Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Aristophanes Atheniensis (Aristophanes) - urn:cts:greekLit:tlg0019.suda009 (Peace)

alpha 217[ Ἀγῆλαι: τιμῆσαι θεὸν ἀγλαΐαις. οὕτως Εὔπολις Δήμοις· ἀναθῶμεν νῦν χημεῖς τούτοις τὰς διττὰς εἰρεσιώνας καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες, δεχόμεσθα. Ἀριστοφάνης Εἰρήνῃ· και σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαις ἰδίᾳ πάντες, πότυι’, ἀγαλοῦμεν ἡμεῖς ἀεί. Ἕρμιππος Ἀρτοπώλισι· φέρε νῦν ἀγήλω τοὺς θεοὺς οἵους ἐγὼ καὶ θυμιάσω τοῦ τέκνου σεσωσμένου. ]
alpha 1999[ Ἀνάπαιστα: κυρίως τὰ ἐν ταῖς παραβάσεσι τῶν χορῶν ᾄσματα, ἰδίως δὲ τὰ τῶν ῥυθμῶν. πᾶσαν δὲ παράβασιν ἀναπαίστους καλοῦσιν. αὐτὸν ἐπῄνει πρότερον παραβὰς ἐν τοῖς ἀναπαίστοις· φησὶν Ἀριστοφάνης ἐν Εἰρήνῃ. γραφαί τε παιγνιώδεις ἐς τοῦτο, καὶ ἀνάπαιστα ᾔδοντο κατὰ Ῥωμαίων. σημαίνει δὲ ἀνάπαιστος καὶ εἶδος μέτρου στίχων. ]
alpha 2049[ Ἀναρριχᾶσθαι: τὸ πρὸς ἄναντες ἐκβαίνειν ἅμα ταῖς χερσὶν ἀντιλαμβανόμενον καὶ στηριζόμενον. Ἀριστοφάνης Εἰρήνῃ· ἔπειτα λεπτὰ καὶ μακρὰ ποιούμενος, πρὸς ταῦτ’ ἀναρριχᾶτ’ ἂν εἰς τὸν οὐρανόν. καὶ Ἀναρριχμενος, δρασσόμενος. ]
alpha 3932[ Ἀριστοφάνης, Ῥόδιος ἤτοι Λίνδιος, οἱ δὲ Αἰγύπτιον ἔφασαν. οἱ δὲ Καμειρέα· θέσει δὲ Ἀθηναῖος· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖς· κωμικὸς, υἱὸς Φιλίππου, γεγονὼς ἐν τοῖς ἀγῶσι κατὰ τὴν ριδʹ Ὀλυμπιάδα, εὑρετὴς τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδας σχὼν Ἀραρότα, Φίλιππον, Φιλέταιρον, κωμικούς. τινὲς δὲ αὐτὸν καὶ ἀπόδουλον ἱστορήκασι. δράματα δὲ αὐτοῦ μδʹ. ἅπερ δὲ πεπράχαμεν Ἀριστοφάνους δράματα ταῦτα· Ἀχαρνεῖς, Βάτραχοι, Εἰρήνη, Ἐκκλησιάζουσαι, Θεσμοφοριάζουσαι, Ἱππεῖς, Λυσιστράτη, Νεφέλαι, Ὄρνιθες, Πλοῦτος, Σφῆκες. ]
gamma 288[ Γλίσχρον: τὸ λαίμαργον, καὶ ἡδύ. ἢ κολλῶδες. καὶ Γλίσχρος, φειδωλὸς, σκιφὸς, πάνυ ῥυπαρός. ἀλλ’ ἐγώ τις ἄρα δυσαπάλλακτος ἦν ἀπὸ τῶν τοιούτων καὶ γλίσχρως ἔτι εἰχόμην τῆς αὐτῆς ἀληθείας, ἅτε ὡς ἀληθῶς ὄναρ πλουτήσας. κατέβη ἐκ χωρίων γλίσχρων καὶ μηδ’ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων. τουτέστι τροφῆς σπανιζόντων. ὅτι τὸ γλίσχρον ἐπὶ δυστυχίᾳ ἔλεγον οἱ Ἀττικοί. Ἀριστοφάνης Εἰρήνῃ· ὦ γλίσχρων, ὁρᾷς ὡς οὐκέτ’ εἶναί σοι δοκῶ μιαρώτατος. ἀντὶ τοῦ ὦ ἐπιθυμητά· παρὰ τὸ γλίχεσθαι. πρὸς Ἑρμῆν ὁ λόγος. καὶ αὖθις Ἀριστοφάνης Εἰρήνῃ· ἕλκουσι δ’ ὅμως γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια. καὶ Ἀρριανός· τὰ ἐπιτήδεια γλίσχρως τῇ στρατιῇ ἐπορίζοντο. ἀντὶ τοῦ φειδομένως. ]
delta 437[ Δημιουργοί· οἱ κεραμεῖς, οἱ σκευοποιοί. δημιουργοὺς ἐκάλουν καὶ τὰς νῦν λεγομένας ὑπονυμφίδας, τουτέστι τὴν παρεστῶσαν τῇ νύμφῃ γυναῖκα. ὅθεν ἐστὶ καὶ Μενάνδρῳ Δημιουργός. κοινῶς δὲ ἔλεγεν δημιουργοὺς τοὺς τὰ δημόσια ἐργαζομένους, ποτὲ δὲ καὶ τοὺς ἀρχιτέκτονας. Ἀριστοφάνης ἐν Εἰρήνῃ. καὶ δημιουργικῶς, ἀντὶ τοῦ, τεκτονικῶς· δημιουργοὶ γὰρ οἱ τέκτονες. ὅτι οἱ παλαιοὶ δημιουργοὶ συμμεμυκότας τοὺς ὀφθαλμοὺς ἐποίουν, ὁ δὲ Δαίδαλος ἀνεπέτασεν αὐτοὺς καὶ τοὺς πόδας διέστησεν. καὶ Ὅμηρός φησιν· ὃς χερσὶν ἠπίστατο δαίδαλα πάντα τεύχειν. ]
alphaiota 299[ Αἴρειν ἔξω πόδα πηλοῦ· ἐπὶ τῶν βουλομένων μὴ ἐν πράγμασιν εἶναι. λέγεται δὲ καὶ αἴρειν ἔξω πόδα αἰτίας. Αἴρειν καὶ τὸ προσφέρειν δηλοῖ. αἶρ’ , αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ. Ἀριστοφάνης Εἰρήνῃ. καὶ μετὰ τῆς προθέσεως Φερεκράτης Πετάλῃ· πρόσαιρε τὸ κανοῦν, εἰ δὲ βούλει, πρόσφερε. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ· εἶτ’ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίει. καὶ Συναριστώσαις· ἂν ἔτι πιεῖν μοι δῷ τις. ἀλλ’ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασα ἀφ’ ἡμῶν. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License