Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Works Catalog

Valerius Babrius (Babrius) - urn:cts:greekLit:tlg0614.suda001 (Mythiambi Aesopici)

alpha 433[ Ἄδεν: ἤρεσκεν. ἐν Μύθοις· οὐδέ οἱ οὐδ’ αἴθων ἄδε πόρδαλις, οὕνεκα θυμοῦ ἐμπλείη. ]
alpha 860[ Ἀκηδής: ἄταφος, ἀμελής. οἱ δὲ Ῥωμαῖοι τοὺς ἑαυτῶν πολεμίους ἀκηδεῖς οὐχ ὑπέμειναν παριδεῖν. καὶ Ἀκηδῶς, ἀντὶ τοῦ ἀτάφως. ἰδὼν ναυηγοῦ σῶμα ἐρριμμένον ἀκηδῶς καὶ ὀλιγώρως παρελθεῖν οὐκ ἐτόλμησεν, ἀλλὰ ἔθαψε τὸν τεθνεῶτα, θέαμα τῷ ἡλίῳ οὐδαμῇ φίλον ἀποκρύπτων ἀνθρωπίνῳ θεσμῷ. λέγεται καὶ Ἀκηδὴς ἐν Μυθικοῖς· πικρὴ μέν τε λύκοις, αὐτὰρ χιμάροισιν ἀκηδής. καὶ αὖθις· διαλύει τὸν τάφον ἀκηδῶς καὶ ἀνοίκτως καὶ ἀπὸ τῶνδε τῶν λίθων ἀνίστησι πύργον. ἐκεῖθεν ἑάλω ἡ πόλις. ]
alpha 1478[ Ἀμαλθείας κέρας: ἐπὶ τῶν ἀφθόνως ζώντων καὶ εὐθυνούντων καὶ εὐπραγούντων. ἐν Μύθοις· ἔνθ’ ἵνα μοι βίος ἐστὶν Ἀμαλθείης κέρας αἰγός. Ἀμάλθεια γὰρ ἡ τροφὸς τοῦ Διὸς παρὰ τὸ μὴ μαλάσσεσθαι. ]
alpha 2284[ Ἄνεως: ὁ ἄφωνος. ἐν Μυθικοῖς· ὥς φάσαν· οὐδὲ ἄναξ ἄνεως ἦν. ]
alphaiota 269[ Αἰπεινή· ὑψηλή. αἰπεινὴν ἐλάτην ἔρις ὤρορεν αἴσυλα φάσθαι. καὶ Αἰπειναῖς, ὑψηλαῖς, μακραῖς. ἐν Μύθοις· αἰπειναῖς ἐλάταις ἔρισε βατίς· ἡ μὲν ἔειπε καὶ ναῦς καὶ νηοὺς τεμνομένη τελέειν. ]
alphaiota 339[ Αἴσυλα· παράνομα, ἄδικα. ἐν Μύθοις· αἰπεινὴν ἐλάτην ἔρις ὤρορεν αἴσυλα φάσθαι. ]
beta 7[ ΒαβρίαςΒάβριος· Μύθους ἤτοι Μυθιάμβους. εἰσὶ γὰρ διὰ χωλιάμβων ἐν βιβλίοις ιʹ. οὗτος ἐκ τῶν Αἰσωπείων μύθων μετέβαλεν ἀπὸ τῆς αὐτῶν λογοποιΐας εἰς ἔμμετρα, ἤγουν τοὺς χωλιάμβους. ]
chi 402[ Χορίαμβος· μέτρον στίχων. ΒαβρίαςΒάβριος, Μύθους ἤτοι Μυθικά· εἰσὶ γὰρ διὰ χοριάμβων, ἐν βιβλίοις δέκα. οὗτος ἐκ τῶν Αἰσωπείων μύθων μετέβαλεν ἀπὸ τῆς αὐτῶν λογοποιΐας εἰς ἔμμετρα· ἤγουν τοὺς χοριάμβους. ]
delta 1566[ Δύη· ἡ κακοπάθεια, ἡ δυστυχία. ὅθεν καὶ δοῦλος, δυηλός τις ὤν. Καλλίμαχος· δύην ἀπόθεστ’ ἀλάλκοι. ἣν οὐδεὶς ποθεῖ. ἐν Μύθοις· τοὔνεκα τὴν ἰδίην οὔτις ὄπωπε δύην. ]
epsilon 3559[ Εὐλαί· σκώληκες. καὶ Εὐλαίων, τῶν σκωλήκων. ἡ δὲ Φερετίμα, ἡ Κυρήνης βασίλισσα, ἀνθ’ ὧν ἔδρασε δίκας ἔδωκε· ζῶσα γὰρ ἐξέζεσεν εὐλέων. ὅ ἐστι σκωλήκων. ὥς φησι Βάβριος ἐν μυθικοῖς. καὶ αὖθις· ἐξέζεσε ζῶν κακοῖς θηρίοις, οἱ μὲν εὐλαῖς, οἱ δὲ ὅτι οὐ ταύταις, φθειρσὶ δὲ μᾶλλον. ἢ οὕτως· φθειρσί γε μήν. ]
eta 420[ Ἠπεδανός· ἀσθενής. ἐν Μύθῳ· ἐγγύθι δ’ ἔστη ἠπεδανοῖο λέοντος. ]
kappa 442[ Καρχαρόδους· τραχεῖς ὀδόντας ἔχων. καὶ κάρχαρον, τὸ τραχύ. καὶ κάρχαρόν τι μειδήσας, σοὶ μισθὸς ἀρκεῖ, φησί, τῶν ἰατρειῶν, κεφαλὴν λυκείου φάρυγγος ἐξελεῖν σώαν. ἐν Μυθικοῖς. ]
kappa 1863[ Κνηκίας· ὁ λύκος. Βάβριος ἐν τοῖς μυθικοῖς· ὁ δ’ ἐκλυθεὶς πόνων τε κἀνίης πάσης, τὸν κνηκίαν χάσκωντα λακτίσας φεύγει. τουτέστι τὸν λύκον. ]
lambda 170[ Λάχος· μοῖρα. ἐν οἷς ἦν καὶ συὸς ἀγρίου μέγα λάχος. λέγεται δὲ καὶ Πρόλαχος, ἡ πρώτη μερίς. καὶ αὖθις ἐν Μύθοις· τοῦτο μὲν οὖν πρῶτον λάχος[ μέρος] οἴσομαι. καὶ αὖθις· σφαῖρα δὲ λάχος κονίης ἐμίχθη. ]
lambda 497[ Λίβυσσα ὄρνις· ἡ στρουθοκάμηλος. ἐν Μυθικοῖς· ἀλλὰ Λίβυσσα στρουθὸς ἁλισκομένη πλάζε καὶ ἀμφοτέρους. ]
nu 163[ Νέμεσις· μέμψις, δίκη, ὕβρις, φθόνος, τύχη. τὴν τῶν ἀλαζόνων τιμωρὸν συνέντες Νέμεσιν, ἥπερ αὐτοὺς μετῆλθε σὺν τῇ δίκῃ. καὶ αὖθις· οὐκ ἔλαθε τὴν ἅπασιν ἐναντιουμένην τοῖς ὑπερηφάνοις Νέμεσιν, ἀλλ’ ἐν ταῖς ἰδίαις ἠναγκάσθη παιδευθῆναι συμφοραῖς. παρῆν δ’ ἡ Νέμεσις, ἣ τὰ γῆς ἐποπτεύει· ἢ καὶ ἄλλως, ἣ τἄδικ’ ἐποπτεύει. Βάβριός φησιν ἐν Μυθικοῖς. καὶ Αἰλιανός· Νεμέσεως ἐφόρου, τρόπους ὑπερόπτας καὶ ὑπερηφάνους κολαζούσης, ἐναργῆ μαρτύρια. καὶ παροιμία· Νέμεσις δέ γε πὰρ πόδας βαίνει· παρόσον μέτεισι ταχέως ἡ δαίμων τοὺς ἡμαρτηκότας. λήθουσα δὲ πὰρ πόδας βαίνεις, γαυρούμενον αὐχένα κλίνεις, ὑπὸ πῆχυν ἀεὶ βιοτὰν κρατεῖς. ]
omicroniota 188[ Οἶτος· ὁ μόρος. ἐν Μυθικοῖς· οὔτι δίκης ἀπάνευθεν ἀεικέϊ δάμναμαι οἴτῳ. ]
phi 266[ Φηλοῦν· ἀπατᾶν. Μένανδρος Ἁλιεῖ· δύ’ οἰκίας φηλῶν γερόντων, ὡς λέγεις, ἀβελτέρων. καὶ Φηλωθεῖσα, ἀντὶ τοῦ ἐξαπατηθεῖσα. ἐν Μύθοις· κέρδεσι φηλωθεῖσα θοὴ κεμάς. ἔνθεν καὶ φήληκες τὰ ἄγρια σῦκα, τὰ τῇ δείξει πέπειρα. ]
pi 1920[ Πολλόν· ὡς ἐπὶ τὸ πλεῖστον. ἐν Μύθοις· τὸ δὲ πολλὸν ἀγηνόρα μέμφετο τίγριν. ]
pi 2097[ Πορφύρῃ· ταράσσηται. καὶ ἐν Μυθικοῖς· καὶ οἱ πορφύροντι διακριδὸν ἀμφὶς ἕκαστα. ]
pi 2460[ Προκάρηνος· ἐπὶ κεφαλήν. ἐν Μύθοις· ἠχήεις ἐτάνυσσε βαλὼν προκάρηνον ἀήτης. ]
psi 31[ Ψαφαρῇ· καὶ νάρδῳ ψαφαρῇ, κεγχρίτισιν ἰσχάσιν ἀμφί. καὶ αὖθις ἐν Μύθοις· ἔστασαν, οὐδὲ κόμας ψαφαρῇ μίαντο κονίῃ. ]
sigma 1265[ Στυφελισμούς· ὀργάς, ὕβρεις, μέμψεις, λοιδορίας. οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελισμούς. Ἀριστοφάνης Ἱππεῦσι. ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπε. καὶ ἐν Μυθικοῖς· ὅθι στυφελῶν ἀπὸ πετρῶν ὀστρακόεντα νῶτα καὶ ἀγκύλα γυῖα κεάσθη. ]
sigma 1586[ Συνθεσία· συνθήκη, ἀσφάλεια. ἐν Μυθικοῖς· μετὰ δὲ σφίσι πιστώσαντο συνθεσίην. ]
tau 105[ Τἀπίχειρα· τὸν μισθόν, τὰς ἀμοιβάς. ἀμείνονα ἔχων τἀπίχειρα τῆς ἥττης. ἐν Μυθικοῖς. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License