Sophron) - urn:cts:greekLit:tlg0524Syracuse (Wikidata)
Syracuse (Wikidata)
comedy writer (Wikidata)
poet (Wikidata)
mimographer (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0524.suda001
urn:cts:greekLit:tlg0524.suda002
urn:cts:greekLit:tlg0524.suda003
urn:cts:greekLit:tlg0524.suda004
| alpha | 3349 | [ | Ἀποκηδήσαντες: ἀντὶ τοῦ ἀποκακήσαντες. Ὅμηρος. παρὰ δὲ Σώφρονι ἀποκακήσαντες ἀφροντιστήσαντες. καὶ Ἀποκηδήσονται, τὴν λύπην ἀφαιρήσονται. | ] |
| alpha | 4186 | [ | ᾎσμα: τὸ μέλος, ἡ ᾢδή. σημαίνει δὲ καὶ τὸ δίασμα. καὶ Σώφρων. καὶ ἄττεσθαι, ὃ ἡμεῖς διάζεσθαι. μεταβολῇ τῶν δύο σς εἰς τὸ ζ ἐγένετο. | ] |
| kappa | 337 | [ | Κάπηλος· ἓν ἀνθ’ ἑνός τινες οἴονται εἶναι· οἷον ἐκ τοῦ παρὰ Σοφοκλεῖ. πολὺς δὲ πηλὸς ἐκ πίθων τυρβάζεται. ὁ μὲν οὖν Σοφοκλῆς εὐεπίφορος ἐς τὸν πηλόν. ὁ μέντοι οἶνος οὐκ ἔστι πηλός. πόθεν δὲ ἐν τῷ καπήλῳ ὁ οἶνος ἐγγίνεται; καὶ γὰρ ἕτερόν ἐστιν οἰνοπώλης καὶ ἕτερον κάπηλος. καθόλου γὰρ τοὺς πωλοῦντάς τι καπήλους ἔλεγον. ἔστι δὲ καὶ παρὰ Σώφρονι ἐν ταῖς Ἀκεστρίαις. ὁ δὲ Αἰσχύλος τὰ δόλια πάντα καπηλεῖα καλεῖ· κάπηλα προφέρων τεχνήματα. | ] |
| pi | 2154 | [ | Πωλάς· ἀντὶ τοῦ πρᾶσις. Ὑπερίδης. ἔστι τὸ ὄνομα καὶ ἐν τοῖς Σώφρονος Ἀνδρείοις. | ] |
| psi | 22 | [ | Ψαμμακοσιογάργαρα· ἀπὸ λέξεων τὸ σύνθετον ἐγένετο δηλουσῶν πολλά· σύγκειται γὰρ ἀπὸ τοῦ τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι· ὁ γὰρ Πύθιος νεανιεύεται τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι· οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης. καὶ Εὔπολις ἐπεσημήνατο τὴν λέξιν, εἰπών· ἀριθμεῖν θεατὰς ψαμμακοσίους. δύναται δὲ ἐγκεῖσθαι τῇ λέξει τὰ κοσια ἥτις ἐστὶ κατάληξις τῶν μετὰ τὸν δέκα ἀριθμὸν μέχρι τῶν χιλίων· ὃς πλήθους ἐστὶ πολλοῦ σημαντικός, οἷον διακόσια, τριακόσια, καὶ τὰ ἑξῆς. τὸ δὲ γάργαρα καὶ αὐτὸ ἐπὶ πλήθους λαμβάνεται διὰ τὴν συγγένειαν τοῦ γ τὴν πρὸς τὸ κ· εἴρηται δὲ ἀντὶ τοῦ ἄφατα καὶ ἀναρίθμητα. τὸ δὲ κάρκαιρε παρὰ τῷ ποιητῇ, κάρκαιρε δὲ γαῖα πόδεσσι. μέμνηται καὶ Κρατῖνος· ἀρίστων ἀνδρῶν πᾶσα γαργαίρει πόλις. οἷον πλήθει. ἄλλως· οἷον πολλὰ καὶ ἀναρίθμητα· τὸ γὰρ ψαμμακόσια καθ’ ἑαυτὸ ἐπὶ πλήθους ἐτίθετο. παρὰ μὲν Εὐπόλιδι ἐν Χρυσῷ γένει οὕτως· ἀριθμεῖν θεατὰς ψαμμακοσίους. ἀπὸ τῆς ψάμμου ἀριθμητικῶς γεγενημένον. καὶ τὰ γάργαρα δὲ ἐπὶ πλήθους ἐτίθετο· ὡς ἐν Λίμναις· ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαιρ’ ἑστία. καὶ παρὰ Ἀριστομένει ἐν Βοηθοῖς· ἔνδον γὰρ ἡμῖν γάργαρα. καὶ παρὰ Σώφρονι· ἁ δὲ οἰκία τῶν ἀργυρωμάτων γάργαιρε. καὶ ἐν τῇ τραγῳδίᾳ· χρημάτων τε γάργαρα. θέλουσι δέ τινες καὶ τὸ παρὰ τῷ ποιητῇ, κάρκαιρε δὲ γαῖα πόδεσσι· τὴν πολλὴν κίνησιν τῶν ποδῶν σημαίνειν· οἷον γάργαιρε. καὶ τὸν καρκίνον δὲ οὕτως ὀνομάζεσθαι διὰ τὸ πλῆθος τῶν ποδῶν. | ] |
| rho | 121 | [ | Ῥηγίνους· τοὺς δειλούς· Ξέναρχος γάρ, ὁ Σώφρονος τοῦ μηνογράφου υἱός, ἐκωμῴδει τοὺς Ῥηγίνους ὡς δειλούς, ὑπὸ Διονυσίου τοῦ τυράννου πεισθείς. καὶ παροιμία· Ῥηγίνου δειλότερος, ἐπὶ τῶν καθ’ ὑπερβολὴν δειλῶν. καὶ Δειλότερος τοῦ παρακύπτοντος. | ] |
| sigma | 893 | [ | Σώφρων, Συρακούσιος, Ἀγαθοκλέους καὶ Δαμνασυλλίδος. τοῖς δὲ χρόνοις ἦν κατὰ Ξέρξην κα Εὐριπίδην. καὶ ἔγραψε Μίμους ἀνδρείους, Μίμους γυναικείους· εἰσὶ δὲ καταλογάδην, διαλέκτῳ Δωρίδι. καί φασι Πλάτωνα τὸν φιλόσοφον ἀεὶ αὐτοῖς ἐντυγχάνειν, ὡς καὶ καθεύδειν ἐπ’ αὐτῶν ἔσθ’ ὅτε. | ] |
| sigma | 894 | [ | Σώφρων, κωμικός. τούτου ἐστὶ δράματα καὶ κωμῳδίαι, Πενθερά· ὡς Ἀθήναιός φησιν ἐν Δειπνοσοφισταῖς. | ] |
| tau | 462 | [ | Τῇ· ταύτῃ· ἢ δέξαι. λάβε. Ὅμηρος. Κύκλωψ, τῇ, πίε οἶνον, καὶ πάλιν· τῇ νῦν τοῦτον ἱμάντα. ἐχρήσατο δὲ καὶ τῷ πληθυντικῷ ὁ Σώφρων, εἰπών· τῇτέ τοι· κορῶναί εἰσιν. ἔστι δὲ καὶ τοπικὸν ἐπίρρημα· τῇδε πᾶς ἕπου. καὶ ἔστιν ἐν ἴσῳ τῷ ἐνταῦθα. καὶ Ὅμηρος· τῇ ἴμεν, ᾗ κεν δὴ σύ, κελαινεφές, ἡγεμονεύῃς. | ] |
| xi | 91 | [ | Ξυήλην· ἣν ξυάλην λέγομεν. Ξενοφῶν Κύρου Ἀναβάσει· εἶχον δὲ θώρακας λινοῦς μέχρι τοῦ ἤτρου, ἀντὶ δὲ τῶν πτερύγων ὡς παρὰ τὰ πυκνὰ ἐστραμμένα. εἶχον δὲ καὶ κράνη, καὶ περὶ τὴν ζώνην μαχαίριον, ὅσον ξυήλη Λακωνική. ἣν Ἀττικοὶ κνῆστιν, Λάκωνες δὲ ξυήλην λέγουσι μόνον. ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν κνήστει χαλκείῃ. οἱ μὲν οὖν Ἀττικοὶ τὸ ῥῆμα οὕτως λέγουσι, κἀπικνεῖν κἀπεσθίειν, οἱ δὲ Λάκωνες τοὔ νομα ξυήλην. ὡς καὶ Ξενοφῶν φησιν ἐν τῇ δʹ τῆς Ἀναβάσεως, ὅτι Δρακόντιος ἔφυγεν ἐκ Σπάρτης παῖς ἔτι ὤν, ἀποκτείνας ξυήλῃ Λακωνικῇ παῖδα. διὰ τοῦτο δὲ καὶ τὸ κνεῖν οἱ Δωριεῖς ξύειν λέγουσιν· ὡς καὶ Σώφρων· ἄν τις τὸν ξύοντα ἀντιξύῃ. καὶ πάλιν· ξύεται ὁ χοραγός. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: