Diphilus of Sinope) - urn:cts:greekLit:tlg0447Smyrna (Wikidata) (Pleiades) (Pleiades)
comedy writer (Wikidata)
urn:cts:greekLit:tlg0447.suda001
| alpha | 729 | [ | Ἀθηναίας· ὁ Μετακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας ἀλλ’ Ἀττικὰς ἐν τοῖς περὶ Ὁμήρου [+], ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ, φησι, τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προση γορίᾳ καταισχύνωσιν. ἀλλὰ ἰδοὺ Φερεκράτης ἐν Γραυσί φησιν· Ἀθηναίοις αὐταῖς τε καὶ ταῖς συμμάχοις. καὶ Κάνθαρος Τηρεῖ· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτέρυγι· τὰς Ἰππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας τὰς Ἀθηναίας λέγω. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ καὶ ἡ θεὸς καλεῖται· ἀλλ’ ἀντὶ τοῦ Ἀθηναίας αὐτάς φασι λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι. καὶ γὰρ καὶ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησίν· καὶ Πίνδαρος ἐν σχολίοις. ὁ μέντοι Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν< καὶ> θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει. | ] |
| kappa | 354 | [ | Καραδοκεῖ· προσδοκᾷ, κατασκοπεῖ. παρὰ τὸ τῇ κάρᾳ δοκεύειν, ἤγουν ἐμβλέπειν καὶ ἐπιτηρεῖν καὶ ἐλπίζειν, ἢ τὸ τῇ κεφαλῇ προβλέπειν ἐκδεχόμενον. μήποτε τὸ κέαρ ἔγκειται. τὸ γὰρ καρηβαρεῖν, ἤτοι καταβαρεῖσθαι τὴν κεφαλὴν ἢ παραβάλλειν αὐτὴν ἀπὸ μέθης. τινὲς δέ, ὅτι σύνθετόν ἐστι τὸ κάτω κάρα ἐπιφέρειν τὸ καραδοκεῖν, παρατίθενται Δίφιλον λέγοντα· τὴν νύκτ’ ἐκείνην διεκαρανόμησεν. | ] |
| nu | 214 | [ | Νεοττός· ἡ τοῦ ᾠοῦ λέκιθος, καὶ τὸ πυρρόν. Μένανδρος Ἀνδρίᾳ· καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη, τὸν νεοττόν. Κλέαρχος ἐν τῷ Περὶ οἴνων συγγράμματί φησιν· ὃ διαδίδοται ἀρχὴ ὑπὸ τὸν ὑμένα λευκόν· ἐν τούτῳ γὰρ τὸ σπέρμα καὶ οὐκ ἐν τῷ καλουμένῳ νεοττῷ. διεψεύσθησαν γὰρ οἱ πρῶτοι τοῦτο φήσαντες. καὶ ἔστι τὸ ὠχρὸν περίττωμα τοῦ σπέρματος. ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τῷ Περὶ χρησμῶν. ὄναρ γάρ τινά φασι θεασάμενον ἐκ τῆς κλίνης αὐτοῦ κρέμασθαι ᾠά, προσαναθέσθαι ὀνειροκρίτῃ· τὸν δὲ εἰπεῖν, ὀρύττων θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον. εὑρόντα δὲ σταμνίον ἐν ᾧ ἀργύριον ἦν καὶ χρυσίον, ἐνεγκεῖν τι τοῦ ἀργυρίου τῷ μάντει· τὸν δὲ μάντιν εἰπεῖν· τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως; καὶ Δίφιλος κέχρηται τῇ λέξει· ᾠῶν δ’ ἐν αὐτῇ διέτρεχεν νεόττια. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: