Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Crates Atheniensis Comicus (Crates) - urn:cts:greekLit:tlg0433

Place of birth (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

comedy writer (Wikidata)

poet (Wikidata)

Works

urn:cts:greekLit:tlg0433.suda001
urn:cts:greekLit:tlg0433.suda002
urn:cts:greekLit:tlg0433.suda003
urn:cts:greekLit:tlg0433.suda004
urn:cts:greekLit:tlg0433.suda005
urn:cts:greekLit:tlg0433.suda006
urn:cts:greekLit:tlg0433.suda007
urn:cts:greekLit:tlg0433.suda008

alpha 708[ Ἀθάρα: ἄλευρον ἡψημένον. κλίνεται δὲ παρὰ μὲν Ἀττικοῖς διὰ τοῦ η ἀθάρης, ἡ δὲ κοινὴ διὰ τοῦ α ἀθάρας. Ἀριστοφάνης Πλούτῳ· ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς τοῦ γρᾳδίου. Ἀθάρην, οὐκ ἀθαρὴν τὴν ἐρεικτὴν καλοῦσι. Κράτης Ἥρωσιν· οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς ἀθάρης. ]
alpha 1317[ Ἄλλο ἕτερον· ἐκ παραλλήλου λέγουσιν. Μένανδρος Μέθῃ· εἶτ’ οὐκ εἶχεν οὐ πῦρ οὐ λίθον οὐκ ἄλλ’ ὅτι οὔθ’ ἕτερον. Κράτης Παιδιαῖς· τοῖς δὲ τραγῳδοῖς ἕτερος σεμνὸς πᾶσι λόγος ἄλλος δ’ ἔστιν. ]
alpha 2211[ Ἀνεβίω: ἀνέζησε. καὶ Ἀνεβιωσάμην, ἀντὶ τοῦ ἀναβιῶναι ἐποίησα. Κράτης. Ἀναβιώσκεται καὶ Ἀναβιώσκει μᾶλλον ἢ ἀναβιοῖ· λέγουσι δὲ καὶ ἀναζῆν. ]
alpha 2234[ Ἀνεκάς: ψιλῶς, τὸ ἄνω λέγουσι, καὶ Ἀνέκαθεν τὸ ἄνωθεν. Εὔπολις Αὐτολύκῳ· ἀνεκάς τ’ ἐπαίρω καὶ βδελυρὸς σὺ τὸ σκέλος. Κράτης Ἥρωσι· τὸν αὐχέν’ ἐκ γῆς ἀνεκὰς εἰς αὐτοὺς βλέπων. ]
alpha 4723[ Ἀψάλακτος: ἀπαθὴς, ἀτιμώρητος. ἀψάλακτον γὰρ τὸ ἄθικτον. οὕτως Κράτης. ]
delta 500[ Διαβάλλειν· τὸ ἐξαπατᾶν καὶ παραλογίζεσθαι. Θουκυδίδης αʹ καὶ Κράτης. καὶ Διαβάλλειν τὸ πέλαγος, τὸ διεκπερᾶν. ἐντεῦθεν ἐνόει διαβάλλειν τὸ ἐν μέσῳ πέλαγος καὶ λῃστεύειν τὰς νήσους. καὶ Ἀρριανός· αὐτόν τε κυβερνῶντα τὴν στρατηγίδα ναῦν διαβάλλειν. καί, διαβάλλειν ἐπιχειροῦντι Ἀλεξάνδρῳ τὸν Ὦξον ποταμόν. ἀντὶ τοῦ περᾶν. καὶ Διαβάλλω· αἰτιατικῇ. διαβάλλει τὸν ἀεὶ προτετιμημένον. ]
delta 845[ Διαψαλάττεσθαι· τὸ διαστέλλεσθαι εἰς ἔρευναν. τὸ γὰρ ἀψάλακτον, ἄθικτον. οὕτως Κράτης. ]
kappa 2319[ Κραμβοτάτου· ἡδυτάτου, ξηροτάτου. ἔπαιξε δὲ Ἀριστοφάνης ἀπὸ τῆς τοῦ λαχάνου ἐπινοίας· αὐτοσχέδιος γὰρ ἦν περὶ τὰ δράματα Κράτης. ἢ τὸ καπυρόν· ἢ τὸ χρηστότατον. ]
kappa 2339[ Κράτης, Ἀθηναῖος, κωμικός· οὗ ἦν ἀδελφὸς Ἐπίλυκος, ποιητὴς ἐπῶν. δράματα δὲ αὐτοῦ εἰσιν ζʹ· Γείτονες, Ἥρωες, Θηρία, Λάμια, Πεδῆται, Σάμιοι. ἔγραψε δὲ καὶ καταλογάδην τινά. ]
omicron 388[ Ὄνος ἐν μελίτταις· Κράτης Τόλμαις. καί, ὄνος ἐν μύρῳ, παροιμία. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License