Α | Αἰγίδας | [ | Αἰγίδας ἐκάλουν τὰ ἐκ τῶν στεμμάτων δίκτυα· Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως καὶ Νυμφόδωρος. Ἡρόδοτος δ' ἐν δʹ ταύτας φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι. | ] |
Α | Ἀναγινωσκόμενος | [ | Ἀναγινωσκόμενος: ἀντὶ τοῦ ἀναπειθόμενος Ἀντιφῶν, Ἰσαῖος, Ἡρόδοτος ἐν αʹ. | ] |
Α | Ἀπαρτιλογία | [ | Ἀπαρτιλογία: Λυσίας ἐν τῷ πρὸς Ἀρέσανδρον καὶ Ἡρόδοτος ἀντὶ τοῦ ἀπηρτισμένος καὶ πλήρης ἀριθμός. | ] |
Α | Ἀποσάξαντα | [ | Ἀποσάξαντα: Δείναρχος ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα καὶ ἀποπληρώσαντα. [ Ἡρόδοτος ἐν ϛʹ. ] | ] |
Α | Ἀρτεμισία | [ | Ἀρτεμισία: Δημοσθένης περὶ τῆς Ῥοδίων ἐλευθερίας. δύο γεγόνασιν αὗται, Καρικαὶ γένος καὶ βασιλίδες ἀμφότεραι, ἡ μὲν πρώτη κατὰ τὰ Περσικὰ, θυγάτηρ δ' ἦν Λυγδάμιδος, ἧς καὶ Ἡρόδοτος μνημονεύει. ἡ δὲ νεωτέρα, ἧς ὁ Δημοσθένης, θυγάτηρ μὲν ἦν Ἑκατόμνω, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου, ἥν φησι Θεόπομπος φθινάδι νόσῳ ληφθεῖσαν διὰ τὴν λύπην τὴν ἐπὶ τοῦ ἀνδρὸς καὶ ἀδελφοῦ Μαυσώλου ἀποθανεῖν. | ] |
Α | Ἀταρνεύς | [ | Ἀταρνεύς: πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον· Ἰσοκράτης Πανηγυρικῷ, Ἡρόδοτος ἐν ϛʹ. | ] |
Γ | Γέρρα | [ | Γέρρα: Δημοσθένης ὑπὲρ Κτησιφῶντος τούς τε ἐκ τῶν σκηνῶν τῶν κατὰ τὴν ἀγορὰν ἐξεῖργον καὶ τὰ γέρρα ἐνεπίμπρασαν. Περσικὰ μέν τινα ὅπλα τὰ γέρρα ἐστὶ, καθὰ καὶ Ἡρόδοτός φησιν· ἤδη δὲ καταχρηστικῶς καὶ ἅπαν σκέπασμα, εἴτε δερμάτινον εἴη εἴτε ἄλλης τινὸς ὕλης, γέρρον ἐλέγετο. νῦν γοῦν τὰ τῶν σκηνῶν σκεπάσματα καὶ παρακαλύμματα ἐμπίπρασθαί φησιν ὁ Δημοσθένης ὑπὲρ τοῦ μὴ συνεστάναι περὶ τὰ ὤνια ἐπὶ τῆς ἀγορᾶς μηδὲ πρὸς ἄλλοις τισὶ τὰς διατριβὰς ἔχειν. ἐν δὲ τῷ κατὰ Νεαίρας, εἰ γνήσιος ὁ λόγος, φησὶν οὕτω· τοὺς δὲ πρυτάνεις κελεύει τιθέναι τοὺς καδίσκους ὁ νόμος καὶ τὴν ψῆφον διδόναι προσιόντι τῷ δήμῳ, πρὶν τοὺς ξένους εἰσιέναι καὶ τὰ γέρρα ἀναιρεῖν. ἤτοι οὖν ταὐτόν ἐστι τῷ ὑπὲρ Κτησιφῶντος, ἢ τοιοῦτό τι ὑποληπτέον ὡς παρὰ τοῖς ἐκκλησιάζουσι πολίταις ἡ ψῆφος ὑπὸ τῶν πρυτάνεων ἐδίδοτο πρὶν εἰσιέναι τοὺς ξένους καὶ πρὶν ἀναιρεθῆναι τὰ περιφράγματα, τουτέστι πρὶν ἀναπετασθῆναι τὴν ἐκκλησίαν παντὶ τῷ εἰπεῖν βουλομένῳ. | ] |
Γ | Γόργυρα | [ | Γόργυρα: τὸ κατὰ γῆς ὄρυγμα· Δείναρχος, Αἰσχίνης. ἔστι καὶ παρ' Ἡροδότῳ ἐν γʹ. | ] |
Δ | Δορίσκος | [ | Δορίσκος: χωρίον τῆς Θρᾴκης· Δημοσθένης ὑπὲρ Κτησιφῶντος καὶ Ἡρόδοτος. | ] |
Ε | Ἑδωλιάσαι | [ | Ἑδωλιάσαι: Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ἀπολογισμὸς ὧν πεπολίτευται ἐπὶ τοῦ συγκαθίσαι. καὶ ἑδώλια αἱ ἐν ταῖς ναυσὶ καθέδραι· Ἡρόδοτος αʹ. | ] |
Λ | Λογοποιός | [ | Λογοποιός: ὁ ὑφ' ἡμῶν ἱστορικὸς λεγόμενος· Ἰσοκράτης Βουσίριδι καὶ Ἡρόδοτος ἐν τῷ βʹ. | ] |
Λ | Λυκιουργεῖς | [ | Λυκιουργεῖς: Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. Δίδυμός φησι τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας, τοῦ Μύρωνος υἱοῦ, οὕτως εἰρῆσθαι. ἀγνοεῖν δὲ ἔοικεν ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δὲ ἀπὸ πόλεων καὶ ἐθνῶν· κλίνη Μιλησιουργής Κριτίας φησὶν ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. μήποτ' οὖν γραπτέον καὶ παρ' Ἡροδότῳ ἐν τῇ ζʹ, ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιεργέας, ἵνα ὥσπερ παρὰ τῷ Δημοσθένει οὕτως ὀνομάζηται τὰ ἐν Λυκίᾳ εἰργασμένα. | ] |
Μ | Μελίνη | [ | Μελίνη: Δημοσθένης Φιλιππικοῖς. ὀσπρίου ἐστὶ σπέρμα, καὶ ἀρσενικῶς λέγουσι· θηλυκῶς δὲ Σοφοκλῆς Τριπτολέμῳ κνήμη μελίνης καὶ Ἡρόδοτος σπείροντες μελίνην. Ξενοφῶν Ἀναβάσεως αʹ καὶ σίτου καὶ μελίνης ἐν δὲ τῷ αὐτῷ πολὺν δὲ σήσαμον καὶ μέλινον καὶ ἐν ϛʹ καὶ ὄσπρια πάντα καὶ μελίνους. ἔνιοι μὲν οὖν εἶδος κέγχρου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον· Θεόφραστος δὲ ἐν ζʹ περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει, κέγχρον ἢ μελίνην ἢ ἔλυμον. | ] |
Ν | Ναυκραρικά | [ | Ναυκραρικά: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. μήποτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς Ναυκρατιτικά, ἵν' ᾖ ἀπὸ Ναυκρατιτικοῦ πλοίου ἢ Ναυκρατιτῶν ἐμπλεόντων· ἡ γὰρ Ναύκρατις τὸ παλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου. ἐὰν δὲ ᾖ ναυκραρικὰ, εἴη ἂν τὰ τῶν ἀρχόντων· ναυκράρους γὰρ τὸ παλαιὸν τοὺς ἄρχοντας ἔλεγον, ὡς καὶ ἐν τῇ εʹ Ἡρόδοτος δηλοῖ. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ φησὶ κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. [ δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησαν. ] | ] |
Ν | Νεῶσι | [ | Νεῶσι: Δημοσθένης κατ' Αἰσχίνου [+]. πόλις ἐστὶν ἐν τῇ Φωκίδι, ἣν Ἡρόδοτος μὲν ἐν ηʹ Νεῶνα ὀνομάζει, Ἀνδροτίων δ' ἐν ϛʹ Ἀτθίδος [+] Νεῶνας. | ] |
Π | Προναία | [ | Προναία: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Προναία διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρύσθαι. ταύτην δὲ Ἡρόδοτος ἐν τῇ ηʹ Προνηΐην ὀνομάζει. ἱστορήκασι δὲ περὶ αὐτῆς ἄλλοι τε καὶ Στάφυλος ἐν τῷ περὶ Αἰολέων. | ] |
Τ | Τιτακίδαι | [ | Τιτακίδαι: Ἰσαῖος ἐν τῷ πρὸς Νικοκλέα. δῆμός ἐστι τῆς Αἰαντίδος φυλῆς οἱ Τιτακίδαι, ὡς Νίκανδρος ὁ Θυατειρηνὸς ἐν τῷ περὶ τῶν δήμων δηλοῖ. μήποτε δὲ ἀπὸ Τιτακοῦ ὠνομάσθησαν, οὗ μνημονεύει Ἡρόδοτος. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: