Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Appianus (Appian)

Historicus

urn:cts:greekLit:tlg0551

Works

urn:cts:greekLit:tlg0551.suda001 - Roman History

alpha 1069[ Ἀλλαξάμενος· Ἀππιανός· ὅτι πατρίδα καὶ γένος ἀλλαξάμενος ἥκοι τὸ μηδὲν ἡγησάμενος ἢ τὰ τῶν Οὐολούσκων ἀντὶ τῆς πατρίδος αἱρήσεσθαι βουληθείς. ]
alpha 1253[ Ἁλιτενής· Ἀππιανός· οἱ δὲ Καρχηδόνιοι ἐξέδραμον ἐπὶ τὰ τῶν Ῥωμαίων μηχανήματα οὐ κατὰ γῆν, οὐ γὰρ ἦν δίοδος, οὐδὲ ναυσίν, ἁλιτενὴς γὰρ ἦν ἡ θάλασσα, ἀλλὰ γυμνοί, οἱ μὲν ἄχρι τῶν μαζῶν βρεχόμενοι, οἱ δὲ διένεον. ]
alpha 1325[ Ἀλλόκοτον: ἐναντίον, ξένον, ἀλλοφυὲς, ἐξ ἄλλου ἀσυνάρτητον, ἀλλότριον. πόαις γάρ τισιν ἀλλοκότοις καὶ ῥίζαις χρώμενοι διὰ τὸν λιμὸν ἐπεπονήκεσαν. Ἀππιανός· οἱ μέντοι ὕπατοι καὶ ὄκνῳ μὴ ἐπιχειρεῖν ἐς ἔργον ἀλλόκοτον· ἔτι δὲ καὶ τὴν πόλιν ἄνοπλον οὖσαν λήψεσθαι ἡγοῦντο. ]
alpha 1383[ Ἁλωνευόμενος· Ἀππιανός· τὸ δὲ λοιπὸν τοῦ θέρους ἀμφότεποι περὶ σιτολογίαν ἐγίνοντο, Περσεὺς μὲν ἐν τοῖς πεδίοις ἁλωνευόμενος, Ῥωμαῖοι δέ ἐν τῷ στρατοπέδῳ. ὁ δὲ Περσεὺς ἐμπρήσειν ἐβούλετο διὰ τὰ ἄχυρα. ]
alpha 1930[ Ἀναλαμβάνειν· αἰτιατικῇ. ἐπὶ τοῦ ἀνέχειν. ὅτι ἔμελλε τοῖς φιλοσόφοις καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα καὶ τοὺς μὴ τοῦτο ποιοῦντας ἔσκωπτον. Πλάτων ἐν Θεαιτήτῳ [+]· πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναλαβέσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδεξιελευθέρως οὐδὲ ἁρμονίαν λόγων λαβόντας ὑπαντῆσαι θεῶν. Ἄλεξις δέ φησι περὶ ἐσθῆτος οὕτως· ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἐξὸν καλῶς· οὗ μήτε πράττεται τέλος, μηδὲν γὰρ ἡμᾶς, μήτε δι’ ἑτέρων λαβεῖν τιμὴν δόντας, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης τιν’ ὄγκον, τοῖς δ’ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ. τὸ τοιοῦτον γέρας τίς οὐκ ἂν αὐτὸ κτῷτο φάσκων νοῦν ἔχειν. Ἀναλαμβάνειν, ἀντὶ τοῦ ἀνακτάσθαι. Ἀππιανός· τότε δὲ ἔθει τις δρόμῳ δηλώσων τῷ Πέρσῃ λουομένῳ καὶ τὸ σῶμα ἀναλαμβάνοντι. ὁ δὲ ἐξήλατο τοῦ ὕδατος, βοῶν ὅτι ἑαλώκοι πρὸ τῆς μάχης. ]
alpha 2225[ Ἀνεζεύγνυ: ἀνέστρεφεν. Ἀππιανός· ὁ δὲ μετὰ πολλῆς λείας ἀνεζεύγνυ. ]
alpha 2909[ Ἀπαξιῶν· αἰτιατικῇ. ἀνάξιον ἡγούμενος. Ἀππιανός· ὁ δὲ δῆμος τὸν Μάρκιον μετιόντα τὴν ὑπατείαν οὐκ ἐχειροτόνησεν οὐ τὸν ἄνδρα ἀπαξιῶν, ἀλλὰ τὸ φρόνημα δεδιὼς αὐτοῦ. ]
alpha 3198[ Ἀππιανός: ὄνομα κύριον. οὗτος ὁ Ἀππιανὸς ἔγραψε Ῥωμαϊκὴν ἱστορίαν, τὴν καλουμένην Βασιλικὴν. καὶ αἰ μὲν γ ' βίβλοι Ἀππιανοῦ αἱ πρῶται περιλαμβάνουσιν ὅσα Ῥωμαίοις ἀγωνιζομένοις ἐς Ἰταλιώτας ἔτι περὶ ἀρχῆς καὶ ἡγεμονίας ἐπράχθη. ὅσα δ’ ἀμφὶ τὴν Ἰταλίαν ἄλλα Κελτοί τε καὶ Λίβυες ἔδρασάν τε καὶ ἔπαθον, καὶ εἴ τί που καὶ τῆς Ἰταλίας μέρος ἀνάγκαις ἢ ἐνέδραις ἢ πλάναις ἐς αὐτοὺς μετέθετο, ἐν τοῖς περὶ Κελτῶν καὶ Λιβύων. συγγέγραπται δ’ ἐφ’ ἑαυτῶν ὅσα καὶ ἐς τὰς ἐμφυλίους Ῥωμαίων στάσεις ἡ Ἰταλία διῃρεῖτο. ὅτι τοὺς πρὸς Κελτοὺς, τουτέστι Γερμανοὺς, οἳ ἀμφὶ τὸν Ῥῆνον ποταμόν εἰσι, καὶ τοὺς Γαλάτας, τουτέστι Γάλλους, πολέμους, καὶ τὰς αἰτίας αὐτῶν, ὅσαι τε συνθῆκαι καὶ συνθηκῶν παραβάσεις ἢ ἐπαναστάσεις ἐγένοντο Κελτῶν ἕως ἐπὶ τοῦ Γαΐου, ἡ δʹ βίβλος περιέχει συλλαβοῦσα. εἰ δὲ τί που Κελτοὶ μὴ κατὰ πρόφασιν οἰκείαν, ἀλλὰ συμμαχοῦντες Ἰταλῶν τισιν ἢ μισθοφοροῦντες ἔπραξαν, ἐν τοῖς περὶ ἐκείνων συγγέγραπται. καὶ ὅσον εἰς γνώρισμα μόνον αὐτῶν μέμνηται Ἀππιανός. ἔγραψε δὲ Ῥωμαϊκὰ λόγους ἐννέα. οἱ δὲ διὰ τοῦ ἑνὸς π γράφουσιν Ἀπιανός. ]
alpha 3642[ Ἀποφράδες ἡμέραι: ἐν αἷς τοῖς κατοιχομένοις χοὰς ἐπιφέρουσιν. ἢ αἱ πρὸς πράξεις ἀνεπιτήδειοι. Ἀππιανός· μέγα τοῦτο Ῥωμαίοις πάθος ἐγένετο καὶ πλήθους ἕνεκα καὶ ἀξιώματος εὐγενοῦς οἴκου καὶ πανωλεθρίας. καὶ τὴν ἡμέραν ἀποφράδα τίθενται. ἢ Ἀποφράδες, μιαραὶ ἡμέραι, μάλιστα ἐν αἷς τὰ ἐναγίσματα. ]
alpha 4555[ Ἀφάπτειν· Ἀππιανός· ἵστη δὲ προμάχους ξύλα παχέα ἔχοντας διπήχεα σεσιδηρωμένα, ἃ ἔμελλον ὡς καταπέλτας ἐκ χειρὸς ἐς τοὺς ἐλέφαντας ἀφάπτειν, τουτέστι προσκολλᾶν. ]
alpha 4717[ Ἀχρηστία. Ἀππιανός· ὁ δὲ Ὡράτιος λελωβημένος ἦν τὰ σκέλη, ὑπατείας τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ διὰ τὴν ἀχρηστίαν τῶν ποδῶν. ]
alpha 4725[ Ἀψαύστως: ἀνεπάφως. Ἀππιανός· ὁ δὲ τοῖς σώμασι τῶν Κίμβρων ἀψαυστεῖν ἐκέλευεν, ἕως ἡμέρα γένηται, πολύχρυσα εἶναι δοκῶν. ]
alpha 4732[ Ἁψιμαχία: συναφὴ μάχης. Ἀππιανός· τὸ μὲν πρῶτον ἔριδες ἦν καὶ ἁψιμαχίαι σμικραί, μετὰ δὲ συμβολαί τε ἐς τὴν ἀλλήλων. ]
beta 323[ Βλάσφημος: ὁ εἰς θεὸν ἐξυβρίζων. Βλασφημῶ αἰτιατικῇ συντάσσεται. Ἀππιανός· οἱ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακῶς ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License