἐγὼ παρὰ σοὶ μόνῳ οὔκ εἰμι ἐπίσκοπος, ὃς τοῖς ἄλλοις εἰμί. ὁ δὲ Ἰωάννης, ἀλλ’ ἐγώ σε, ἔφη, παύσω προσομιλεῖν· αἱρετικὸς γὰρ ὑπάρχεις. ὁ δὲ Σισίννιος χαριέντως· ἀλλ’ ἐγώ, ἔφη, καὶ μισθοὺς παρέξω, εἴ γε τηλικούτου καμάτου ἀπαλλάξειας. ὁ δὲ Ἰωάννης διαμαλαχθείς, ἀλλ’ οὐκ ἄν σε, ἔφη, παύσω τοῦ προσομιλεῖν ἐγώ, εἴγε ὅλως τὸ λέγειν λυπεῖ σε. οὕτως ἦν χαρίεις ὁ Σισίννιος. πολλὰ δὲ αὐτῷ γέγραπται· λεξιθηρεῖ δὲ ἐν αὐτοῖς. λέγων δὲ μᾶλλον ἢ ἀναγινωσκόμενος ἐθαυμάζετο· προσῆν γὰρ αὐτῷ χάρις τῷ τε προσώπῳ καὶ τῇ φωνῇ καὶ τῷ βλέμματι καὶ τῇ ὅλῃ κινήσει τοῦ σώματος. | ] |
| sigma | 482 | [ | Σισίννιος· οὗτος ἐπίσκοπος ἐγένετο Ναυατιανῶν, ἀνὴρ ἐλλόγιμος ὅτι μάλιστα καὶ τῶν φιλοσόφων δογμάτων καὶ τῶν ἱερῶν βίβλων ἐπιστήμων καὶ πρὸς διαλέξεις ἕτοιμος· ὡς καὶ Εὐνόμιον ἐπὶ ταύταις εὐδοκιμοῦντα καὶ τοῦτο ἔργον ποιούμενον πολλάκις παραιτήσασθαι τοὺς πρὸς αὐτὸν διαλόγους. ἐγένετο δὲ σώφρων τὸν βίον, ὡς κρείττων εἶναι διαβολῆς· περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος, ὡς τοὺς ἀγνοοῦντας ἀπιστεῖν, εἰ σωφρονεῖν δύναιτο, τοσοῦτον τρυφῶν. τὸ δὲ ἦθος ἦν χαρίεις καὶ ἡδὺς ἐν ταῖς συνουσίαις, καὶ διὰ ταῦτα τοῖς ἐπισκόποις τῆς καθόλου ἐκκλησίας καὶ τοῖς ἐν ἀρχῇ καὶ λόγῳ καταθύμιος ἦν. σκώπτειν δὲ σὺν χάριτι καὶ σκωμμάτων ἀνέχεσθαι καὶ ἀπεχθείας ἐκτὸς ὑπομένειν κομψῶς τε σὺν τάχει πρὸς τὰς ἐρωτήσεις ἀπαντᾶν εὖ μάλα ἐπιτηδείως εἶχεν. ἐρωτηθεὶς οὖν ποτε, ὅτου ἕνεκα δεύτερον λούοιτο ἐπίσκοπος ὤν, ὅτι μὴ τρίτον, ἔφη, φθάνω. ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας. ὁ δὲ πρὸς αὐτόν· οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι. τοῦ δὲ ἀπορήσαντος, ὑπολαβὼν ἔφη· σὺ μέν, ἔφη, οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήσῃ· ἐμοὶ δὲ καὶ Σολομὼν ὁ σοφώτατος, ἔστωσάν σοι ἱμάτια λευκά, παραινεῖ, λέγων· καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς Εὐαγγελίοις φαινόμενος, Μωσῆν τε καὶ Ἠλίαν τοιούτους τοῖς ἀποστόλοις δεικνύς. οὐ μὴν ἀλλὰ κἀκεῖνο τῶν εἰρημένων Σισιννίῳ χάριεν οἶμαι. ἐνεδήμει μὲν γὰρ τῇ Κωνσταντινουπόλει Λεόντιος, ὁ τῆς παρὰ Γαλάταις Ἀγκύρας ἐπίσκοπος. ἐκκλησίας δὲ τῶν ἐκεῖσε Ναυατιανῶν ἀφῃρημένης, ἧκε πρὸς αὐτόν, ἀπολαβεῖν ταύτην δεόμενος. ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδορεῖτο δὲ τοῖς Ναυατιανοῖς ὡς οὐκ ἀξίως ἐκκλησιάζειν, μετάνοιαν καὶ τὴν παρὰ θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺς λέγων, ἀλλὰ μήν, ἔφη Σισίννιος, οὐδεὶς οὕτως ὡς ἐγὼ μετανοεῖ. ἐρομένου δὲ Λεοντίου τίνα τρόπον, ὅτι σε τεθέαμαι, ἀπεκρίνατο. καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ εὐστόχως εἰρημένα ἀπομνημονεύουσιν. οὐκ ἀκόμψους τε πολλοὺς λόγους αὐτοῦ φέρεσθαί φασιν. ἐπῃνεῖτο δὲ μᾶλλον λέγων, ὡς ἄριστα ὑποκρινόμενος, φωνῇ τε καὶ βλέμματι καὶ χαριεστάτῳ προσώπῳ τὸν ἀκροατὴν ἑλεῖν ἱκανός. τοιαύτης ἔλαχε φύσεως ἀγωγῆς τε καὶ βίου Σισίννιος. | ] |
| sigma | 484 | [ | Σισόης· τὸ πλεξείδιον. ὁ θεὸς τῷ Μωϋσῇ ἐνετείλατο λαλῆσαι παντὶ τῷ λαῷ, μὴ τίλλειν τοὺς πώγωνας τῆς γενειάδος, ὅπως μὴ ποιήσωσιν ἑαυτοῖς σισόην. | ] |
| sigma | 897 | [ | Περὶ Σπαδώνων ἤτοι ἀποκόπων. Σπάδων· εὐνοῦχος. ταύτην τὴν ἀκόλαστον καὶ ἀκάθαρτον γνώμην καὶ πρᾶξιν τῶν αὐθαιρέτως πασχόντων, θριαμβεύων εὖ μάλα καὶ στηλιτεύων ὁ μέγας Κύριλλος οὕτω φάσκει· ἀκολασίας γὰρ ἕνεκεν οἱ τάλανες τοῦτο δρῶσι, τὰ τῶν γυναικῶν πάσχειν ἄνδρες ὄντες βουλόμενοι. οὐδενὸς γὰρ χρησίμου χάριν τὴν φύσιν μετατιθέντες ἢ ἀσελγείας ἕνεκεν τὴν θεόπλαστον καὶ ἀνδροπρεπῆ μορφὴν διαφθείρουσιν ἑκουσίως πολλάκις, ἢ ὑπ’ ἄλλων ὑπομένειν ἀναγκαζόμενοι τοῦτο ὡς λοιμοὶ τῆς φύσεως καὶ τοῦ γένους πολέμιοι καὶ σπῖλοι πολιτείας καὶ ζωῆς ἐφύβριστοι γίνονται. δίκην μαινάδων πορνευθέντες ἀμέτρως, ἐν τοῖς αἰσχίστοις ὀρχοῦνται πάθεσι μιαρᾷ πολιτείᾳ καὶ πεφθαρμένῃ τὴν ἀθλίαν ζωὴν συγκεράσαντες, ἀμφίβολα καὶ μεμισημένα πρόσωπα περιφέροντες καὶ πρᾶγμα νενοθευμένον. ἱερῶν περιβόλων μακρὰν ἀποιχέσθωσαν. ἐπειδὴ γὰρ αἰσχίστῃ καὶ κακίστῃ γνώμῃ τὸ καλὸν καὶ θεῖον ἔργον εἰς τὸ κακὸν καὶ διαβεβλημένον δόγμα παραλλάξαντες καὶ μεταποιήσαντες καὶ τὴν πνευματικὴν εὐνουχίαν ἀπηγορευμένῃ πράξει λειτουργεῖν ἀναγκάσαντες οὐ μόνον ἄξιοι νομικῆς ψήφου λαμβάνειν τιμωρίαν, ἀλλὰ καὶ ἐξ ἀγγελικῆς καὶ ἀποστολικῆς ἀποφάσεως εἰς τὸ λεγόμενον ἐξώτερον σκότος ἄρδην ἀπελαύνεσθαι. περὶ γὰρ τῶν τοιούτων ἔφη Μωϋσῆς, θλαδίας καὶ ἀπόκοπος οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου. ἔστι γοῦν ἰδεῖν πεπληρωμένας οἰκίας τῶν μεγιστάνων τοιούτων τερατομόρφων προσώπων, χρυσοῦς μηνίσκους ἐπὶ τραχήλου φοροῦντας, φύσιν μὲν ἄρρενος, θηλείας δὲ ὄψιν ἔχοντας καὶ κεκλασμένως βαδίζοντας καὶ τεθρυμμένως φθεγγομένους. ὥσπερ ἑταιρίδες ἀπρεπῶς ὧδε κἀκεῖσε τὴν κεφαλὴν περισείουσι καὶ γελῶσιν ἀκρατῶς τε καὶ ἀναιδῶς, οἰστρηλασίαν πρόδηλον ὑπεμφαίνοντες. ὅθεν μετ’ ἀνδρῶν μὲν ὡς γυναῖκες μαλακῶς εὐναζόμενοι καὶ μαλακιζόμενοι φθείρονται, μετὰ γυναικῶν δέ, ὡς φύλακες ἅμα καὶ σωφροσύνης δῆθεν ἰνδάλματα, καθεύδοντες ἀναισχύντως καὶ ἀπηρυθριασμένως αἰσχροπραγοῦσι. καὶ οὗτοι μὲν οὕτως ὑπ’ ἀνδρῶν ἀνοσίων καὶ βεβήλων φθειρόμενοι καὶ μαλακιζόμενοι καταμιαίνουσι καὶ καταμιαίνονται διὰ τῆς παρὰ φύσιν ἀνοσιουργίας καὶ βδελυρίας, αὐτοὶ δὲ γυναικαρία ταλαίπωρα καὶ σεσοβημένα κατὰ τὸ εἰρημένον ἁμαρτίαις καταμολύνουσι καὶ καταβλάπτουσιν οἷα λυσσώδεις κύνες, καὶ τὸ δὴ χαλεπώτερον ἐντεῦθεν αἴτιοι γίνονται καὶ πρόξενοι τε καὶ μέτοχοι τῆς ἀπεράντου κολάσεως, οἵ τε φθείροντες καὶ οἱ φθειρόμενοι. ἀλλ’ ὢ τῆς ἀφροσύνης, ὢ τῆς ἀπάτης καὶ παραπληξίας· τούτους γὰρ ἄνθρωποι καὶ μάλιστα προὔχοντες ὡς σώφρονας παραδεχόμενοι, πιστεύουσι καὶ εἰσοικίζουσιν, οἵ γε εἰσοικιζόμενοι καὶ παρρησίας τυγχάνοντες τοὺς ὄντως δικαίως ἀρετῆς ἐπιμελουμένους σώφρονας ἄνδρας καταμικρὸν δελεάσαντες εἰς τὸ τῶν Σοδόμων αἰσχρὸν βάραθρον κατηκόντισαν ἐλεεινῶς καὶ τῷ αἰωνίῳ πυρὶ παρέπεμψαν. διὸ δὴ λοιπὸν ἀραρότως πάνυ γε τούτους καὶ νόμος καὶ λόγος εὐαγγελικὸς καὶ ἄριστος βίος καὶ εὐσεβὴς πολιτεία βδελύττεται λίαν ὡς θεομισεῖς καὶ ἀκαθάρτους. οὗτοι γὰρ τοιαύτην ἐξάγιστον ζωὴν προτιμήσαντες καὶ πυθήσαντες, ὅσον ἧκεν ἐπ’ αὐτοῖς, πόλεις μὲν ἠφάνισαν, τὸν σπερματικὸν τῆς φύσεως λόγον παραφθείροντες καὶ φθειρόμενοι, εὐανδροῦσαν δὲ ῥώμην ἀνδρὸς καὶ ἡλικίαν καὶ τὴν ἀρρενωπὴν καὶ γενναίαν ἰσχὺν δεινῶς ἐξανάλωσαν καὶ ἁπλῶς τὴν σύντονον καὶ σφριγῶσαν ἀκμὴν τῆς νεότητος λυμηνάμενοι φανερῶς ἀθλίους καὶ καταγελάστους ἐποιήσαν τοὺς ἁλόντας. οὕς γε φευκτέον προτροπάδην καὶ βδελυκτέον ἐνδίκως ὡς ψυχοκτόνους καὶ σωματοφθόρους καὶ ἐναγεῖς ὄντας καὶ τῆς φύσεως παραχαράκτας. οὐδὲν γὰρ ἀληθῶς μυσαρώτερον ἢ ἀκαθαρτότερον τῶν οὕτω πορνευομένων τε καὶ πορνευόντων. εἰώθασι γάρ, ὡς ἀκριβῶς μεμαθήκαμεν, οὐ μόνον οἱ σπάδωνες καὶ τὰ μόρια τῆς αἰσχρουργίας ποσῶς ἔχοντες ἀσελγαίνειν ἀμέτρως καὶ ἀκολασταίνειν ἀναιδῶς καὶ ἀκορέστως, ἀλλά γε καὶ οἱ τέλεον ἀπόκοποι καὶ ἐκτετμημένοι. καθάπερ οὖν καὶ οἱ ἐκ γεννητῆς ἐστερημένοι ταῦτα( φεῦ τῆς ἐσχάτης ἀτοπίας καὶ φρενοβλαβείας) διὰ χειρὸς καὶ δακτύλου φθείρειν τὰς ἀθλίας γυναῖκας καὶ τὴν ἀνοσιουργίαν οὕτως ἐμμανῶς οἱ ἀνόσιοι κατεργάζεσθαι. καὶ τοῦτο δηλῶν ὁ σοφὸς ἀριδήλως ἔφη· μακάριος εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα, καὶ παρθένος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι. εἰκότως οὖν ἄθηλοι, ἄνανδροι, ἀνδρόγυνοι, σιδηροκατάδικοι καὶ γυναικομανεῖς προσηγορεύθησαν. ἀκουέτωσαν τοίνυν οἱ καθαροὺς καὶ σώφρονας τούτους ὑποτοπάζοντες μάτην καὶ μὴ πιστευέτωσαν τῷ ψεύδει καὶ τῇ κατεσχηματισμένῃ καθαρότητι καὶ σωφροσύνῃ. ἀπὸ γὰρ ἀκαθάρτου τί καθαρισθήσεται, καὶ ἀπὸ ψεύδους, τί ἀληθεύσει; καὶ εἴθε ὁ χειροτονηθεὶς εὐνοῦχος διὰ βίου σεμνοῦ ἦν ἠγμένος, καὶ ἡμίκακον ἦν τὸ κακόν. νυνὶ δὲ γῆς ἔντερον, γαστρίδουλον, θηλυμανές, ἰταμόν, μέθυσον, πορνοκόπον, ἀργυρώνητον, ἀνελεύθερον, ἀργυρόδουλον, πρὸς αὐτῇ τῇ γενέσει σιδηροκατάδικον, ἄνανδρον, ἄθηλυ, ἐπιμανές, πολλάκις τὰ θεατρικὰ κοράσια ἐπ’ ὤμων βαστάσαν ἐν σατυρικοῖς συμποσίοις, κισσῷ τὴν κεφαλὴν ἐστεμμένον, καὶ κρατῆρα τῇ χειρὶ ἐνημμένον, ᾠνοχοηκέναι ἐν προσχήματι τοῦ μυθικοῦ Διονύσου. οὕτως σωφρονεῖ μὲν ἄμισθα διὰ σιδήρου, μαίνεται δὲ ἄκαρπα δι’ οἰκείαν αἰσχρότητα. καὶ τὸ πληθυντικὸν σπάδωνες. ὅτι ἐπὶ Εὐτροπίου τοῦ εὐνούχου, τοῦ ἐπιτρόπου Θεοδοσίου τοῦ βασιλέως, τὸ τῶν εὐνούχων ἔθνος διὰ τὴν ἐκείνου βαρύτητα καὶ δυναστείαν ἐς τοσοῦτον ἐπέδωκε καὶ παρετάθη πλήθους, ὥστε τινες ἤδη καὶ τῶν γενειάδας ἐχόντων, εὐνοῦχοι βουληθέντες καὶ Εὐτρόπιοι γενέσθαι προσελπίζοντες τῆς ψυχῆς ἀφῃρέθησαν σὺν τοῖς ὄρχεσι, τὸν Εὐτρόπιον ἀπολέσαντες. χρυσοῖ τε ἀνδριάντες ἀνίσταντο πανταχοῦ, καὶ οἰκοδομήματα διηγείρετο καὶ κατελαμπρύνετο παρ’ αὐτοῦ σεμνότερα τῆς ὅλης πόλεως. | ] |
| upsilon | 50 | [ | Ὕδωρ ἀντιλογίας· ἀπὸ τοῦ πράγματος ὁ τόπος τὴν προσηγορίαν ἐδέξατο· εἰς Μερρὰν γὰρ ἔλθοντες καὶ πικρὸν εὑρόντες τὸ ὕδωρ κατὰ Μωσέως ἐβόησαν καὶ τοῦ θεοῦ κατελάλησαν. λέγει δέ, ὅτι διήλεγξά σου παρ’ ἐκεῖνο τὸ ὕδωρ τὴν ἀχάριστον γνώμην. | ] |
| upsilon | 481 | [ | Ὑπόδημα· τουτέστι τὸ σαρκικὸν φρόνημα τοῦ ἰδίου θελήματος. ὁ θεός φησι πρὸς Μωϋσῆν· λῦσόν σου τὸ ὑπόδημα τῶν ποδῶν· ὁ γὰρ τόπος, ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: