Brontinus) - urn:cts:greekLit:lagl0632Crotone (Wikidata)
Metapontum (Wikidata) (Pleiades)
philosopher (Wikidata)
urn:cts:greekLit:lagl0632.suda001
urn:cts:greekLit:lagl0632.suda002
urn:cts:greekLit:lagl0632.suda003
| theta | 83 | [ | Θεανώ, Μεταποντίνη ἢ Θουρία, Πυθαγορεία, θυγάτηρ Λεώφρονος, γαμετὴ δὲ Καρύστου ἢ Κρότωνος ἢ Βρωτίνου τοῦ Πυθαγορείου. αὕτη ἔγραψε περὶ Πυθαγόρου [+], Περὶ ἀρετῆς Ἱπποδάμῳ [+] Θουρίῳ [+], Παραινέσεις γυναικείας καὶ Ἀποφθέγματα Πυθαγορείων [+]. | ] |
| theta | 84 | [ | Θεανώ, Κρῆσσα, φιλόσοφος, θυγάτηρ μὲν Πυθώνακτος, γαμετὴ δὲ τοῦ μεγάλου Πυθαγόρου, ἐξ οὗ ἔσχε Τηλαύγην καὶ Μνήσαρχον καὶ Μυῖαν καὶ Ἀριγνώτην. τινὲς δὲ Βρωτίνου ταύτην γενέσθαι γυναῖκα γράφουσι καὶ τὸ γένος Κροτωνιᾶτιν. Ὑπομνήματα φιλόσοφα, καὶ Ἀποφθέγματα, καὶ ποίημά τι δι' ἐπῶν. | ] |
| omicron | 654 | [ | Ὀρφεύς, Λειβήθρων τῶν ἐν Θρᾴκῃ( πόλις δ’ ἐστὶν ὑπὸ τῇ Πιερίᾳ) , υἱὸς Οἰάγρου καὶ Καλλιόπης. ὁ δὲ Οἴαγρος πέμπτος ἦν ἀπὸ Ἄτλαντος, κατὰ Ἀλκυόνην μίαν τῶν θυγατέρων αὐτοῦ. γέγονε δὲ πρὸ ιαʹ γενεῶν τῶν Τρωϊκῶν, καί φασι μαθητὴν γενέσθαι αὐτὸν Λίνου· βιῶναι δὲ γενεὰς θʹ, οἱ δὲ ιαʹ φασιν. ἔγραψε Τριασμούς [+]· λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ [+] καλούμενα· Κλήσεις [+] κοσμικαί [+]· Νεοτευκτικά· Ἱεροὺς [+] [+] λόγους [+] [+] ἐν ῥαψῳδίαις κδʹ· λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου· Χρησμούς [+], οἳ ἀναφέρονται εἰς Ὀνομάκριτον· Τελετάς [+]· ὁμοίως δέ φασι καὶ ταύτας Ὀνομακρίτου· ἐν τούτοις δ’ ἐστὶ περὶ λίθων γλυφῆς, ἥτις Ὀγδοηκοντάλιθος ἐπιγράφεται· Σωτήρια [+] [+]· ταῦτα Τιμοκλέους τοῦ Συρακουσίου λέγεται ἢ Περσίνου τοῦ Μιλησίου· Κρατῆρας [+]· ταῦτα Ζωπύρου φασί· Θρονισμοὺς [+] Μητρῴους [+] καὶ Βακχικά [+]· ταῦτα Νικίου τοῦ Ἐλεάτου φασὶν εἶναι· Εἰς [+] ᾅδου [+] κατάβασιν [+]· ταῦτα Ἡροδίκου τοῦ Περινθίου· Πέπλον [+] [+] καὶ Δίκτυον [+] [+]· καὶ ταῦτα Ζωπύρου τοῦ Ἡρακλεώτου, οἱ δὲ Βροτίνου· Ὀνομαστικὸν ἔπη ͵ασʹ, Θεογονίαν ἔπη ͵ασʹ, Ἀστρονομίαν, Ἀμοκοπία, Θυηπολικόν, ᾨοθυτικὰ ἢ ᾨοσκοπικά, ἐπικῶς· Καταζωστικόν, Ὕμνους· Κορυβαντικόν· καὶ Φυσικά [+], ἃ Βροτίνου φασίν. | ] |
| pi | 3120 | [ | Πυθαγόρας, Σάμιος, φύσει δὲ Τυρρηνός, Μνησάρχου υἱὸς δακτυλιογλύφου. νέος δὲ ὢν σὺν τῷ πατρὶ ἐκ Τυρρηνίας ᾤκησεν εἰς Σάμον. οὗτος ἤκουσε πρῶτος Φερεκύδου τοῦ Συρίου ἐν Σάμῳ, εἶτα Ἑρμοδάμαντος ἐν τῇ αὐτῇ Σάμῳ, ὃς ἦν ἀπόγονος Κρεοφύλου, εἶτα Ἀβάριδος τοῦ Ὑπερβορέου καὶ Ζάρητος τοῦ μάγου· παιδευθεὶς δὲ καὶ παρ’ Αἰγυπτίοις καὶ Χαλδαίοις ἦλθεν εἰς Σάμον καὶ εὑρὼν αὐτὴν τυραννουμένην ὑπὸ Πολυκράτους ἀπῇρεν εἰς Κρότωνα τῆς Ἰταλίας καὶ σχολὴν συστησάμενος πλεῖον ἢ χʹ ἔσχε γνωρίμους. ἦσαν δὲ αὐτῷ καὶ ἀδελφοὶ δύο, πρεσβύτερος μὲν Εὔνομος, μέσος δὲ Τυρρηνός. δοῦλος δὲ ἦν αὐτῷ Ζάμολξις, ᾧ Γέται ὡς Κρόνῳ θύουσι. γαμετὴν δ’ ἐποιήσατο Θεανώ, τὴν Βροτίνου τοῦ Κροτωνιάτου θυγατέρα· ἐξ ἧς καὶ παῖδες αὐτῷ ἐγένοντο δύο, Τηλαύγης καὶ Δάμων ἢ ὥς τινες Μνήσαρχος. κατὰ δέ τινας καὶ θυγάτηρ, Μυῖα ὄνομα, κατὰ δὲ ἄλλους καὶ Ἀριγνώτη. συνέγραψε δὲ ὁ Πυθαγόρας μόνα τρία βιβλία, Παιδευτικόν, Πολιτικόν· τὸ δὲ φερόμενον τρίτον ὡς Πυθαγόρου Λύσιδός ἐστι τοῦ Ταραντίνου, μαθητοῦ αὐτοῦ γενομένου καὶ φυγόντος εἰς Θήβας καὶ καθηγησαμένου Ἐπαμινώνδα. τινὲς δὲ ἀνατιθέασιν αὐτῷ καὶ τὰ Χρυσᾶ ἔπη. πρῶτος δὲ ὁ Πυθαγόρας ἐμψύχων ἀπέχεσθαι τροφῆς παρέδωκε καὶ κυάμων. ἐτελεύτα δὲ ὁ Πυθαγόρας τοῦτον τὸν τρόπον· συνεδρεύοντος μετὰ τῶν συνήθων ἐν τῇ Μήλωνος οἰκίᾳ, τούτου ὑπό τινος τῶν μὴ παραδοχῆς ἀξιωθέντων διὰ φθόνον ὑποπρησθῆναι τὴν οἰκίαν συνέβη. τινὲς δὲ αὐτοὺς τοὺς Κροτωνιάτας τοῦτο πρᾶξαι, τυραννίδος ἐπίθεσιν εὐλαβουμένους, τὸν δὴ Πυθαγόραν καταληφθῆναι διεξιόντα καὶ πρός τινι χωρίῳ γενόμενον πλήρει κυάμων, ἵνα διήρχετο, αὐτόθι ἔστη, εἰπὼν ἁλῶναι μᾶλλον ἢ πατῆσαι, ἀναιρεθῆναι δὲ κρεῖττον ἢ λαλῆσαι· καὶ ὧδε πρὸς τῶν διωκόντων ἀποσφαγῆναι. οὕτω δὲ καὶ τοὺς πλείστους τῶν ἑταίρων αὐτοῦ διαφθαρῆναι, ὄντας πρὸς τοὺς μʹ. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: