Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Alcman (Alcman) - urn:cts:greekLit:tlg0291

Places of birth (Wikidata Statement)

Sardis (Wikidata) (Pleiades)

Mesoa (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

poet (Wikidata)

writer (Wikidata)

composer (Wikidata)

school teacher (Wikidata)

Works

urn:cts:greekLit:tlg0291.suda001
urn:cts:greekLit:tlg0291.suda002

alpha 1289[ Ἀλκμάν· Λάκων ἀπὸ Μεσσόας· κατὰ δὲ τὸν Κράτητα πταίοντα Λυδὸς ἐκ Σάρδεων· λυρικὸς, υἱὸς Δάμαντος ἢ Τιτάρου. ἦν δὲ ἐπὶ τῆς κζʹ Ὀλυμπιάδος, βασιλεύοντος Λυδῶν Ἄρδυος, τοῦ Ἀλυάττου πατρός· καὶ ὢν ἐρωτικὸς πάνυ εὑρετὴς γέγονε τῶν ἐρωτικῶν μελῶν. ἀπὸ οἰκετῶν δέ· ἔγραψε βιβλία ἓξ, μέλη καὶ Κολυμβώσας. πρῶτος δὲ εἰσήγαγε τὸ μὴ ἑξαμέτροις μελῳδεῖν. κέχρηται δὲ Δωρίδι διαλέκτῳ, καθάπερ Λακεδαιμόνιοι. ἔστι δὲ καὶ ἕτερος Ἀλκμὰν, εἷς τῶν λυρικῶν, ὃν ἤνεγκεν ἡ Μεσσήνη. καὶ τὸ πληθυντικὸν Ἀλκμᾶνες. ]
alpha 1290[ Ἀλκμανικὸν εἶδος· ὅπερ πεπλεόνακε παρὰ Ἀλκμᾶνι, τὸ κατ’ ἀμφότερα ῥῆμα μεταξὺ τῶν ὀνομάτων τεταχέναι. καὶ παῤ Ὁμήρῳ· ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος. ]
alpha 3886[ Ἀρίων, Μηθυμναῖος, λυρικὸς, Κυκλέως υἱὸς, γέγονε κατὰ τὴν ληʹ Ὀλυμπιάδα. τινὲς δὲ καὶ μαθητὴν Ἀλκμᾶνος ἱστόρησαν αὐτόν. ἔγραψε δὲ ᾄσματα· προοίμια εἰς ἔπη βʹ. λέγεται καὶ τραγικοῦ τρόπου εὺρετὴς γενέσθαι καὶ πρῶτος χορὸν στῆσαι καὶ διθύραμβον ᾆσαι καὶ ὀνομάσαι τὸ ᾀδόμενον ὑπὸ τοῦ χοροῦ καὶ Σατύρους εἰσενεγκεῖν ἔμμετρα λέγοντας. φυλάττει δὲ καὶ ἐπὶ γενικῆς. ]
chi 326[ Χθονία· ἀντὶ τοῦ σκοτεινή. Πολιτείας δεκάτῃ· μὴ χθονίαν καὶ τραχεῖαν πορεύεσθαι, ἀλλὰ λείαν καὶ οὐρανίαν. ἀνθυποφέρει γὰρ τῇ μὲν τραχείᾳ λείαν, τῇ δὲ χθονίᾳ τὴν οὐρανίαν. ἀντὶ τοῦ λαμπράν. καὶ παρ’ Ἀλκμᾶνι δέ, ὅτε φησὶ χθόνιον τέρας ἐπὶ τῆς ἔριδος, τινὲς ἀντὶ τοῦ στυγνὸν ἐδέξαντο, ἔνιοι δὲ ἀντὶ τοῦ μέγα· ἐπεὶ πρὸς αὐτὴν λέγει. ]
epsilon 750[ Ἐλατήρ· πλακουντῶδες πέμμα πλατύ· ἔνθεν καὶ ἡ ἐπωνυμία παρὰ τὸ ταῖς χερσὶν ἐλαύνεσθαι εἰς πλάτος. ἢ ἄρτος πλατύς, ἐν ᾧ τὸ ἔτνος ἐτίθεσαν καὶ προσῆγον τοῖς βωμοῖς. εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν μουσῶν ἐννέ’ ἀριθμὸς ἔχει. εἰσὶ δὲ καὶ λαγαρώδεις παρὰ τὸ λαγαρόν. καὶ πέλανοι παρ’ Εὐριπίδῃ. καὶ Ἐλατῆρος, πέμματος εἶδος ἀζύμου. Εὐριπίδης δὲ πεπτά. ]
epsiloniota 33[ Εἰδήσεις· μάθοις, ἐπιγνῷς. εἰδήσεις Ἀλκμᾶνα λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν Μουσῶν ἔννε’ ἀριθμὸς ἔχει. καὶ Εἰδῇς, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου· ἐπιγνῷς, μάθοις. Ὅμηρος· ὄφρ’ εὖ εἰδῇς ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. ]
lambda 763[ Λοῖσθος· ὁ ἔσχατος. καὶ Λοίσθῳ, ἐσχάτῳ. εἶθ’ ὅγε λοῖσθος ἄχθος ἀπορρίψας οἴχεται εἰς ἀΐδαν. περὶ Ἀλκμᾶνος ὁ λόγος. ]
lambda 784[ Λυδιάζων· Λυδοὶ Μάγνητος τοῦ κωμικοῦ διεσκευάσθησαν. τὸ δὲ λυ μακρόν. ἐν Ἐπιγράμμασι· κεῖται δ’ ἠπείροις διδύμοις ἔρις, εἴθ’ ὅγε Λυδός, εἴτε Λάκων. πολλαὶ μητέρες ὑμνοπόλων. ]
lambda 850[ Λύρα· βραχὺ τὸ λυ. εἰδήσεις Ἀλκμᾶνα λύρης ἐλατῆρα Λακαίνης. ]
phi 441[ Φιλόχορος, Κύκνου, Ἀθηναῖος, μάντις καὶ ἱεροσκόπος· γυνὴ δὲ ἦν αὐτῷ Ἀρχεστράτη. κατὰ δὲ τοὺς χρόνους γέγονεν ὁ Φιλόχορος Ἐρατοσθένους, ὡς ἐπιβαλεῖν πρεσβύτῃ νέον ὄντα Ἐρατοσθένει. ἐτελεύτησε δὲ ἐνεδρευθεὶς ὑπὸ Ἀντιγόνου, ὅτι διεβλήθη προσκεκλικέναι τῇ Πτολεμαίου βασιλείᾳ. ἔγραψεν Ἀτθίδος βιβλία ιζʹ· περιέχει δὲ τὰς Ἀθηναίων πράξεις καὶ βασιλεῖς καὶ ἄρχοντας, ἕως Ἀντιόχου τοῦ τελευταίου τοῦ προσαγορευθέντος θεοῦ· ἔστι δὲ πρὸς Δήμωνα· Περὶ μαντικῆς δʹ, Περὶ θυσιῶν αʹ, Περὶ τῆς Τετραπόλεως, Σαλαμῖνος κτίσιν, Ἐπιγράμματα Ἀττικά, Περὶ τῶν Ἀθήνησιν ἀγώνων, βιβλία ιζʹ, Περὶ τῶν Ἀθήνησιν ἀρξάντων ἀπὸ Σωκρατίδου καὶ μέχρι Ἀπολλόδωρον, Ὀλυμπιάδας ἐν βιβλίοις βʹ, Πρὸς τὴν Δήμωνος [+] Ἀτθίδα, Ἐπιτομὴν τῆς ἰδίας Ἀτθίδος, Ἐπιτομὴν τῆς Διονυσίου [+] πραγματείας περὶ ἱερῶν, Περὶ τῶν Σοφοκλέους [+] μύθων βιβλία εʹ, Περὶ Εὐριπίδου [+], Περὶ Ἀλκμᾶνος [+], Περὶ μυστηρίων τῶν Ἀθήνησι, Συναγωγὴν ἡρωΐδων ἤτοι Πυθαγορείων [+] γυναικῶν, Δηλιακὰ βιβλία βʹ, Περὶ εὑρημάτων, Περὶ καθαρμῶν, Περὶ συμβόλων. ]
psi 101[ Ψιλεύς· ἐπ’ ἄκρου χοροῦ ἱστάμενος. ὅθεν καὶ φιλόψιλος παρὰ Ἀλκμᾶνι, ἡ φιλοῦσα ἐπ’ ἄκρου χοροῦ ἵστασθαι. ]
sigma 1095[ Στησίχορος, Εὐφόρβου ἢ Εὐφήμου, ὡς δὲ ἄλλοι Εὐκλείδου ἢ Ὑέτους ἢ Ἡσιόδου· ἐκ πόλεως Ἱμέρας τῆς Σικελίας· καλεῖται γοῦν Ἱμεραῖος· οἱ δὲ ἀπὸ Ματαυρίας τῆς ἐν Ἰταλίᾳ· οἱ δὲ ἀπὸ Παλαντίου τῆς Ἀρκαδίας φυγόντα αὐτὸν ἐλθεῖν φασιν εἰς Κατάνην κἀκεῖ τελευτῆσαι καὶ ταφῆναι πρὸ τῆς πύλης, ἥτις ἐξ αὐτοῦ Στησιχόρειος προσηγόρευται. τοῖς δὲ χρόνοις ἦν νεώτερος Ἀλκμᾶνος τοῦ λυρικοῦ, ἐπὶ τῆς λζʹ Ὀλυμπιάδος γεγονώς. ἐτελεύτησε δὲ ἐπὶ τῆς νϛʹ. εἶχε δὲ ἀδελφὸν γεωμετρίας ἔμπειρον Μαμερτῖνον, καὶ ἕτερον Ἡλιάνακτα νομοθέτην. γέγονε δὲ λυρικός. καί ἐστιν αὐτοῦ τὰ ποιήματα Δωρίδι διαλέκτῳ ἐν βιβλίοις κϛʹ. φασὶ δὲ αὐτὸν γράψαντα ψόγον Ἑλένης τυφλωθῆναι, πάλιν δὲ γράψαντα Ἑλένης ἐγκώμιον ἐξ ὀνείρου, τὴν παλινῳδίαν, ἀναβλέψαι. ἐκλήθη δὲ Στησίχορος, ὅτι πρῶτος κιθαρῳδίᾳ χορὸν ἔστησεν· ἐπεί τοι πρότερον Τισίας ἐκαλεῖτο. ]
tau 1115[ Τρύφων, Ἀμμωνίου, Ἀλεξανδρεύς, γραμματικὸς καὶ ποιητής, γεγονὼς κατὰ τοὺς Αὐγούστου χρόνους καὶ πρότερον. Περὶ πλεονασμοῦ τοῦ ἐν τῇ Αἰολίδι διαλέκτῳ βιβλία ζʹ, Περὶ τῶν παρ’ Ὁμήρῳ [+] διαλέκτων καὶ Σιμωνίδῃ [+] καὶ Πινδάρῳ [+] καὶ Ἀλκμᾶνι [+] καὶ τοῖς ἄλλοις λυρικοῖς, Περὶ τῆς Ἑλλήνων διαλέκτου καὶ Ἀργείων καὶ Ἱμεραίων καὶ Ῥηγίνων καὶ Δωριέων καὶ Συρακουσίων, Περὶ τῆς ἐν κλίσεσιν ἀναλογίας αʹ, Περὶ τῆς ἐν εὐθείᾳ ἀναλογίας, Περὶ ὀνομάτων συγκριτικῶν αʹ, Περὶ τῆς ἐν μονοσυλλάβοις ἀναλογίας, Περὶ ὀνομάτων χαρακτήρων αʹ, Περὶ ῥημάτων ἀναλογίας βαρυτόνων αʹ, Περὶ ῥημάτων ἐγκλιτικῶν καὶ ἀπαρεμφάτων καὶ προστακτικῶν καὶ εὐκτικῶν καὶ ἁπλῶς πάντων, Περὶ ὀρθογραφίας καὶ τῶν αὐτῇ ζητουμένων, Περὶ πνευμάτων καὶ τρόπων· καὶ ἄλλα. ]
upsilon 104[ Ὑμεναίων· γαμικῶν ὕμνων. Ὑμέναιος γὰρ ἐκείνων Λυδὸς ᾄδεται. τὸν χαρίεντ’ Ἀλκμᾶνα, τὸν ὑμνητῆρ’ ὑμεναίων, κύκνον, τὸν Μουσῶν ἄξια μελψάμενον. ]
upsilon 118[ Ὑμνοπόλος· ὁ περὶ τοὺς ὕμνους ἀναστρεφόμενος. πολλαὶ μητέρες ὑμνοπόλων. περὶ Ἀλκμᾶνος τοῦ λυρικοῦ. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License