Alcibiades) - urn:cts:greekLit:tlg0236Classical Athens (Wikidata) (Pleiades)
politician (Wikidata)
military personnel (Wikidata)
army officer (Wikidata)
military leader (Wikidata)
| alpha | 1280 | [ | Ἀλκιβιάδης· υἱὸς Κλεινίου καὶ τῆς ἀδελφῆς Περικλέους, Ἀθηναῖος, φιλόσοφος καὶ ῥήτωρ. μαθητὴς πρῶτον Σοφίλου, εἶτα Σωκράτους, οὗ καὶ ἐρώμενος, ὥς τινες. καὶ ἐκ δούλων δὲ τεχθέντα τινες ἱστορήκασιν. οὗ τος ἐστρατήγησεν Ἀθηναίων, καὶ λυπηθεὶς διὰ τὸ ἐκπεσεῖν αὐτὸν τῆς στρατηγίας τῆς τῶν Ἑρμῶν ἀποκοπῆς ἕνεκα καὶ ἀποστὰς πρὸς Τισαφέρνην τὸν Πέρσην καὶ πολέμου αἴτιος γενόμενος Ἀθηναίοις πάλιν αὐτοῖς εὔνους ἐγένετο. μέλλοντος δὲ Λυσάνδρου αὐτὸν ἀναιρεῖν, παῤ ᾧ διέτριβεν, εἰς κώμην τῆς Φρυγίας ἑταίρῳ συνὼν ὄναρ ἦν τεθεαμένος τοιόνδε· ἐδόκει τὴν ἐσθῆτα τῆς ἑταίρας ἔχων καίεσθαι δίχα τῆς κεφαλῆς. οἱ δορυφόροι δὲ ἐπιστάντες ὑφῆψαν τὴν σκηνήν, ὁ δὲ ἐξελθὼν βίᾳ τιτρώσκεται διωχθείς. οἱ δὲ τὴν κεφαλὴν ἀφελόντες αὐτοῦ Φαρναβάζῳ κομίζουσιν. οὗτος Ὀλύμπια νικήσας τὴν πανήγυριν ἅπασαν εἱστίασεν. | ] |
| epsilon | 2326 | [ | Ἐπιθεραπεύων· ἀντὶ τοῦ διορθούμενος, προμηθούμενος. Θουκυδίδης· ὁ δὲ Ἀλκιβιάδης ἐπιθεραπεύων τὴν ἑαυτοῦ κάθοδον εἰς τὴν πατρίδα εἰδώς, εἰ μὴ διαφθερεῖ αὐτήν, ὅτι ἔσται ποτὲ αὐτῷ. | ] |
| epsilon | 3539 | [ | Εὐκλείδης, Μεγαρεύς( Μεγάρων δὲ τῶν ἐν τῷ Ἰσθμῷ) , φιλόσοφος, καὶ τὴν ἐξ αὐτοῦ κληθεῖσαν Μεγαρικὴν αἵρεσιν εἰσήγαγεν, ἣν δὴ καὶ Διαλεκτικὴν καὶ Ἐριστικὴν προσαγορευθεῖσαν. γέγονε δὲ μαθητὴς Σωκράτους· μεθ’ ὃν Ἰχθύας, εἶτα Στίλπων ἔσχον τὴν σχολήν. συνέγραψε διαλόγους Ἀλκιβιάδην [+], Αἰσχίνην [+], Κρίτωνα, Φοίνικα, Λαμπρίαν, Ἐρωτικόν· καὶ ἄλλα τινά. | ] |
| kappa | 1751 | [ | Κλεινίας· ὄνομα κύριον. ὅτι Κλεινίου παῖς ὁ Ἀλκιβιάδης. | ] |
| mu | 534 | [ | Μελλονικιᾶν· τὸ βραδύνειν καὶ ἀναβάλλεσθαι. Ἀριστοφάνης· οὐδὲ νυστάζειν ὥρ’ ἐστὶν ἡμῖν, οὐδὲ μελλονικιᾶν. Νικίας γὰρ υἱὸς Ἀλκιβιάδου, ὃς ἀνεβάλετο ἀπελθεῖν εἰς Σικελίαν. βραδὺς γὰρ ἦν περὶ τὰς ἐξόδους, καὶ ὡς οἱ διαβάλλοντες οὐ προνοητικός, ἀλλὰ μελλητής. ἀλλ’ ὡς τάχιστα δεῖ τι δρᾶν. | ] |
| nu | 389 | [ | Νικίας, Ἀθηναίων στρατηγός. οὗτος Κύθηρα τὴν νῆσον εἷλε καὶ περὶ τῆς Σπάρτης εἰς φόβον κατέστησε Λακεδαιμονίους, ὡς καὶ φρουρὰν αὐτοὺς ἐν τῇ πόλει καταστῆσαι. εἰρήνην δὲ πεντηκονταέτη ταῖς πόλεσιν ἐπρυτάνευσεν· ἦν γὰρ εἰρηνικός, ὡς καὶ δειλὸς εἶναι διὰ τοῦτο νομίζεσθαι. ἡ δὲ εἰρήνη ἑβδόμῳ ἔτει διαλύεται, λύσαντος αὐτὴν Ἀλκιβιάδου. στρατεύει δὲ ἐπὶ Σικελίαν σὺν Ἀλκιβιάδῃ καὶ ἡττηθεὶς καὶ νόσῳ νεφρίτιδι συσχεθεὶς ἔγραψε πρὸς Ἀθηναίους, ἢ τὴν οὖσαν μεταπέμψασθαι δύναμιν ἢ ἑτέραν ἀποστέλλειν. καὶ ἀπέστειλαν ὑπὸ στρατηγῷ Δημοσθένει, ὃς καὶ αὐτὸς ἡττήθη. καὶ οἱ μὲν ἔφυγον, οἱ δὲ στρατηγοὶ ἐζωγρήθησαν, καὶ διωχθέντες ἑάλωσαν. Νικίας δὲ καὶ Δημοσθένης αἰχμάλωτοι ἤχθησαν, ἀπέκτειναν δὲ αὐτοὺς οἱ Σικελοί. | ] |
| omicron | 326 | [ | Ὄναρ· ὄνειρος. ζήτει ἐν τῷ Ἀλκιβιάδης. λύσις ὀνείρου· ὄναρ καθ’ ὕπνους νητρεκὲς λαλεῖν τόδε. ὄναρ ἡ μάρτυς αὐτῇ ἐφίσταται. | ] |
| omicron | 986 | [ | Οὐ χρή· οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν· μάλιστα μὲν λέοντα μὴ’ ν πόλει τρέφειν· ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. Ἀριστοφάνης. Αἰσχύλος δὲ λέγει περὶ Ἀλκιβιάδου· μὴ ἀνατρέφειν φρόνημα· ἐὰν δὲ ἀνατρέφῃ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθασεῦσαι. ὥστε ὁ μὲν Εὐριπίδης συμβεβούλευκε μὴ δέχεσθαι, ὁ δὲ Αἰσχύλος τοιαύτην τινὰ διάνοιαν μὴ καταδέξασθαι, ἢ καταδεξάμενον τροποφορεῖν. ὁ δὲ Διόνυσος πρὸς τάδε φησί· δυσκρίτως μέν γ’ ἔχω, σοφῶς γὰρ εἶπεν, ὁ δ’ ἕτερος σαφῶς. σοφῶς μὲν ὁ Αἰσχύλος, σαφῶς δὲ ὁ Εὐριπίδης. | ] |
| phi | 154 | [ | Φαίδων, Ἠλεῖος, φιλόσοφος, Σωκράτους ἀκουστής· ὃς ἦρξε τῆς Ἠλιακῆς ἀπ’ αὐτοῦ κληθείσης αἱρέσεως, ἥτις ὕστερον ἀπὸ Μενεδήμου τοῦ Ἐρετριέως Ἐρετριακὴ προσηγορεύθη. τοῦτον συνέβη πρῶτον αἰχμάλωτον ὑπὸ Ἰνδῶν ληφθῆναι, εἶτα πραθεὶς πορνοβοσκῷ τινι προέστη ὑπ’ αὐτοῦ πρὸς ἑταίρισιν ἐν Ἀθήναις. ἐντυχὼν δὲ Σωκράτει ἐξηγουμένῳ ἠράσθη τῶν λόγων αὐτοῦ καὶ αἰτεῖ λύσασθαι. ὁ δὲ πείθει Ἀλκιβιάδην πρίασθαι αὐτόν· καὶ ἦν τὸ ἐντεῦθεν φιλόσοφος. διάλογοι δὲ αὐτοῦ Ζώπυρος, Μήδιος, Σίμων, Ἀντίμαχος ἢ Πρεσβύτης, Νικίας, Σιμμίας, Ἀλκιβιάδης [+], Κριτόλαος. | ] |
| phi | 766 | [ | Φρυνίχου πάλαισμα· αὕτη τέτακται κατὰ τῶν πανούργως καὶ συνετῶς σοφιζομένων. Ἱστορεῖ δὲ Θουκυδίδης, ὅτι Φρύνιχος, στρατηγὸς Ἀθηναίων ἐν Σάμῳ, μελλόντων τῶν στρατιωτῶν κατάγειν Ἀλκιβιάδην, ἐδήλωσε τῷ ναυάρχῳ Λακεδαιμονίων ὁ Φρύνιχος, ὅτι βούλοιτο αὐτῷ προδοῦναι τὸ στράτευμα. λαβόντος δὲ τὴν ἐπιστολὴν Ἀλκιβιάδου καὶ πέμψαντος τοῖς Ἀθηναίοις, παρὰ μικρὸν ἐλθὼν ἀπολέσθαι ὁ Φρύνιχος γράφει πάλιν τῷ ναυάρχῳ τὸ γεγονός, αἰτιώμενος καὶ φάσκων πάλιν αὐτῷ προδώσειν τὸ στράτευμα, εἰ ἐπέλθοι. σημήνας δὲ οὕτω προηγόρευσε τοῖς στρατιώταις, δευτέραν ἥξειν ἐπιστολὴν κατ’ αὐτοῦ παρ’ Ἀλκιβιάδου· καὶ πολεμίων ἔφοδον ἐσομένων φυλάξασθαι. συμβάντων δὲ οὕτως τούτων καὶ κομισθέντων μὲν τῶν γραμμάτων, γενομένης δὲ τῆς ἐφόδου, ἐπίστευσαν οἱ στρατιῶται πάντα, καὶ τὰ νῦν καὶ τὰ πρότερον, κατὰ τοῦ Φρυνίχου δι’ ἔχθραν ὑπὸ Ἀλκιβιάδου γεγενῆσθαι. καὶ αὖθις Ἀριστοφάνης· Φρυνίχου παλαίσμασιν, ἀντὶ τοῦ στρατηγήμασι· στρατηγοῦντος γὰρ αὐτοῦ ἡττήθησαν οἱ Ἀθηναῖοι καὶ πολλοὶ αὐτῷ προσεκρούσθησαν, ὡς προδόντος τὸν πόλεμον. κωμικὸς ποιητής, ὃς κινουμένους τοὺς χοροὺς εἰσῆγε καὶ παλαίοντας. ἦν δὲ στρατηγὸς Ἀθηναίων, ἐφ’ οὗ πολλοὶ τῶν τραγικῶν ἄτιμοι ἐγένοντο. γεγόνασι δὲ Φρύνιχοι τέσσαρες. | ] |
| pi | 388 | [ | Πάραλος ἢ Σαλαμινία· αὗται ἱεραὶ τριήρεις δημόσιαι, ἐπὶ τὰς τῆς πόλεως χρείας πεμπόμεναι καὶ ταχυναυτοῦσαι· καὶ ἦσαν ὡς ἂν ὑπηρέτιδες ταχεῖαι οὖσαι, ἡ μὲν ὑπηρετοῦσα εἰς τὰ θεωρικά, ἡ δὲ εἰς τὰ δημόσια. καὶ αὖθις· οἱ δὲ Ἀθηναῖοι πέμπουσι τὴν Πάραλον, καλοῦντες αὐτὸν ἐπὶ κρίσιν. τουτέστιν Ἀλκιβιάδην. | ] |
| pi | 390 | [ | Πάραλοι· οἵ τε ἐν τῇ νηῒ τῇ Παράλῳ πλέοντες καὶ οἱ τὴν παράλιον τῆς Ἀττικῆς κατοικοῦντες· ὥσπερ ἕτεροι Πεδιάσιοι καὶ Διάκριοι. Πάραλος δὲ τριήρης ἱερὰ καλεῖται, ἥτις διηνεκῶς ταῖς ἐπειγούσαις χρείαις ὑπηρέτει. ὁπότε δὲ ἐκ τῆς ἀλλοδαπῆς μεταπέμψασθαι στρατηγὸν ἠβούλοντο, ὥσπερ Ἀλκιβιάδην ἀπὸ Σικελίας, τῇ Παράλῳ ἐχρῶντο. λέγεται δὲ ἡ αὐτὴ καὶ Σαλαμινία. ὕστερον δὲ ἄλλαι δύο προσεγένοντο αὐταῖς, Ἀντιγονίς τε καὶ Δημητριάς. | ] |
| sigma | 47 | [ | Σαλαμινία ναῦς· δύο ἦσαν νῆες παρὰ τοῖς Ἀθηναίοις ὑπηρέτιδες ταχυδρόμοι, ἡ Πάραλος καὶ ἡ Σαλαμινία· ὧν ἡ μὲν Σαλαμινία τοὺς ἐγκαλουμένους εἰς κρίσιν ἦγεν· ἣν καὶ ἐπὶ Ἀλκιβιάδου φησὶ πεμφθῆναι Θουκυδίδης. ἡ δὲ Πάραλος τὰς θεωρίας ἀπῆγε, τουτέστι τὰ εἰς θυσίαν πεμπόμενα. | ] |
| sigma | 428 | [ | Σιμαίθα· ὄνομα πόρνης Μεγαρικῆς, ἧς ἠράσθη καὶ Ἀλκιβιάδης. | ] |
| sigma | 511 | [ | Σίφνιοι· οὗτοι πλουσιώτατοι ἐγένοντο, οὐ μόνον τῶν νησιωτῶν, ἀλλὰ καὶ τῶν ἠπειρωτῶν εὖ μάλα συχνῶν. ἕως μὲν οὖν τὴν δεκάτην ἐς Δελφοὺς ἀπέστελλον εὐτάκτως καὶ ἐπείθοντο τῷ χρησμῷ τῷ τοῦτο προστάξαντι, τὰ τοῦ πλούτου αὐτοῖς ἐπίδοσιν εἶχε, φανέντων ἀργυρείων μετάλλων. ἐπεὶ δὲ τὴν φορὰν τὴν τῆς ἀπαρχῆς ἐξέλιπον, θάλασσα ἐπιρρεύσασα καὶ ἐπικλύσασα ἠφάνισεν αὐτοῖς τὴν τοῦ πλούτου χορηγίαν, περιῆλθόν τε εἰς πενίαν νησιωτικὴν καὶ ἀπορίαν δεινήν. ἐκ τῶν Ἴωνος Φρουρῶν. φησὶ δὲ καὶ Ἀριστοφάνης· ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ’ ἔχειν. τουτέστιν ἡ πόλις τῶν Ἀθηναίων ποθεῖ μὲν ὡς δραστήριον τὸν Ἀλκιβιάδην, μισεῖ δὲ ὡς τυραννικόν. ἐπιφέρει γάρ, μισῶ πολίτην, ὅς τις ὠφελεῖν πάτραν βραδὺς φανεῖται, μεγάλα δὲ βλάπτειν ταχύς· καὶ πόριμον αὑτῷ, τῇ πόλει δ’ ἀμήχανον. καὶ τοῦτο περὶ Ἀλκιβιάδου, βραδέως μὲν ὠφελοῦντος τὴν πατρίδα, ταχέως δὲ βλάπτοντος. | ] |
| sigma | 713 | [ | Σκύμνος· σκύλαξ λέοντος. οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν. μάλιστα μὲν λέοντα μὴ’ ν πόλει τρέφειν· ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. Αἰσχύλος λέγει περὶ Ἀλκιβιάδου, μὴ ἀνατρέφειν φρόνημα, ἐὰν δὲ ἀνατραφῇ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθασσεῦσαι. καὶ ὁ μὲν Εὐριπίδης συμβεβούλευκε μὴ δέξασθαι· ὁ δὲ Αἰσχύλος τοιαύτην τινὰ διάνοιαν, μὴ καταδέξασθαι ἢ καταδεξάμενον τροποφορεῖν. καὶ ὁ μὲν Αἰσχύλος σοφῶς εἶπεν, ὁ δὲ Εὐριπίδης σαφῶς. | ] |
| sigma | 829 | [ | Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. | ] |
| tau | 1070 | [ | Τροχιλέας· Σωκράτης πρὸς Ἀλκιβιάδην εἰπόντα, ὡς οὐκ ἀνεκτὴ ἡ Ξανθίππη λοιδοροῦσα· ἀλλ’ ἔγωγ’ , ἔφη, συνείθισμαι καθαπερεὶ καὶ τροχιλέας ἀκούων συνεχές. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: