Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Hippocrates et Corpus Hippocraticum (Hippocrates) - urn:cts:greekLit:tlg0627

Place of birth (Wikidata Statement)

Kos (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Larissa (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

physician (Wikidata)

philosopher (Wikidata)

alpha 1026[ Ἄκρων· Ἀκραγαντῖνος, ἰατρὸς, ὑιὸς Ξένωνος, ἐσοφίστευσεν ἐν ταῖς Ἀθήναις ἅμα Ἐμπεδοκλεῖ· ἔστιν οὖν πρεσβύτερος Ἱπποκράτους. ἔγραψε Περὶ ἰατρικῆς Δωρίδι διαλέκτῳ, Περὶ τροφῆς ὑγιεινῶν βιβλίον αʹ. ἔστι δὲ καὶ οὗτος τῶν τινα πνεύματα σημειωσαμένων. εἰς τοῦτον ἐποίησεν Ἐμπεδοκλῆς τωθαστικὸν ἐπίγραμμα· ἄκρον ἰατρὸν Ἄκρων, Ἀκραγαντῖνον, πατρὸς ἄκρου, κρύπτει κρημνὸς ἄκρος πατρίδος ἀκροτάτης. τινὲς δὲ τὸν δεύτερον στίχον οὕτω προφέρονται· ἀκροτάτης κορυφῆς τύμβος ἄκρος κατέχει. τοῦτό τινες Σιμωνίδου φασὶν εἶναι. ]
alpha 1759[ Ἀμφιρύτη: περιρρεομένη κύκλῳ. ἐν Ἐπιγράμμασι· ἀμφιρύτη Κῶος, καὶ πάλιν πένθος ἔχεις οἷον ἐφ’ Ἱπποκράτει. ]
alpha 4705[ Ἄχναι: λεπτὰ ἄχυρα ἢ ἀκαθαρσίαι. καὶ Ἄχνη ἁλός, τὸ λεπτότατον τοῦ ὕδατος, ὁ ἀφρὸς τῆς θαλάσσης. ἐν Ἐπιγράμμασι· μῆλον θ’ ἡδύπνουν λεπτῇ πεποκωμένον ἄχνῃ. καὶ Ἄχνη πυρός, ὁ καπνός. καὶ ἄχνη ὕπνου, ὁ Ἱπποκράτης φησὶ, καὶ ἄχνη λιμοῦ. δηλοῖ δὲ καὶ λεπτὸν ξύσμα. ]
delta 238[ Δέξιππος, Κῷος, ἰατρός, Ἱπποκράτους μαθητής· ὃς μεταπεμφθεὶς ὑπὸ Ἑκατόμνου τοῦ Καρῶν βασιλέως ἰάσασθαι αὐτοῦ τοὺς παῖδας ἀπογνωσθέντας Μαυσωλὸν καὶ Πιξώδαρον, ἐπὶ ὑποσχέσει ἰάσατο τοῦ παῦσαι τὸν πρὸς Κᾶρας τότε αὐτοῖς ἐνεστῶτα πόλεμον. ἔγραψεν Ἰατρικὸν βιβλίον αʹ καὶ Περὶ προγνώσεων βʹ. ]
delta 447[ Δημόκριτος, Ἡγησιστράτου, οἱ δὲ Ἀθηνοκρίτου ἢ Δαμασίππου, γεγονὼς ὅτε καὶ Σωκράτης ὁ φιλόσοφος, κατὰ τὴν οζʹ Ὀλυμπιάδα, οἱ δὲ κατὰ τὴν πʹ φασίν· Ἀβδηρίτης ἐκ Θρᾴκης, φιλόσοφος, μαθητὴς κατά τινας Ἀναξαγόρου καὶ Λευκίππου, ὡς δέ τινες καὶ Μάγων καὶ Χαλδαίων Περσῶν· ἦλθε γὰρ καὶ εἰς Πέρσας καὶ Ἰνδοὺς καὶ Αἰγυπτίους καὶ τὰ παρ’ ἑκάστοις ἐπαιδεύθη σοφά. εἶτα ἐπανῆλθε καὶ τοῖς ἀδελφοῖς συνῆν Ἡροδότῳ καὶ Δαμάστῃ. ἦρξε δὲ ἐν Ἀβδήροις, διὰ τὴν ἑαυτοῦ σοφίαν τιμηθείς. μαθητὴς δὲ αὐτοῦ διαφανὴς ἐγένετο ΜητρόδωροςΧῖος· οὗ πάλιν ἀκροαταὶ Ἀνάξαρχος καὶ Ἱπποκράτης ὁ ἰατρός. ἐπεκλήθη δὲ ΣοφίαΔημόκριτος, καὶ Γελασῖνος δέ, διὰ τὸ γελᾶν πρὸς τὸ κενόσπουδον τῶν ἀνθρώπων. γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο, ὅ τε μέγας Διάκοσμος, καὶ τὸ Περὶ φύσεως κόσμου. ἔγραψε δὲ καὶ ἐπιστολάς. ]
delta 448[ Δημόκριτος· ὅτι ΔημόκριτοςἈβδηρίτης οὐκ ἦλθεν εἰς Ἀθήνας, ἀλλὰ τοσαύτης πόλεως ὑπερεφρόνησεν, οὐκ ἐκ τοῦ τόπου δόξαν λαβεῖν βουλόμενος, ἀλλὰ τῷ τόπῳ δόξαν περιθεῖναι προελόμενος. ὅτι ἐλθόντα Ἱπποκράτην πρὸς Δημόκριτον κελεῦσαι κομισθῆναι γάλα καὶ θεασάμενον τὸ γάλα εἰπεῖν αἰγὸς εἶναι πρωτοτόκου καὶ μελαίνης· καὶ τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ τὴν κόρην τὴν μετὰ Ἱπποκράτους πρὸς αὐτὸν ἐλθοῦσαν τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀσπάσασθαι οὕτω· χαῖρε κόρη· τῇ δὲ ἐχομένῃ, χαῖρε γύναι. καὶ ἦν ἡ κόρη τῆς νυκτὸς διεφθαρμένη. ἤδη δὲ ὑπέργηρων ὄντα πρὸς τῷ καταστρέφειν εἶναι· τὴν οὖν ἀδελφὴν λυπεῖσθαι, ὅτι ἐν τῇ τῶν Θεσμοφόρων ἑορτῇ μέλλοι τεθνήξεσθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴν οὐ ποιήσειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι αὐτῷ προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι· τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν ἑαυτὸν τὴν ἑορτήν. ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖς δὲ ἦσαν, ἀλυπότατα τὸν βίον προήκατο. ]
delta 1497[ Δράκων, υἱιδοῦς Ἱπποκράτους, τοῦ διασήμου ἰατροῦ, ἀπὸ Θεσσαλοῦ· πατὴρ δὲ Ἱπποκράτους· οὗ πάλιν γέγονε Δράκων, ἰατρὸς καὶ αὐτός, ὃς Ῥωξάνην ἰάτρευσε, συνοικοῦσαν Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ὅτι δράκων, τὸ θηρίον, διπλῆν ἔχει τὴν γλῶσσαν, ὁμοίως καὶ ὁ ῥήτωρ. φασὶν ὅτι δράκων, ἐὰν ἁλῷ, εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ὅτι δράκων ἐν τῷ Ἰὼβ ὁ Διάβολος λέγεται. ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License