Astydamas the Elder) - urn:cts:greekLit:lagl0439tragedy writer (Wikidata)
urn:cts:greekLit:lagl0439.suda001
| alpha | 4264 | [ | Ἀστυδάμας, ὁ πρεσβύτης, υἱὸς Μορσίμου τοῦ Φιλοκλέους, τραγικῶν ἀμφοτέρων, Ἀθηναῖος, τραγικός. ἔγραψε τραγῳδίας σμʹ, ἐνίκησε ιεʹ. ἀκροασάμενος δὲ ἦν Ἰσοκράτους καὶ ἐτράπη ἐπὶ τραγῳδίαν. | ] |
| sigma | 161 | [ | Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας ποτέ· Ἀστυδάμᾳ τῷ Μορσίμου εὐημερήσαντι ἐπὶ τραγῳδίας διδασκαλίᾳ Παρθενοπαίου, δοθῆναι ὑπ’ Ἀθηναίων εἰκόνος ἀνάθεσιν ἐν θεάτρῳ. τὸν δὲ εἰς αὑτὸν ἐπίγραμμα ποιῆσαι ἀλαζονικὸν τοῦτο· εἴθ’ ἐγὼ ἐν κείνοις γενόμην, ἢ κεῖνοι ἅμ’ ἡμῖν, οἳ γλώσσης τερπνῆς πρῶτα δοκοῦσι φέρειν· ὡς ἐπ’ ἀληθείας ἐκρίθην ἀφεθεὶς παράμιλλος· νῦν δὲ χρόνῳ παρέχουσ’ , οἷς φθόνος οὐχ ἕπεται. διὰ γοῦν τὴν ὑπερβάλλουσαν ἀλαζονείαν παραιτήσασθαι τὴν ἐπιγραφήν. καὶ παροιμία παρὰ τοῖς κωμικοῖς ἐγένετο, ὡς παρὰ Φιλήμονι. λέγεται δὲ καὶ κατὰ ἀποκοπὴν τὸ σαυτὴν ἐπαίνεις. | ] |
| phi | 378 | [ | Φιλοκλῆς, Πολυπείθους, Ἀθηναῖος, τραγικός, τοῖς χρόνοις μετὰ Εὐριπίδην. ἐπεκαλεῖτο δὲ Χολὴ διὰ τὸ πικρόν. ἔγραψε τραγῳδίας ρʹ, ὧν ἐστι καὶ ταῦτα· Ἠριγόνη, Ναύπλιος, Οἰδίπους, Οἰνεύς, Πρίαμος, Πηνελόπη, Φιλοκτήτης. Αἰσχύλου δὲ τοῦ τραγικοῦ ἦν ἀδελφιδοῦς καὶ ἔσχεν υἱὸν Μόρσιμον, τὸν τραγικόν· οὗτινος γίνεται Ἀστυδάμας ὁ τραγικός. τούτου δ’ ἕτερος Φιλοκλῆς, τραγικός. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: