Stesichorus) - urn:cts:greekLit:tlg0292Metauron (Wikidata) (Pleiades)
poet (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0292.suda001
urn:cts:greekLit:tlg0292.suda002
| alpha | 2871 | [ | Ἀπᾴδεῖ: ἀπαρέσκει. καὶ Ἀπᾷδον, οὐ συνᾶδον ἀπαρέσκον. τὰς σπονδὰς ἀποπέμπεσθαι ὡς ἀπᾳδούσας τῆς Ῥωμαίων μεγαλειότητος. ἀντὶ τοῦ ἀναξίους οὔσας, ἀπαρεσκούσας. καὶ, Στησίχορος δὲ οὐκ ἀπᾴδει αὐτῶν. | ] |
| alpha | 3870 | [ | Ἀρύβαλλος: οὐ μόνον παρὰ Στησιχόρῳ καὶ ἄλλοις Δωριεῦσιν, ἀλλὰ καὶ ἐν Ἱππεῦσιν Ἀριστοφάνης· εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ. | ] |
| kappa | 48 | [ | Καθελών· Δημοσθένης ἀντὶ τοῦ ἀνελὼν ἤτοι ἀποκτείνας. καὶ Στησίχορος δὲ καὶ Σοφοκλῆς οὕτως ἐχρήσαντο τῷ ὀνόματι. | ] |
| kappa | 2659 | [ | Κύλλαρος· ἵππος Κάστορος. παρὰ τὸ κέλλειν. ὁ ταχύς. Στησίχορός φησι τὸν Ἑρμῆν δεδωκέναι τοῖς Διοσκούροις Φλόγεον καὶ Ἅρπαγον, ὠκέα τέκνα Ποδάργας καὶ Κύλλαρον. | ] |
| omicron | 816 | [ | Οὐδὲ τὰ τρία Στησιχόρου γινώσκεις· ἐπὶ τῶν ἀπαιδεύτων καὶ ἀμούσων εἴρηται ἡ παροιμία· ἐπειδὴ εὐδόκιμος ἦν. | ] |
| pi | 225 | [ | Πάντα ὀκτώ· οἱ μὲν Στησίχορόν φασιν ἐν Κατάνῃ ταφῆναι πολυτελῶς πρὸς ταῖς ἀπ’ αὐτοῦ Στησιχορείοις πύλαις λεγομέναις, καὶ τοῦ μνημείου ἔχοντος ὀκτὼ κίονας καὶ ὀκτὼ βαθμοὺς καὶ ὀκτὼ γωνίας. οἱ δέ, ὅτι Ἀλήτης κατὰ χρησμὸν τοὺς Κορινθίους συνοικίζων ὀκτὼ φυλὰς ἐποίησε τοὺς πολίτας καὶ ὀκτὼ μέρη τὴν πόλιν. | ] |
| sigma | 107 | [ | Σαπφώ, Σίμωνος, οἱ δὲ Εὐμήνου, οἱ δὲ Ἠεριγύου, οἱ δὲ Ἐκρύτου, οἱ δὲ Σήμου, οἱ δὲ Κάμωνος, οἱ δὲ Ἐτάρχου, οἱ δὲ Σκαμανδρωνύμου· μητρὸς δὲ Κλειδός· Λεσβία ἐξ Ἐρεσσοῦ, λυρική, γεγονυῖα κατὰ τὴν μβʹ Ὀλυμπιάδα, ὅτε καὶ Ἀλκαῖος ἦν καὶ Στησίχορος καὶ Πιττακός. ἦσαν δὲ αὐτῇ καὶ ἀδελφοὶ τρεῖς, Λάριχος, Χάραξος, Εὐρύγιος. ἐγαμήθη δὲ ἀνδρὶ Κερκύλᾳ πλουσιωτάτῳ, ὁρμωμένῳ ἀπὸ Ἄνδρου, καὶ θυγατέρα ἐποιήσατο ἐξ αὐτοῦ, ἣ Κλεὶς ὠνομάσθη. ἑταῖραι δὲ αὐτῆς καὶ φίλαι γεγόνασι τρεῖς, Ἀτθίς, Τελεσίππα, Μεγάρα· πρὸς ἃς καὶ διαβολὴν ἔσχεν αἰσχρᾶς φιλίας. μαθήτριαι δὲ αὐτῆς Ἀναγόρα Μιλησία, Γογγύλα Κολοφωνία, Εὐνείκα Σαλαμινία. ἔγραψε δὲ μελῶν λυρικῶν βιβλία θʹ. καὶ πρώτη πλῆκτρον εὗρεν. ἔγραψε δὲ καὶ ἐπιγράμματα καὶ ἐλεγεῖα καὶ ἰάμβους καὶ μονῳδίας. | ] |
| sigma | 439 | [ | Σιμωνίδης, Λεωπρεποῦς, Ἰουλιήτης τῆς ἐν Κέῳ τῇ νήσῳ πόλεως, λυρικός, μετὰ Στησίχορον τοῖς χρόνοις· ὃς ἐπεκλήθη Μελικέρτης διὰ τὸ ἡδύ. καὶ τὴν μνημονικὴν δὲ τέχνην εὗρεν οὗτος· προσεξεῦρε δὲ καὶ τὰ μακρὰ τῶν στοιχείων καὶ διπλᾶ καὶ τῇ λύρᾳ τὸν τρίτον φθόγγον. γέγονε δ’ ἐπὶ τῆς πεντηκοστῆς ἕκτης ὀλυμπιάδος, οἱ δὲ ξβʹ γεγράφασι. καὶ παρέτεινε μέχρι τῆς οηʹ, βιοὺς ἔτη πθʹ. καὶ γέγραπται αὐτῷ Δωρίδι διαλέκτῳ ἡ Καμβύσου καὶ Δαρείου βασιλεία καὶ Ξέρξου ναυμαχία καὶ ἡ ἐπ’ Ἀρτεμισίῳ ναυμαχία, δι’ ἐλεγείας· ἡ δ’ ἐν Σαλαμῖνι μελικῶς· θρῆνοι, ἐγκώμια, ἐπιγράμματα, παιᾶνες καὶ τραγῳδίαι καὶ ἄλλα. οὗτος ὁ Σιμωνίδης μνημονικός τις ἦν, εἴπερ τις ἄλλος. τούτῳ δ’ ἦν ἐοικὼς Ἀπολλώνιος ὁ Τυανεύς· ὃς τὴν μὲν φωνὴν σιωπῇ κατεῖχε, πλεῖστα δὲ εἰς μνήμην ἀνελέγετο· τό τε μνημονικὸν ἑκατοντούτης γενόμενος ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνος αὐτῷ τις ἐς τὴν μνημοσύνην ᾔδετο· ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον παρὰ τῆς μνημοσύνης εἶναι. | ] |
| sigma | 1094 | [ | Στησιχόρειος· ἡ τοῦ Στησιχόρου πύλη. | ] |
| sigma | 1095 | [ | Στησίχορος, Εὐφόρβου ἢ Εὐφήμου, ὡς δὲ ἄλλοι Εὐκλείδου ἢ Ὑέτους ἢ Ἡσιόδου· ἐκ πόλεως Ἱμέρας τῆς Σικελίας· καλεῖται γοῦν Ἱμεραῖος· οἱ δὲ ἀπὸ Ματαυρίας τῆς ἐν Ἰταλίᾳ· οἱ δὲ ἀπὸ Παλαντίου τῆς Ἀρκαδίας φυγόντα αὐτὸν ἐλθεῖν φασιν εἰς Κατάνην κἀκεῖ τελευτῆσαι καὶ ταφῆναι πρὸ τῆς πύλης, ἥτις ἐξ αὐτοῦ Στησιχόρειος προσηγόρευται. τοῖς δὲ χρόνοις ἦν νεώτερος Ἀλκμᾶνος τοῦ λυρικοῦ, ἐπὶ τῆς λζʹ Ὀλυμπιάδος γεγονώς. ἐτελεύτησε δὲ ἐπὶ τῆς νϛʹ. εἶχε δὲ ἀδελφὸν γεωμετρίας ἔμπειρον Μαμερτῖνον, καὶ ἕτερον Ἡλιάνακτα νομοθέτην. γέγονε δὲ λυρικός. καί ἐστιν αὐτοῦ τὰ ποιήματα Δωρίδι διαλέκτῳ ἐν βιβλίοις κϛʹ. φασὶ δὲ αὐτὸν γράψαντα ψόγον Ἑλένης τυφλωθῆναι, πάλιν δὲ γράψαντα Ἑλένης ἐγκώμιον ἐξ ὀνείρου, τὴν παλινῳδίαν, ἀναβλέψαι. ἐκλήθη δὲ Στησίχορος, ὅτι πρῶτος κιθαρῳδίᾳ χορὸν ἔστησεν· ἐπεί τοι πρότερον Τισίας ἐκαλεῖτο. | ] |
| tau | 943 | [ | Τρία Στησιχόρου· στροφήν, ἀντίστροφον, ἐπῳδόν· ἐπῳδικὴ γὰρ πᾶσα ἡ τοῦ Στησιχόρου ποίησις. καὶ τὸν τελέως ἄμουσόν τε καὶ ἀπαίδευτον λοιδοροῦντες ἔφασκον ἂν οὐδὲ τρία τὰ Στησιχόρου εἰδέναι. | ] |
| theta | 115 | [ | Θέμις· τὸ δίκαιον. Αἰλιανός· εἰ θέμις καὶ τῷ Ἱμεραίῳ πρὸς Ὅμηρον τὸ ὄμμα ἀνατείνειν. | ] |
| zeta | 20 | [ | Ζαπληθές· ἄπειρον, ἄμετρον. Στησίχορον ζαπληθὲς ἀμέτρητον στόμα Μούσης ἐκτέρισε Κατάνας αἰθαλόεν δάπεδον. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: