Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Works Catalog

Aristophanes Atheniensis (Aristophanes) - urn:cts:greekLit:tlg0019.suda013 (The Knights)

alpha 1257[ Ἀλιτήριος: ἀνόσιος, ὁ ἐνεχόμενος μιάσματι καὶ ἐξημαρτηκὼς εἰς θεούς. Ἀριστοφάνης Ἱππεῦσιν· ἐκ τῶν ἀλιτηρίων σέ φημι γεγονέναι τῶν τῆς θεοῦ. ]
alpha 3870[ Ἀρύβαλλος: οὐ μόνον παρὰ Στησιχόρῳ καὶ ἄλλοις Δωριεῦσιν, ἀλλὰ καὶ ἐν Ἱππεῦσιν Ἀριστοφάνης· εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ. ]
alpha 3932[ Ἀριστοφάνης, Ῥόδιος ἤτοι Λίνδιος, οἱ δὲ Αἰγύπτιον ἔφασαν. οἱ δὲ Καμειρέα· θέσει δὲ Ἀθηναῖος· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖς· κωμικὸς, υἱὸς Φιλίππου, γεγονὼς ἐν τοῖς ἀγῶσι κατὰ τὴν ριδʹ Ὀλυμπιάδα, εὑρετὴς τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδας σχὼν Ἀραρότα, Φίλιππον, Φιλέταιρον, κωμικούς. τινὲς δὲ αὐτὸν καὶ ἀπόδουλον ἱστορήκασι. δράματα δὲ αὐτοῦ μδʹ. ἅπερ δὲ πεπράχαμεν Ἀριστοφάνους δράματα ταῦτα· Ἀχαρνεῖς, Βάτραχοι, Εἰρήνη, Ἐκκλησιάζουσαι, Θεσμοφοριάζουσαι, Ἱππεῖς, Λυσιστράτη, Νεφέλαι, Ὄρνιθες, Πλοῦτος, Σφῆκες. ]
chi 119[ Χαρίσασθαι· ἀντὶ τοῦ κατορθῶσαι. ὀλίγοις χαρίσασθαι. παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσι. ]
delta 572[ Διακεκναισμένη· διεφθαρμένη. καὶ Διακεκναισμένος, ἠμαυρωμένος. εἰ γενοίμην ὠχρός, ὡς οἱ περὶ τὸν Σωκράτην, καὶ ἀνυπόδετος καὶ ῥυπῶν. οἱ γὰρ ἱππεῖς εὖχροι καὶ ὑποδεδεμένοι καὶ ἐν γυμνασίοις ἐξεταζόμενοι καὶ παλαίστραις. καὶ ἐν Ἱππεῦσι· μὴ φθονεῖτε ἡμῖν κομῶσι μηδ’ ἀπεστλεγγισμένοις. τουτέστι λιπῶσι. τοῦτο οὖν καὶ νῦν ὁ νεανίσκος δεδοικέναι φησί, τὸ ἀπεχθέσθαι τοῖς περὶ τὴν ἱππικὴν ἔχουσιν, εἰ καταλιπὼν τὸ κοσμεῖν τὸ σῶμα καὶ μετιέναι τὰ τῶν ἱππέων ἐπιτηδεύματα, τῶν φιλοσόφων μετέλθω. καὶ ἐν Νεφέλαις· οὐ γὰρ ἂν τλαίην ἰδεῖν τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος. ]
iota 582[ Ἰππούμενος· πιεζόμενος, ἀναγκαζόμενος. Ἀριστοφάνης Ἱππεῦσιν· ἰππούμενος ταῖς συμφοραῖς. ]
omega 84[ Ὦ μέλε· παρὰ τοῖς νεωτέροις ὑπὸ τῶν γυναικῶν λέγεται μόνον· ὡς τὸ ὦ τάλαν· παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπ’ ἀνδρῶν. καὶ ἐν Ἱππεῦσιν Ἀριστοφάνους καὶ ἐν Θεαιτήτῳ [+] Πλάτωνος. Μένανδρος Συνερώσῃ· ἄφες τὸν ἄνθρωπον. τί κόπτεις, ὦ μέλε; σημαίνει δὲ ὦ δείλαιε, ὦ πονηρέ. ἔνιοι δὲ ὦ ἐπιμελείας ἄξιε καὶ οἷον μεμελημένε. πρόσφθεγμα, τουτέστι κάκιστε, κακοδαιμονέστατε, οἰκτρότατε. ]
omicron 770[ Οὐ γάρ μ’ οὔ’ στιν ἀλλ’ ἀκουστέον· τὸ τέλειον, οὐ γὰρ ἀλλά μοι ἐστὶν ἀκουστέα. ἀντὶ τοῦ πάνυ γάρ. Ἀριστοφάνης Βατράχοις. καὶ ἐν Ἱππεῦσιν· ἄπιθ’ · οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις. ἀντὶ τοῦ καὶ γὰρ τοῦ παραθέντος ἡ χάρις. ]
phi 22[ Φαθί· ὀξυτόνως. ἐξόπισθεν αὐτὸ φαθὶ τοῦ μόλωμεν. αὐτόθι. Ἀριστοφάνης Ἱππεῦσι. ]
psi 123[ Ψολοκομπία· ἀλαζονεία. Ἀριστοφάνης Ἱππεῦσιν· ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις. μεγαλοδοξίαις καὶ μεγαλοπορίαις. ἀπὸ τῶν προειρημένων ὀνομάτων, τοῦ βροντᾶν καὶ ταράττειν τὴν γῆν καὶ κρημνοὺς ἐρείδειν καὶ κεραυνοῖς χρῆσθαι· τῶν γὰρ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντες, οἱ κατὰ τὴν ψαῦσιν ὀλλύντες, οἱ δὲ ἀργῆτες καλοῦνται. ]
psi 130[ Ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου· ἡ παροιμία παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσιν. ἐλέχθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ διεσκυλμένων. παρὰ δὲ Διφίλῳ ἐν τοῖς Ἐναγίσμασι παραπεποίηται ἄχρι τοῦ λάρυγγος. ]
sigma 1265[ Στυφελισμούς· ὀργάς, ὕβρεις, μέμψεις, λοιδορίας. οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελισμούς. Ἀριστοφάνης Ἱππεῦσι. ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπε. καὶ ἐν Μυθικοῖς· ὅθι στυφελῶν ἀπὸ πετρῶν ὀστρακόεντα νῶτα καὶ ἀγκύλα γυῖα κεάσθη. ]
tau 340[ Τερηδών· συστέλλει. σκώληξ ξυλοτρώκτης, οἰκῶν ἐν ξύλῳ. Ἀριστοφάνης Ἱππεῦσιν· ἀλλ’ ἐάν με χρή, ὑπὸ τερηδόνων σαπεῖσ’ ἐνταῦθα καὶ καταγηράσομαι. καὶ αὖθις· σὺ δ’, ὦ Τερηδών, ἐπαναφύσα Περσικόν. ἀντὶ τοῦ βάρβαρον καὶ φυσικὸν ᾆσμα. καὶ Περσικὸν ὄρχημα. ]
theta 451[ Θρανεύσεται· ἐκταθήσεται. θράνον γὰρ τὸ ὑποπόδιον, ὅπου τὰ δέρματα ἐκτείνεται. ἡ βύρσα σου θρανεύσεται. Ἀριστοφάνης Ἱππεῦσι. ]
upsilon 393[ Ὑπέρχεται· αἰτιατικῇ. ἀντὶ τοῦ ὑπάγεται τὸν δῆμον καὶ ὑποτρέχει καὶ κολακεύει καὶ καταπραΰνει, ὑπάγων τὴν ὀργὴν ἅπασαν τὴν πρὸς αὐτόν. Ἀριστοφάνης Ἱππεῦσιν· εἶδες οἷ ὑπέρχεται ὡσπερεὶ γέροντας ἡμᾶς ἐκκοβαλικεύεται. ἀντὶ τοῦ λῃστεύει· κόβαλοι γὰρ οἱ μετὰ ξύλου λῃσταί. τοὺς αὐτοὺς δὲ καὶ κορυνηφορεῖς. οἱ δὲ κόβαλον τὴν μετ’ ἀπάτης παιδιάν. ὥσπερ, φησί, γέροντας, δικαστὰς ἐκπανουργεῖ, οὕτω καὶ ἡμᾶς ἐπιχειρεῖ ἀπατᾶν· κόβαλα γὰρ καλοῦσι τὰ πανουργήματα. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License