urn:cts:greekLit:tlg0487.suda001
urn:cts:greekLit:tlg0487.suda002
alpha | 729 | [ | Ἀθηναίας· ὁ Μετακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας ἀλλ’ Ἀττικὰς ἐν τοῖς περὶ Ὁμήρου [+], ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ, φησι, τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προση γορίᾳ καταισχύνωσιν. ἀλλὰ ἰδοὺ Φερεκράτης ἐν Γραυσί φησιν· Ἀθηναίοις αὐταῖς τε καὶ ταῖς συμμάχοις. καὶ Κάνθαρος Τηρεῖ· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτέρυγι· τὰς Ἰππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας τὰς Ἀθηναίας λέγω. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ καὶ ἡ θεὸς καλεῖται· ἀλλ’ ἀντὶ τοῦ Ἀθηναίας αὐτάς φασι λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι. καὶ γὰρ καὶ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησίν· καὶ Πίνδαρος ἐν σχολίοις. ὁ μέντοι Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν< καὶ> θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει. | ] |
alpha | 3561 | [ | Ἀποστοματίζειν: ἀπὸ μνήμης λέγειν. καὶ Ἀπὸ στόματος, ἄνευ γραμμάτων. ὁ δὲ κελεύει ἀπὸ στόματος φράζειν τοῖς ἡγεμόσι τῶν Μάρδων. καὶ Ἀπὸ στόματος, ὡς ἡμεῖς τὸ μὴ διὰ γραμμάτων, ἀλλ’ ἀπὸ μνήμης. Φιλήμων Νεμομένοις· ἀπὸ στόματος ἅπαντʹ, ἐὰν βούλησθʹ, ἐρῶ. Κρατῖνος δὲ ταυτὸ τοῦτ’ ἀπὸ γλώττης, Νόμοις· ἀλλὰ, μὰ Δί, οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, τὰ ἄλλα ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς. Θουκυδίδης ζʹ· καὶ ἥκοντες εἰς τὰς Ἀθήνας οἱ ἀπὸ τοῦ Νικίου, ὅσα τε ἀπὸ γλώττης εἴρητο αὐτοῖς εἶπον. Πλάτων Θεαιτήτῳ [+]· ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; οὐ μὰ τὸν Δί’ οὔκουν, οὔγε ἀπὸ στόματος, ἀλλ’ ἐγραψάμην μὲν τοῦτ’ εὐθὺς οἴκαδ’ ἐλθὼν ὑπομνήματα. καὶ Ἀποστοματίζειν φασὶ τὸν διδάσκαλον, ὅταν κελεύῃ τὸν παῖδα λέγειν ἄττα ἀπὸ στόματος. | ] |
alpha | 4303 | [ | Ἄσχολος: ὁ μὴ εὐκαιρῶν. σχολὴ γὰρ ἡ ἐν τῇ λεγομένῃ συνηθείᾳ εὐκαιρία. μηδὲ χωρὶς ἀνάγκης λέγειν πρός τινα ἢ ἐν ἐπιστολῇ γράφειν, ὅτι ἄσχολός εἰμι, μηδὲ διὰ τοιούτου τρόπου συνεχῶς παραιτεῖσθαι τὰ κατὰ τὰς πρὸς τοὺς συμβιοῦντας σχέσεις καθήκοντα, προβαλλόμενον τὰ περιεστῶτα πράγματα. καὶ Ἀσχολοῦμαι· αἰτιατικῇ. καὶ ἀσχολεῖται, καὶ ἀσχολεῖσθαι. πάντα ταῦτα Μένανδρος λέγει. Φιλήμων δὲ καὶ ἀσχολεῖ. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: