alpha | 302 | [ | Ἀγορανομίας: λογιστίας. εἴρηται δὲ ἐπὶ τῶν ἐπισκοπούντων τὰ τῶν πόλεων ὤνια. καὶ Ἀγορανόμοι, οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι τρεῖς τοὺς λαχόντας, τοὺς δ’ ἱμάντας ἐκ λεπρῶν. τουτέστι λώρους, φραγγέλια. τὸ γὰρ παλαιὸν φραγγέλοις ἔτυπτον οἱ λογισταὶ τῆς ἀγορᾶς. λεπρῶν δὲ οἱ μὲν ἀπὸ τοῦ λέπειν, ὅ ἐστι τύπτειν· οἱ δὲ ἀπὸ Λεπρέου πολίσματος τῆς Πελοποννήσου, ἧς μέμνηται καὶ Καλλίμαχος ἐν Ὕμνοις· Καυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτισται. οἱ δὲ ἐκ λεπρῶν βοῶν, διὰ τὸ τὰ ἐκ λεπρῶν βοῶν δέρματα ἰσχυρὰ εἶναι. οἱ δὲ ὅτι οἱ Μεγαρεῖς λεπροὶ τὸ σῶμα, πρὸς οὓς σπένδεται. ἄμεινον δὲ λέγειν, ὅτι τόπος ἔξω τοῦ ἄστεος Λεπροὶ καλούμενος, ἔνθα τὰ βυρσεῖα ἦν. οὗ καὶ ἐν Ὄρνισι μέμνηται· τί δ’ οὖν τὸν ἥλιον Λέπρεον οἰκίζετε. καὶ Ἀγορανομῶ· γενικῇ. | ] |
alpha | 2508 | [ | Ἀνθηρά· Ξενοφῶν· ὥσπερ ἐν τοῖς μουσικοῖς τὰ νέα καὶ τὰ ἀνθηρὰ εὐδοκιμεῖν. τῶν ὀρνέων τὰ μὲν χρήσιμα καὶ ἀνθηρὰ κατὰ τοὺς οἴκους ἀνατρέφομεν, τὰ δὲ μὴ ἀνθηρὰ ἐσθίομεν. Ἀριστοφάνης Ἀχαρνεῦσιν· εἶδες, ὦ πᾶσα πόλι, τὸν φρόνιμον ἄνδρα, τὸν ὑπέρσοφον, οἷον ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν· ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ’ αὖ πρέπει χλιαρὰ κατεσθίειν. | ] |
alpha | 3031 | [ | Ἀπεπλίξατο· Ἀριστοφάνης Ἀχαρνεῦσιν· οὐκ ἂν ἐλαφρῶς ἀπεπλίξατο. ἀντὶ τοῦ εὐχερῶς καὶ μετὰ ῥᾳστώνης ἀπεσείσατο καὶ ἀπέφυγε. πλὶξ γὰρ τὸ βῆμα· καὶ πλίγματα, τὰ πηδήματα. ἔνθεν καὶ τὸ περιβάδην ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηρος· αἱ δ’ εὖ μὲν τρώχων, εὖ δὲ πλίσσοντο πόδεσιν. ἔλεγον δὲ πλίξαν καὶ τὸ ἀπὸ τοῦ ἀντίχειρος εἰς τὸν λιχανὸν δάκτυλον διάστημα. καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν. | ] |
alpha | 3343 | [ | Ἀποκεκρουσμένον: οἷον ἠκρωτηριασμένον, ἀποκεκλασμένον, καὶ κεκολοβωμένον. δός μοι κυλίσκιον, χεῖλος ἀποκεκρουσμένον. ποτήριον. Ἀριστοφάνης Ἀχαρνεῦσιν. | ] |
alpha | 3932 | [ | Ἀριστοφάνης, Ῥόδιος ἤτοι Λίνδιος, οἱ δὲ Αἰγύπτιον ἔφασαν. οἱ δὲ Καμειρέα· θέσει δὲ Ἀθηναῖος· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖς· κωμικὸς, υἱὸς Φιλίππου, γεγονὼς ἐν τοῖς ἀγῶσι κατὰ τὴν ριδʹ Ὀλυμπιάδα, εὑρετὴς τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδας σχὼν Ἀραρότα, Φίλιππον, Φιλέταιρον, κωμικούς. τινὲς δὲ αὐτὸν καὶ ἀπόδουλον ἱστορήκασι. δράματα δὲ αὐτοῦ μδʹ. ἅπερ δὲ πεπράχαμεν Ἀριστοφάνους δράματα ταῦτα· Ἀχαρνεῖς, Βάτραχοι, Εἰρήνη, Ἐκκλησιάζουσαι, Θεσμοφοριάζουσαι, Ἱππεῖς, Λυσιστράτη, Νεφέλαι, Ὄρνιθες, Πλοῦτος, Σφῆκες. | ] |
alpha | 4343 | [ | Ἀτέραμνον: σκληρὸν, δυσμετάβλητον. Ἀτεράμονες, οὐχὶ ἀτέραμνοι. καὶ τὸ ἑνικὸν ἀτεράμων, οὐχὶ ἀτέραμνος. καὶ ὄσπρια ἀτεράμονα, οὐχὶ ἀτέραμνα. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἀτεράμονες, Μαραθωνομάχαι, σφενδάμνινοι. καὶ Ἀτεράμων, ἀκαταπόνητος. σκληρός. Αἰλιανός· ὁ δὲ ἀτεράμων ὢν ἀπεώσατο ἄρα τὸ δῶρον. οὐδεὶς δὲ ἦν οὕτως ἀτεράμων καὶ βάρβαρος τὴν ψυχὴν, ὃς οὐκ ἐπείθετο καὶ κατεκηλεῖτο τοῖς ἀπὸ τοῦ ἱεροῦ στόματος ἐκείνου ῥέουσι λόγοις. | ] |
alpha | 4493 | [ | Αὐτόθεν: ἀντὶ τοῦ ἐντεῦθεν. οὐκ ἔσθ’ ὅπως οὐκ εἰσὶν ἐνθάθ’ αὐτόθεν. Ἀριστοφάνης Ἀχαρνεῦσι. καὶ αὖθις· ἀλλὰ χρῆναι παῤ αὐτόθεν, ὡς ἔχουσιν, ἀντεπεξελθόντας ἐν χερσὶ στήσασθαι τὸ τέλος τοῦ πολέμου. ἢ Αὐτόθεν, ἀντί τοῦ οἴκοθεν, ἔνδοθεν. ὁ δὲ αὐτόθεν πρὸς τὸ ἀδικεῖν ὥρμηται. καὶ Ἰώσηπος· δῶρα δὲ αὐτόθεν πέμπειν τῷ βασιλεῖ. ἀντὶ τοῦ οἴκοθεν. ἢ Αὐτόθεν, ἐκεῖθεν. ἢ ἀπὸ τοῦ παρόντος χρόνου. οἱ δὲ Ῥωμαῖοι αὐτόθεν ἐλπίσαντες ἤδη τὴν παρεμβολὴν αἱρήσειν. ἀντὶ τοῦ ἐκ παραχρῆμα. καὶ Θουκυδίδης· χειμὼν ἦν, καὶ τοῖς Ἀθηναίοις τὸν πόλεμον αὐτόθεν ποιεῖσθαι οὔπω ἐδόκει. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: