Zeno) - urn:cts:greekLit:tlg2765Zenopolis in Isauria (Wikidata) (Pleiades)
Constantinople (Wikidata) (Pleiades)
politician (Wikidata)
monarch (Wikidata)
| zeta | 83 | [ | Ζήνων, βασιλεὺς Ῥωμαίων, τὴν μὲν ὠμότητα, ᾗ ἐκέχρητο Λέων, ἐν τῇ φύσει οὐκ εἶχεν. οὐδὲ τὸ θυμούμενον ἀπαραίτητον αὐτῷ καθειστήκει ἐσάπαξ, οἷον τοῦ Λέοντος διέμενε. καὶ τήν γε προαίρεσιν ἐν πολλοῖς εἶχε φιλότιμον· καὶ ἃ ἔπραττε δόξης ἕνεκεν καὶ τοῦ θαυμάζεσθαι ἔπραττεν, ἐπιδεικτικῶς μᾶλλον ἢ ἀληθῶς. οὐ μὴν οὔτε ἔμπειρος τῶν πραγμάτων ἦν οὔτε εἶχεν ἐπιστήμην, δι’ ἧς ἔστιν ἀσφαλῶς τὰς βασιλείας ἰθύνεσθαι. πρὸς δὲ κέρδος καὶ λῆμμα οὐχ οὕτω μὲν ἐμμανῶς ὡς ὁ Λέων διέκειτο· οὐδὲ ἔπλαττε μὴ ὄντα τοῖς κεκτημένοις ἐγκλήματα· οὐ μὴν οὐδὲ παντελῶς κρείττων ὑπῆρχε τοῦ πράγματος. καὶ χρηστῆς ἂν βασιλείας ἔτυχον Ῥωμαῖοι, εἰ μὴ Σεβαστιανὸς ὁ τότε παραδυναστεύων ἦγεν αὐτὸν ἐς ὅπη ἐβούλετο, καπηλεύων ὥσπερ ἐξ ἀγορᾶς ἅπαντα καὶ μηδὲν ἄπρατον ἐῶν ἐν τῇ βασιλέως αὐλῇ διαπράττεσθαι. ἀλλὰ τὰς μὲν ἀρχὰς ἀπεδίδοτο πάσας, ἰδίᾳ μὲν ἑαυτῷ, ἰδίᾳ δὲ λαμβάνων τῷ βασιλεῖ τὰ τιμήματα. καὶ εἰ προσῆλθεν ἕτερος βραχύ τι προστιθείς, ἐκεῖνος ἦν αἱρετώτερος. τῶν δὲ ἐν τοῖς ἀρχείοις γινομένων ἁπάντων οὐδὲν ἦν, ὃ μὴ λαβὼν ἀπεπίπρασκεν. εἰ δέ τινα ἀρχὴν τῶν περὶ αὐτὸν ὄντων ἐχαρίσατο Ζήνων, ὥσπερ πολιτοκάπηλος αὐτὸς ταύτην ὀλίγου παρ’ ἐκείνου λαμβάνων, ἄλλοις παρεῖχε τοῦ πλείονος, Ζήνωνι δὲ τὰ κλέμματα παρέχων. | ] |
| zeta | 84 | [ | Ζήνων, βασιλεὺς Ῥωμαίων. ὃς Ζήνωνα τὸν ἑαυτοῦ υἱὸν διάδοχον καταλιμπάνειν θέλων κομιδῇ νέον προῆγέ τε δι’ ἀξιῶν καὶ σωμασκεῖσθαι ἐκέλευεν εἰς ἐπίδοσιν τῆς ἡλικίας. οἱ δὲ βασιλικοὶ ἐν ἐξουσίᾳ γενόμενοι τοῦ ἄδην τὰ δημόσια καταναλίσκειν Συβαριτικῶς τὸν νέον κραιπαλᾶν ἐνήργουν καὶ μαστροπεύοντες αὐτῷ τοὺς συνήβους πρὸς τοὺς τῶν ἀρρένων ἔρωτας λυσσᾶν ἐπαίδευσαν ἐκτόπως. διαίτης οὖν ἐν ἡδοναῖς καὶ τύφῳ τιθεμένης τὸ καλὸν ἐθὰς γενόμενος καὶ τὴν ὑποτυφωμένην ἀλαζονείαν ἐπὶ τῇ βασιλικῇ καραδοκίᾳ διὰ τῶν προσώπων ἀπεμφαίνων ἀκροβατεῖν τε ἤρξατο καὶ μετέωρον τὸν αὐχένα αἴρειν καὶ συλλήβδην φάναι, προσέχειν πᾶσιν ὡς οἰκέταις ἀνθρώποις. ἀλλ’ ὁ πάντων ἔφορος τὴν φυσικὴν καὶ διδακτικὴν κακότητα αὐτοῦ τεθεαμένος, διαρρεύσαντα τῇ γαστρὶ καὶ ἀναισθήτως ἐπὶ πολλὰς ἡμέρας ἐς τὴν εὐνὴν ἀποπατοῦντα, πρόωρον τῶν ἀνθρωπείων ἐδικαίωσεν ἐκβῆναι. ὅτι Ζήνων ὁ βασιλεύς, πυθόμενος τῶν οἰκείων τὴν ἧτταν ἐς φρούριον καταφεύγει ἐπὶ λόφου κείμενον, ὃ Κωνσταντινούπολιν οἱ πρόσχωροι ἐκάλουν. ὅπερ γνούς, τοῖς συνοῦσι στενάξας, θεοῦ παίγνιον, εἶπεν, ἄρα ὁ ἄνθρωπος· εἴγε καὶ ἐμὲ οὕτω παίζειν φιλεῖ τὸ δαιμόνιον. ἐμοὶ γὰρ δὴ οἱ μάντεις τὸν Ἰούλιον μῆνα ἐξ ἀνάγκης ἐν Κωνσταντινουπόλει διατεινόμενοι προὔλεγον. κἀ γὼ μὲν ἐνόμιζον ἐς Κωνσταντινούπολιν ἀναβήσεσθαι· νῦν δὲ πάντων ἔρημος καὶ φυγὰς ἐς λόφον ἦλθον, εὑρηκὼς ὁ δείλαιος προσηγορίαν ὁμώνυμον. | ] |
| iota | 324 | [ | Ἴλλος· ὄνομα κύριον. ὃς ἦν μάγιστρος Ζήνωνος. | ] |
| lambda | 257 | [ | Λεόντιος μοναχός· οὗτος ἐπὶ Ζήνωνος ἦν· προφητικῇ χάριτι τὰς ἐπικρύψεις τῶν γραφῶν ἐμφανεῖς ποιῶν πολλοὺς εἶχε τῶν σπουδαίων παρ’ αὐτὸν φοιτῶντας. ἀλυόντων δέ τινων ἐπὶ τοῖς κατὰ τῆς ἐκκλησίας παρὰ τοῦ βασιλέως τερατευομένοις, οὐ δεῖ ξενίζεσθαι, ἔλεγεν, ἐπὶ τοῖς δρωμένοις παρ’ ἀνθρώπου ἐξ ἀνθρώπων τε τὸ ἄρχειν ᾑρημένου, ὁπότε καὶ Σαοὺλ ὁ ψήφῳ θεοῦ βασιλεύσας Ἀβιμέλεχ καὶ τοὺς υἱεῖς ὄντας ἐν τῷ οἴκῳ κυρίου διεχρήσατο μαχαίρᾳ. διαπορούντων δὲ τῶν ἄλλων καὶ οἰομένων μεταβεβλῆσθαι τὴν φύσιν αὐτοῦ ἐξ ἡμέρου εἰς ἀγρίαν, διὰ τὸ τὰ πρῶτα τῆς βασιλείας πρᾶξαί τέ τινα καὶ ὑποσχέσθαι ἕτερα τῶν εἰς χρηστὰ τεινόντων· οὐ μεταβέβληται, ἔφη, τὴν φύσιν, ἀλλ’ ἐνδέδεικται ἐν εὐδαιμονίᾳ τὴν κακίαν, πολὺν χρόνον διὰ τὸν φόβον τοῦ Ἴλλου ἡσυχασθεῖσαν. ἀναγινωσκομένης δὲ βίβλου Κλήμεντος τοῦ Στρωματέως καὶ φθάσαντος χωρίον ἐν ᾧ τοὺς ἄνδρας ἀποσκώπτει τοὺς ἑταιρικῶς τὰς ὄψεις ὑπογράφοντας καὶ βάπτοντας τὰς τρίχας, εἰπόντος τοῦ Λεοντίου, ἆρά γέ ἐστι τις τοῦ βασιλέως ἄτερ, ὁ τὰς τρίχας βάπτων καὶ φυκούμενος τὰς ὄψεις; ὑποτυχών, ἄλλος, ἔφη, μοναχός· ἡμεῖς περὶ ἀνθρώπου διηπορήσαμεν, εἴ γε ὅλως ἀνέχεται κοσμήσει τὴν φύσιν ἐναλλάττειν· οὐ μήν γε τοῦτο διελάβομεν ποιεῖν τὸν βασιλέα. ἀλλ’ εὐτρόχως μὲν λίαν οἱ μοναχοὶ ἀπέσκωψαν τοὺς τὴν τῶν ἀνθρώπων φύσιν εἰς τὴν τῶν θηλειῶν πειρωμένους μετεγγράφειν. ὅτι γὰρ τοὺς τοιούτους καὶ τῶν παλαιῶν πλεῖστοι ἀπεστράφησαν ὡς οὐ βεβαίους, πολλοὺς μέν ἐστιν εὑρεῖν ἐν ἱστορίαις· ἐκδηλότερον δὲ Φίλιππον τὸν τοκέα Ἀλεξάνδρου. ἐπεὶ γὰρ Ἀντίπατρόν τινα τῶν φίλων τάξας εἰς τοὺς δικαστὰς τὸν πώγωνα καταβαπτόμενον εἶδε καὶ τὴν κόμην, ἐξανέστησεν εἰπών, τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἐν πράγμασιν ἀξιόπιστον ὑπάρχειν. | ] |
| lambda | 646 | [ | Λογγῖνος· οὗτος ὁ Λογγῖνος καὶ Κόνων ἀδελφοὶ Ζήνωνος τοῦ βασιλέως. οἳ παραδυναστεύοντες ἀθέσμως οἷον ἐν πάσαις ταῖς πόλεσιν ἐπὶ κτήμασιν ἀλλοτρίοις ὅρους ἐτίθεσαν καὶ τοῖς γε τὰ ἔσχατα πλημμελοῦσιν ἔνεμον τὰς βοηθείας ἐπὶ μισθῷ. Λογγῖνος δὲ καὶ πάσης ἀκρασίας ἦν πλήρης, ἀεὶ μὲν μεθύουσι συνδιάγων ἀνθρώποις, ἀεὶ δὲ πορνοβοσκοὺς ἔνδον ἔχων ἀφθόνους, οἳ γυναῖκας μὲν αὐτῷ τὰς τῶν πρώτων ἀρχόντων ἐπηγγέλλοντο ἄξειν· οἱ δὲ πόρνας ἄγοντες ἀπὸ κόσμου θαυμαστοῦ καὶ δίφρων ἐπισήμων ἐξηπάτουν, ὡς δῆθεν αὐτὰς ἐκείνας κομίσαντες. οὗτος δὲ ὁ Λογγῖνος καὶ σύστημα ἀσκητριῶν ἔλυσε τρόπῳ τοιῷδε. ἐπὶ δείπνῳ ἐνδιαιτώμενος ταῖς κληϊζομέναις πηγαῖς ἠγγέλθη τούτῳ παρὰ τῶν προαγωγευόντων, ὡς εὐπρεπεῖς λίαν εἰσὶν αἱ γυναῖκες. καὶ ἔπεμψεν αὐταῖς ὄσπρια καὶ ξηροὺς ἄρτους, εἶτα χιτῶνας ἄλλα τέ τινα, ὡς προνοῶν αὐτῶν δῆθεν, ἐξ ἐπιστροφῆς τῶν φόβων· δεινοὶ γὰρ οἱ γυναικοϊέρακες εὐπρεπεῖς αἰτίας ἐφευρίσκειν ἐς ἄγραν τῶν θηλειῶν. καὶ ἀνιὼν ἐν τῷ σεμνείῳ πολλὰς τούτων πειθανάγκῃ κατήγαγεν. οὕτω γὰρ ἦν λάγνος, ὡς καὶ ἐλευθέραις καὶ ἀρχόντων γυναιξὶ καὶ παρθένοις ἀωρίᾳ ἐπιπίπτειν καὶ πάντα δρᾶν ἀνέδην. ἐν προόδῳ δὲ σφαίρας ἀργυρᾶς καὶ περικάρπια ἐρρίπτει. καὶ ἄλλων δὲ πολλῶν κακῶν αἴτιος ἐγεγόνει ὁ Λογγῖνος οὗτος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: