Aristophanes) - urn:cts:greekLit:tlg0019.suda010 (
Assemblywomen)| alpha | 3932 | [ | Ἀριστοφάνης, Ῥόδιος ἤτοι Λίνδιος, οἱ δὲ Αἰγύπτιον ἔφασαν. οἱ δὲ Καμειρέα· θέσει δὲ Ἀθηναῖος· ἐπολιτογραφήθη γὰρ παρ’ αὐτοῖς· κωμικὸς, υἱὸς Φιλίππου, γεγονὼς ἐν τοῖς ἀγῶσι κατὰ τὴν ριδʹ Ὀλυμπιάδα, εὑρετὴς τοῦ τετραμέτρου καὶ ὀκταμέτρου· παῖδας σχὼν Ἀραρότα, Φίλιππον, Φιλέταιρον, κωμικούς. τινὲς δὲ αὐτὸν καὶ ἀπόδουλον ἱστορήκασι. δράματα δὲ αὐτοῦ μδʹ. ἅπερ δὲ πεπράχαμεν Ἀριστοφάνους δράματα ταῦτα· Ἀχαρνεῖς, Βάτραχοι, Εἰρήνη, Ἐκκλησιάζουσαι, Θεσμοφοριάζουσαι, Ἱππεῖς, Λυσιστράτη, Νεφέλαι, Ὄρνιθες, Πλοῦτος, Σφῆκες. | ] |
| epsilon | 2807 | [ | Ἐποποῖ· ἐπίρρημα, ἀντὶ τοῦ ἐποπιστί. ἐὰν δὲ προπαροξύνηται, δῆλον ὅτι ἐσχημάτισται ὡς ἀπὸ εὐθείας τῆς ἔποπος. ἐποποί, ποί, ποποί, ποποί, ποποί. ἰώ, ἰώ, ἰτώ, ἰτώ, ἰτώ, ἰτώ, ἰτώ· ταῦτα δεῖ ὀξυτόνως προφέρεσθαι τῇ φωνῇ, ὥστε ὀρνέου ἦχον προφαίνεσθαι κατὰ μίμησιν. τιό, τιό, τιό, τιό, τιό, τιό, τιό, τιό· καὶ ταῦτα ὀξυτονητέον. τριοτό, τριοτό, τοτοβρίξ. δεῦρο, δεῦρο, δεῦρο, δεῦρο, δεῦρο. τορό, τορό, τορό, τοροτίγξ. κικκαβαῦ, κικκαβαῦ. τοροτοροτολιλίγξ, τοροτίγξ. τί, τί, τί, τί, τί, τί, τιό, τιό, τιοτίγξ. τιό, τιό, τιό, τιοτίγξ. ποῦ; ποῦ’στι; ποῦ; ποῦ; ποῦ’στι; ποῦ; ποῦ’στι; ποῦ; ποῦ; διὰ τῆς ἐπαναλήψεως τὴν σπουδαίαν ζήτησιν ἐμφαίνει. αὕτη σύ, ποῖ, ποῖ, ποῖ, ποῖ πέτῃ; μέν’ ἥσυχος, ἔχ’ ἀτρέμας, ἐπίσχες τοῦ δρόμου. τίς εἶ; ποδαπή; εὐράξ, πατάξ· ἐπιφθέγματα τάχους, παρὰ τὸ εὐρέως μιγήσομαι καὶ πατάξω· ὅθεν καὶ χαμαιτύπαι αἱ πόρναι. ταῦτα δὲ τὰ ἐπιρρήματα ἀνέλαβε διὰ τὸ κακέμφατον. ὠόπ, παρακελευστικόν, ἐπὶ τοῦ παύσασθαί τινος ὑποθέσεως, ὡς οἱ ἐρέσσοντες· κέλευσμα γάρ ἐστι τὸ ὠὸπ τῶν ἐρεσσόντων, καταπαῦον τὴν κωπηλασίαν. βαβαιάξ, ὠκβάτανα τοῦ φορήματος. στριβιλικίγξ. ἀντὶ τοῦ οὐδεμίαν ῥανίδα. στρίβος καλεῖται ἡ ὀξεῖα βοή, λικίγξ δὲ ἡ ἐλαχίστη βοὴ τοῦ ὀρνέου· ἡ μὲν λέξις ἐκ τούτων γεγένηται· λέγει δέ, ὅτι[ οὐδὲ] ἐλάχιστόν σοι μέρος μεταδίδωμι. ἀττατατταταί· θρηνῶν παρατραγῳδεῖ. ἰατταταιὰξ τῶν κακῶν, ἰατταταί· σχετλιαστικὸν ἐπίρρημα· παρεπιγραφὴ δὲ λέγεται τὰ τοιαῦτα. ῥυππαπαί, ἐπιφώνημα ναυτικόν. ἱππαπαί, ἐπὶ ἵππων. Ἀριστοφάνης· τίς ἐμβαλεῖ. βαβαί, βαβαιάξ· σχετλιαστικά, ἀντὶ τοῦ φεῦ, φεῦ. οἴμοι τάλας, οἴμοι γε, κᾆτ’ οἴμοι μάλα. ὦ εἶα, ὦ εἶα· μίμημα βαρβάρων ἐξελκόντων τι. δεῖ οὖν νοεῖν, ὅτι ταῦτα ἀνὰ μέρος λέγεται, τὸ μὲν τοῦ Ἑρμοῦ κελεύοντος καὶ ἕλκοντος, τὸ δὲ τῶν ἑλκόντων ὑπακουόντων. ὦ εἶα· εἶα μάλα. ὦ εἶα, ἔτι μάλα. ὦ εἶα. ὦ εἶα. φῦ, φῦ· ἐπὶ τοῦ φυσῶντος τὸ πῦρ. σοῦ σοῦ. ποῦ ποῦ’ στι μοῦ τὸ δίκτυον; πάλιν σοῦ. ἀππαπαί, παπαιάξ· γερόντων σχετλιασμός. αὖ, αὖν, μίμημα ὑλακῆς κυνῶν. ῥυπαπαί. βομβάξ, ἐπίρρημα ἐπὶ θαυμασμοῦ λαμβανόμενον. βομβαλομβάξ, ἀναδιπλασιάζει τὴν λέξιν. ἀττατατατατταῖ, ἐπὶ τῶν ἀλγούντων. μῦ μῦ, ἐπὶ τῶν διὰ μυκτήρων ἠχούντων. ἰαππαπαιάξ. αἴρεσθ’ ἄνω. ἰαί, εὐαί, δειπνήσομεν. εὐοῖ, εὐαί, εὐαὶ ὡς ἐπὶ νίκῃ. εὐαί, εὐαί, εὐά, εὐά· τέλος τῶν Ἐκκλησιαζουσῶν Ἀριστοφάνους. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: