Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Aristippus (Aristippus) - urn:cts:greekLit:tlg2513

Place of birth (Wikidata Statement)

Cyrene (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Cyrene (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Cyrene (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

philosopher (Wikidata)

alpha 2466[ Ἀννίκερις, Κυρηναῖος, φιλόσοφος, ὃς Ἐπικούρειος ἐγένετο, καίτοι ὢν Παραιβάτου γνώριμος, τοῦ Ἀριστίππου ἀκηκοότος. ἦν δὲ τῷ Ἀννικέριδι καὶ ἀδελφὸς Νικοτέλης ὄνομα, φιλόσοφος, μαθητὴς δὲ αὐτοῦ ἐπιφανὴς Ποσειδώνιος. ἐκ τούτου αἵρεσις ἡ καλουμένη Ἀννικέρειος. ἦν δὲ ἐπὶ Ἀλεξάνδρου. ]
alpha 3908[ Ἀρίστιππος: Ἀριτάδου, ἀπὸ Κυρήνης, φιλόσοφος, Σωκράτους ἀκουστής· ἀφ’ οὗπερ ἡ Κυρηναϊκὴ κληθεῖσα αἵρεσις ἤρξατο. πρῶτος δὲ τῶν Σωκρατικῶν μισθοὺς ἐπράξατο. Ξενοφῶντι δὲ εἶχε δυσμενῶς, καὶ ἦν ἱκανὸς ἁρμόσασθαι καὶ χρόνῳ καὶ τόπῳ. καὶ τῶν μὲν παρόντων ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυσιν οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένης βασιλικὸν κύνα αὐτὸν ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα καὶ ἄριστα. διήκουσε δὲ αὐτοῦ ἡ θυγάτηρ Ἀρήτη, ἀφ’ ἧς ὁ παῖς αὐτῆς ὁ νέος Ἀρίστιππος, ὃς ἐκλήθη Μητροδίδακτος, οὐ Θεόδωρος, ὁ Ἄθεος ἐπικληθείς, εἶτα Θεός· τοῦ δὲ Αντίπατρος, τοῦ δὲ Ἐπιτιμήδης Κυρηναῖος, τοῦ δὲ Παραιβάτης, τοῦ δὲ Ἡγησίας Πεισιθάνατος, τοῦ δὲ Ἀννίκερις, ὁ Πλάτωνα λυτρωσάμενος. ]
alpha 3909[ Ἀρίστιππος, Σωκράτους ὁμιλητὴς, ἐν πάσι τὴν ἡδονὴν ἀσπασάμενος καὶ ἐπίχαρις. λέγεται δὲ ὅτι καὶ τοῦ παιδὸς αὐτῷ φέροντος ἀργύριον καὶ ἀχθομένου τῷ βάρει, τὸ βαροῦν ἀπόβαλε, ἔφη. ἐπιβουλευόμενος δὲ ἐν πλῷ δι’ ἃ ἐπήγετο, εἰς τὴν θάλατταν ἐξέβαλεν αὐτά. ἡ γὰρ τούτων, ἔφη, ἀπώλεια ἐμὴ σωτηρία. ἐπέσκωπτε δ’ Ἀντισθένην ἀεὶ διὰ τὴν στρυφνότητα. καὶ πρὸς Διονύσιον τὸν Σικελίας τύραννον ἐλθὼν καὶ πίνων ἐνίκα καὶ ὀρχήσεως τοῖς ἄλλοις κατῆρξεν, ἐνδύς ἐσθῆτα ἁλουργῆ. Πλάτων δὲ προσκομιζομένης αὐτῷ τῆς στολῆς, εἶπεν Εὐριπίδου ἰαμβικά· οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολὴν, ἄρρην πεφυκὼς καὶ γένους ἐξ ἄρρενος. Ἀρίστιππος δὲ δεξάμενος καὶ γελάσας εἶπὲ τοῦ αὐτοῦ ποιητοῦ· καὶ γὰρ ἐν βακχεύμασιν ὁ νοῦς ὁ σώφρων οὐ διαφθαρήσεται. ὑπὲρ φίλου δὲ ἀξιῶν καὶ μὴ τυγχάνων, τῶν ποδῶν ἥψατο καὶ ἔπεισε· καὶ οὐ ταύτης ἐγὼ τῆς κολακείας αἴτιος, εἶπεν, ἀλλὰ Διονύσιος, ὁ ἐν γόνασι τὰς ἀκοὰς ἔχων. ]
alphaiota 349[ Αἰσχίνης, ὁ τοῦ Λυσανίου. οὗτος παρὰ Διονύσιον εἰς Σικελίαν ὑπὲρ χρημάτων ᾤχετο. Πλάτων δὲ τρὶς ἀναμετρῆσαι λέγεται τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ. Ἀρίστιππος δὲ ὁ Κυρηναῖος καὶ Ἑλίκων ἐκ Κυζίκου καὶ Φοίτων, ὅτε ἔφευγε Ῥήγιον, οὕτω τι ἐς τοὺς Διονυσίου κατέδυσαν θησαυροὺς ὡς μόγις ἀνασχεῖν ἐκεῖθεν. καὶ μὴν καὶ τὸν Κνίδιόν φασιν Εὔδοξον ἐς Αἴγυπτόν ποτε ἀφικόμενον ὑπὲρ χρημάτων τε ὁμολογεῖν ἥκειν καὶ διαλέγεσθαι τῷ βασιλεῖ ὑπὲρ τούτου. καὶ ἵνα μὴ πλείους διαβάλω, Σπεύσιππον τὸν Ἀθηναῖον οὕτω τι ἐρασιχρήματον γενέσθαι φασίν, ὡς ἐπὶ τὸν Κασσάνδρου γάμον ἐς Μακεδόνας κωμάσαι, ποιήματα ψυχρὰ ξυνθέντα δημοσίᾳ ταῦθ’ ὑπὲρ χρημάτων ᾆσαι. ]
kappa 2758[ Κυρηνήτης· ἀπὸ τόπου. ὅτι ἡ Κυρηναϊκὴ κληθεῖσα αἵρεσις ἀπὸ Ἀριστίππου φιλοσόφου ἤρξατο. ]
sigma 829[ Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. ]
sigma 1684[ Σύστασις. καὶ Συσταθῆναι, ὁμοδίαιτον καὶ φίλον γενέσθαι. ἐλθόντα δι’ ἀπορίαν ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δ’ Ἀριστίππου συσταθῆναι. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License