urn:cts:greekLit:tlg0033.suda001
alpha | 133 | [ | Ἀγάλματα: τὰ τῶν θεῶν μιμήματα, καὶ πάντα τὰ κόσμου τινὸς μετέχοντα. Ὅμηρος· βασιλῆϊ δὲ κεῖται ἄγαλμα. καὶ Ἡσίοδος τὸν ὅρμον ἄγαλμα καλεῖ· Πίνδαρος δὲ τὴν ἐπὶ τάφου στήλην οὕτω καλεῖ, Εὐριπίδης τὸν ἐπὶ νεκροῖς κόσμον. καὶ ἐφ’ ὧ τις ἀγάλλεται. καὶ τὸ εἴδωλον, βρέτας, χάρμα, καλλονὴ, κόσμος, καύχημα, θαλλοὶ, ἀνδριάντες, ἐπιγραφαί. Ἀγάλμα τα δὲ καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας λέγουσιν. Ἀγαλμάτιον δὲ ὑποκοριστικῶς. | ] |
alpha | 729 | [ | Ἀθηναίας· ὁ Μετακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας ἀλλ’ Ἀττικὰς ἐν τοῖς περὶ Ὁμήρου [+], ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ, φησι, τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προση γορίᾳ καταισχύνωσιν. ἀλλὰ ἰδοὺ Φερεκράτης ἐν Γραυσί φησιν· Ἀθηναίοις αὐταῖς τε καὶ ταῖς συμμάχοις. καὶ Κάνθαρος Τηρεῖ· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτέρυγι· τὰς Ἰππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας τὰς Ἀθηναίας λέγω. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ καὶ ἡ θεὸς καλεῖται· ἀλλ’ ἀντὶ τοῦ Ἀθηναίας αὐτάς φασι λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι. καὶ γὰρ καὶ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησίν· καὶ Πίνδαρος ἐν σχολίοις. ὁ μέντοι Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν< καὶ> θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει. | ] |
alpha | 1514 | [ | Ἄμαχον: δυσκαταμάχητον. Πίνδαρος· ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος. Αἰλιανός· ἰχθύων δὲ ἀπηνέγκαντο πλῆθος ἄμαχον καὶ ἀνέστησαν τρόπαιον καὶ βωμοὺς ὤρθωσαν. καὶ αὖθις· ἐτίθετο ἕκαστος τὸ ἔργον ἐαυτοῦ ἀποδεῖξαι. ἑώρων γὰρ τὸν βασιλέα σπεύδοντα τοῦτο ἀμάχως. καὶ αὖθις· ἦν δὲ ἱέρεια τῷ θεῷ κάλλος ἄμαχος. καὶ αὖθις· ἀδοκήτου χειμῶνος καταρραγέντος κατήνεχθη πλῆθος χιόνος ἄμαχον. καὶ αὖθις οὐ δυναστεία ἄμαχος. καὶ αὖθις· ἐς ὑπεροψίαν δὲ ἐξαφθεὶς ἄμαχον, τοῦ μὲν ἔτι ἄνθρωπος εἶναι κατεφρόνει. | ] |
alpha | 1941 | [ | Ἄναλκις: ἀδύνατος, ἀσθενής. οὐ γὰρ μόνον ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει, ὡς λέγει Πίνδαρος· ἀλλὰ καὶ ὁ μέγας ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προσίεται. ἀλλ’ ὅπου φυγάδες ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράσκουσιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενος. καὶ αὖθις ἡ τραγῳδία φησὶ περὶ Αἰγίσθου· ὁ πάντ’ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη, ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος. συνεργούσης γὰρ τῆς Κλυταιμνήστρας ἀνεῖλε τὸν Ἀγαμέμνονα. | ] |
alpha | 2786 | [ | Ἀνύπαρκτον: τὸ μὴ ὑπάρχον. πρὸς τὸ Πινδαρικόν· τί δέ τις; τί δ’ οὔ τις; σκιᾶς ὄναρ ἄνθρωποι. ἀντὶ τοῦ ἀνυπάρκτου ἀνυπαρκτότερον. ἐνταῦθα δέ ἐστιν ὁ λόγος ἐγγυτέρω τῆς ἀληθείας ἤπερ τὸ Πινδαρικόν. ὁ μὲν γὰρ Πίνδαρος ἐν τοῖς ἀσυστάτοις πεποίηται τὴν ὑπερβολήν, ὁ δὲ ἐν τοῖς φαινομένοις καὶ δοκοῦσιν οὐχ ὑπάρχουσι δὲ κατὰ ἀλήθειαν. καὶ Ὅμηρος δι’ ἑνὸς αὐτάρκως τοῦτο δεδήλωκεν· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. | ] |
alpha | 3741 | [ | Ἄρασθαι: ἀπενέγκασθαι. ἢ λαβεῖν, φορτίσασθαι. ὅσῳ δὲ ηὔξετο τῆς διαδοχῆς τὸ μέγεθος ἐν τῷ λόγῳ, τοσούτῳ μᾶλλον οὗτος πρὸς τὴν πειθὼ συνεστέλλετο, μεῖζόν γε ὃν ἢ καθ’ ἑαυτὸν ἄρασθαι φορτίον. καὶ γὰρ εἴ τίς με, ἔφη, πρὸς ἱερωσύνην ἐκάλει, ὁμολογῶν ἴναι τὸ χρῆμα θεοφιλέστατόν τε καὶ ὁσιώτατον, ὅμως τὸ ἐμαυτοῦ δέος ὡμολόγησα ἂν τῆς ἀσθενείας· ὑποκατακλινόμενός τε καὶ δυσωπούμενος πρὸς τὸ μέγα τοῦτο καὶ πάμμεγα τῆς ἱερωσύνης ἀφίσταμαι κατὰ Πίνδαρον, οὐ μέντοι τοῦ χείρονος, ὡς ἐκεῖνος, ἀλλὰ τοῦ κρείττονος κατ’ ἐμαυτόν. | ] |
alpha | 3750 | [ | Ἀράχνη: θηλυκῶς τὸ ὕφασμα. ἀράχνης δὲ ἀρσενικῶς, τὸ ζωΰφιον· παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν. τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ τεῦξαι λεπταλέον μίτον ἐπιστάμεναι. εἴρηται δὲ ἀράχνης καὶ παρ’ Ἡσιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ. λέγουσι δὲ καὶ ἀραχνικὰ, ἀπὸ τῆς ἀράχνης ὀρθῆς. Καλλίας Κύκλωψιν· ὥσπερ ἀραχνικὸς τὴν ὁδὸν προφορούμενα. θηλυκῶς δὲ Σοφοκλῆς Ἰνάχῳ πάντα δ’ ἐρίθων ἀραχνᾶν βρίθει. Καλλίμαχος· ἔργον ἀράχνα. Κρατῖνος δὲ Πυτίνη· ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. Φερεκράτης Τυραννίδι· ἆρ’ ἀράχνια ὥσπερ ταῖς συκυαῖσι ταῖς κεναῖς. Νικόφρων Ἀφροδίτης γοναῖς· ἆρ’ ἀράχνιόν τι φαίνεται ἐμπεφυκέναι. | ] |
beta | 139 | [ | Βάσανος: λίθος ἐστὶν ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα. οὕτως Ἀντιφῶν καὶ Πίνδαρος καὶ Σοφοκλῆς. Ὑπερίδης δὲ τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφομένων βασάνους ὠνόμασε. καὶ παροιμία· Βάσανος λίθος, ἐπὶ τῶν ἐξεταζόντων ἐν λόγοις ἢ ἔργοις· παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει. ὅτι οἱ ἔξω φασίν· ἡ ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. καὶ οὐ δεῖ ἀπερισκέπτως ποιεῖσθαι τὰς κρίσεις. | ] |
beta | 144 | [ | Βασιλεὺς μέγας: ὁ τῶν Περσῶν. τοὺς δὲ ἄλλους προσετίθεσαν καὶ τῶν ἀρχομένων τὰ ὀνόματα· οἷον Λακεδαιμονίων, Μακεδόνων. διαφέρει δὲ βασιλεὺς τυράννου. βασιλεὺς μὲν γὰρ ἀπὸ προγόνων κατὰ διαδοχὴν τὴν ἀρχὴν ἐπὶ ῥητοῖς λαβὼν πέρασι, τύραννος δὲ, ὃς βιαίως τὴν ἀρχὴν σφετερίζεται. χρῶνται δὲ ἀδιαφόρως ἑκατέροις ὀνόμασιν. Ἱέρωνα γὰρ βασιλέα Πίνδαρος καλεῖ, τύραννον ὄντα, καὶ Διονύσιον· καὶ Εὔπολις Πεισίστρατον βασιλέα καλεῖ. καὶ τούς βασιλεῖς τυράννους. | ] |
beta | 340 | [ | Βληχρόν: ἀσθενὲς παρὰ Ὁμήρῳ καὶ Ἀλκαίῳ· Πίνδαρος δὲ ἀντὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: