Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Aristophanes Atheniensis (Aristophanes) - urn:cts:greekLit:tlg0019.suda015 (Lysistrata)

alpha 3932[ Ἀριστοφάνης, Ῥόδιος ἤτοι Λίνδιος, οἱ δὲ Αἰγύπτιον ἔφασαν. οἱ δὲ Καμειρέα· θέσει δὲ Ἀθηναῖος· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖς· κωμικὸς, υἱὸς Φιλίππου, γεγονὼς ἐν τοῖς ἀγῶσι κατὰ τὴν ριδʹ Ὀλυμπιάδα, εὑρετὴς τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδας σχὼν Ἀραρότα, Φίλιππον, Φιλέταιρον, κωμικούς. τινὲς δὲ αὐτὸν καὶ ἀπόδουλον ἱστορήκασι. δράματα δὲ αὐτοῦ μδʹ. ἅπερ δὲ πεπράχαμεν Ἀριστοφάνους δράματα ταῦτα· Ἀχαρνεῖς, Βάτραχοι, Εἰρήνη, Ἐκκλησιάζουσαι, Θεσμοφοριάζουσαι, Ἱππεῖς, Λυσιστράτη, Νεφέλαι, Ὄρνιθες, Πλοῦτος, Σφῆκες. ]
epsilon 1633[ Ἐξεπιώκατον· θλίβουσιν, ἢ ἐθλίψατε. ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξεπιώκατον. Ἀριστοφάνης Λυσιστράτῃ. ]
eta 4[ Ἦ· χωρὶς τοῦ ν ἀντὶ τοῦ ἦν. ἀλλ’ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. ἀντὶ τοῦ ἔα. Ἀριστοφάνης Ὄρνισι. καὶ ἐν Λυσιστράτῃ· ἦ δεκέτις. ἀντὶ τοῦ ἔα, κατὰ συναίρεσιν ἦ. ]
kappa 1257[ Κεκωδωνισμένος· ἐξητασμένος. ἀπὸ τῶν τοὺς φύλακας διὰ τοῦ κώδωνος ἐξεταζόντων. καὶ διακωδωνίσαι, τὸ ἐξετάσαι. Ἀριστοφάνης Λυσιστράτῃ· ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν. ]
lambda 236[ Λέκιθος· εἶδος ὀσπρίου, ὃ καλεῖται πισσός, διὰ τὸ ἐοικέναι τὴν χρόαν λεκίθῳ ᾠοῦ. ἀπὸ μέρους οὖν τὴν ὀσπριόπωλιν δηλοῖ. καὶ ἐν τῇ Λυσιστράτῃ· νὴ τὸν Δί’ ἔγωγ’ οὖν ἄνδρα κομήτην φυλαρχοῦντα εἶδον ἐφ’ ἵππου εἰς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός. ]
lambda 812[ Λυκόποδες· οὕτως ἐκάλουν τοὺς τῶν τυράννων δορυφόρους· τοὺς γὰρ ἀκμάζοντας τῶν οἰκετῶν ἐπὶ τῇ τοῦ σώματος φυλακῇ ἔβαλλον. λυκόποδες δὲ ἐκαλοῦντο, ὅτι διὰ παντὸς εἶχον τοὺς πόδας λύκων δέρμασι κεκαλυμμένους, ὥστε μὴ ἐπικαίεσθαι ἐκ τοῦ περιέχοντος· ἢ διὰ τὸ ἔχειν ἐπὶ τῶν ἀσπίδων ἐπίσημον λύκον. ὁ δὲ Ἀριστοφάνης ἐν Λυσιστράτῃ τοὺς Ἀλκμαιονίδας φησίν. οὗτοι γὰρ πόλεμον ἀράμενοι πρὸς Ἱππίαν τὸν τύραννον καὶ τοὺς Πεισιστράτους ἐτείχισαν Λειψύδριον τὸ ὑπὲρ Πάρνηθος· εἰς ὃ συνῆλθόν τινες τῶν ἐκ τοῦ ἄστεος, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License