Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Philemon (Philemon) - urn:cts:greekLit:tlg0487

Place of birth (Wikidata Statement)

Syracuse (Wikidata)

Place of death (Wikidata Statement)

Athens (Wikidata)

Occupations (Wikidata Statement)

comedy writer (Wikidata)

poet (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0487.suda001
urn:cts:greekLit:tlg0487.suda002
urn:cts:greekLit:tlg0487.suda003
urn:cts:greekLit:tlg0487.suda004

alpha 729[ Ἀθηναίας· ὁ Μετακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας ἀλλ’ Ἀττικὰς ἐν τοῖς περὶ Ὁμήρου [+], ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ, φησι, τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προση γορίᾳ καταισχύνωσιν. ἀλλὰ ἰδοὺ Φερεκράτης ἐν Γραυσί φησιν· Ἀθηναίοις αὐταῖς τε καὶ ταῖς συμμάχοις. καὶ Κάνθαρος Τηρεῖ· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτέρυγι· τὰς Ἰππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας τὰς Ἀθηναίας λέγω. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ καὶ ἡ θεὸς καλεῖται· ἀλλ’ ἀντὶ τοῦ Ἀθηναίας αὐτάς φασι λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι. καὶ γὰρ καὶ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησίν· καὶ Πίνδαρος ἐν σχολίοις. ὁ μέντοι Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν< καὶ> θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει. ]
alpha 3561[ Ἀποστοματίζειν: ἀπὸ μνήμης λέγειν. καὶ Ἀπὸ στόματος, ἄνευ γραμμάτων. ὁ δὲ κελεύει ἀπὸ στόματος φράζειν τοῖς ἡγεμόσι τῶν Μάρδων. καὶ Ἀπὸ στόματος, ὡς ἡμεῖς τὸ μὴ διὰ γραμμάτων, ἀλλ’ ἀπὸ μνήμης. Φιλήμων Νεμομένοις· ἀπὸ στόματος ἅπαντʹ, ἐὰν βούλησθʹ, ἐρῶ. Κρατῖνος δὲ ταυτὸ τοῦτ’ ἀπὸ γλώττης, Νόμοις· ἀλλὰ, μὰ Δί, οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, τὰ ἄλλα ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς. Θουκυδίδης ζʹ· καὶ ἥκοντες εἰς τὰς Ἀθήνας οἱ ἀπὸ τοῦ Νικίου, ὅσα τε ἀπὸ γλώττης εἴρητο αὐτοῖς εἶπον. Πλάτων Θεαιτήτῳ [+]· ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; οὐ μὰ τὸν Δί’ οὔκουν, οὔγε ἀπὸ στόματος, ἀλλ’ ἐγραψάμην μὲν τοῦτ’ εὐθὺς οἴκαδ’ ἐλθὼν ὑπομνήματα. καὶ Ἀποστοματίζειν φασὶ τὸν διδάσκαλον, ὅταν κελεύῃ τὸν παῖδα λέγειν ἄττα ἀπὸ στόματος. ]
alpha 4303[ Ἄσχολος: ὁ μὴ εὐκαιρῶν. σχολὴ γὰρ ἡ ἐν τῇ λεγομένῃ συνηθείᾳ εὐκαιρία. μηδὲ χωρὶς ἀνάγκης λέγειν πρός τινα ἢ ἐν ἐπιστολῇ γράφειν, ὅτι ἄσχολός εἰμι, μηδὲ διὰ τοιούτου τρόπου συνεχῶς παραιτεῖσθαι τὰ κατὰ τὰς πρὸς τοὺς συμβιοῦντας σχέσεις καθήκοντα, προβαλλόμενον τὰ περιεστῶτα πράγματα. καὶ Ἀσχολοῦμαι· αἰτιατικῇ. καὶ ἀσχολεῖται, καὶ ἀσχολεῖσθαι. πάντα ταῦτα Μένανδρος λέγει. Φιλήμων δὲ καὶ ἀσχολεῖ. ]
epsilon 3580[ Εὐμενίδες· αἱ Ἐριννύες, αἵ εἰσι καταχθόνιοι δαίμονες. μεταβαλεῖν δέ φασιν αὐτὰς τὸ ὄνομα ἐπὶ Ὀρέστῃ. τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι, εὐμενεῖς αὐτῷ γενομένας, κριθέντι νικᾶν παρ’ Ἀθηναίοις, καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄϊν μέλαιναν. Φιλήμων δὲ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων. Σοφοκλῆς· αἱ γὰρ ἔμφοβοι θεαί σφ’ ἔχουσι, γῆς τε καὶ σκότους κόραι. καὶ παροιμία· ἄλλα δ’ ἀλλαχοῦ καλά. παρ’ ὅσον τὰς Εὐμενίδας ἄλλοι ἄλλως καλοῦσιν. ἄλλα οὖν ὀνόματα παρ’ ἄλλοις καλὰ νομίζονται, παρ’ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰς Εὐμενίδας κατ’ εὐφημισμὸν τὰς Ἐριννύας. ]
phi 327[ Φιλήμων, Συρακούσιος, υἱὸς Δάμωνος, καὶ αὐτὸς κωμικὸς τῆς νέας κωμῳδίας. ἤκμαζεν ἐπὶ τῆς Ἀλεξάνδρου βασιλείας, βραχεῖ Μενάνδρου πρότερος. ἔγραψε δὲ κωμῳδίας πρὸς ϟʹ, καὶ ἐβίωσεν ἔτη ϟθʹ, εἰσὶ δὲ οἳ λέγουσιν αʹ καὶ ρʹ· ἐτελεύτησε δὲ ὑπὸ σφοδροῦ γέλωτος. περὶ γέλωτος θανατηφόρου· ὃν ἄξιον εἰπεῖν σαρδάνιον, ὡς μὴ ὤφελε γελάσαι. ]
phi 328[ Φιλήμων. ἡ κλητικὴ ὦ Φιλῆμον. οὗτος βιώσας ἔτη αʹ καὶ ρʹ ἄπηρος ἦν τὸ σῶμα· καὶ μέντοι καὶ τὰς αἰσθήσεις πάσας ἀσινεῖς εὐμοιρίᾳ τινὶ διεσώσατο. ὁμολογοῦσι δήπου καὶ τοῦτο· πολεμούντων δὲ Ἀθηναίων καὶ Ἀντιγόνου, Πειραιεῖ διαιτώμενος ὁ Φιλήμων ὄναρ ὁρᾷ κόρας ἐξιούσας θʹ τῆς οἰκίας αὐτοῦ· ἐδόκει δὲ ἐρέσθαι αὐτάς, τί βουλόμενοι καταλείπουσιν, αὐτῶν δὲ ᾤετο ἀκοῦσαι λεγουσῶν ἔξω θυρῶν ἰέναι, μὴ γὰρ εἶναι θεμιτὸν ἀκοῦσαι αὐτάς· καὶ τὸν μὲν ὄνειρον ἐνταῦθα παύσασθαι· αὐτὸς δὲ διυπνισθεὶς τῷ παιδὶ περιηγεῖται ἅ τε εἶδε καὶ ὅσα ἤκουσε καὶ ἅτινα εἶπεν. εἶτα μέντοι ἔγραψε τὰ λοιπὰ τοῦ δράματος, ὅπερ οὖν ἔτυχε διὰ τῆς παρούσης ἄγων φροντίδος. καὶ ἐπιλυσάμενος ἡσυχῇ ἔκειτο· κ ᾆτα ὑπερέγχε. καὶ οἵ γε ἔνδον ᾤοντο καθεύδειν αὐτόν. ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, ἐκκαλύψαντες τεθνεῶτα ἐθεάσαντο. οὐκοῦν, ὦ Ἐπίκουρε, παρῆσαν δὲ καὶ Φιλήμονι ἐννέα Μοῦσαι, καὶ ὅτε ἔμελλε τὴν ἐπινησθεῖσάν οἱ καὶ τελευταίαν ὁδὸν ἰέναι, ᾤχοντο ἀπιοῦσαι· θεοῖς γὰρ οὐδαμῇ θεμιτὸν ὁρᾶν ἔτι νεκρούς, καὶ ἐὰν ὦσι πάνυ φίλοι, οὐδὲ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς. σὺ δὲ λέγεις αὐτοὺς μὴ ἡμῖν προσέχειν, ὦ μῶρε. οὕτω φησὶν Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. ]
phi 329[ Φιλήμων, ὁ νεώτερος, καὶ αὐτὸς κωμικός, υἱὸς Φιλήμονος τοῦ κωμικοῦ. ἐδίδαξε δὲ δράματα νδʹ. ]
phi 364[ Φιλιστίων, Προυσαεύς, ἢ ὡς Φίλων Σαρδιανός, κωμικός. τελευτᾷ δὲ ἐπὶ Σωκράτους. ὃς ἔγραψε κωμῳδίας βιολογικάς. τελευτᾷ δὲ ὑπὸ γέλωτος ἀπείρου. δράματα δὲ αὐτοῦ Μιμοψηφισταί. οὗτός ἐστιν ὁ γράψας τὸν Φιλόγελων, ἤγουν τὸ βιβλίον τὸ φερόμενον εἰς τὸν Κουρέα. Νικαεὺς δὲ μᾶλλον παρὰ πᾶσιν ᾄδεται, ὡς μαρτυρεῖ τὸ ἐπίγραμμα· ὁ τὸν πολυστένακτον ἀνθρώπων βίον γέλωτι κεράσας Νικαεὺς Φιλιστίων. τοῦ αὐτοῦ αἵματος ἦν Φιλήμονι, ὃς καὶ οὗτος γελῶν καταστρέφει τὸν βίον. ]
pi 2305[ Πρό· ἀντὶ τοῦ ἀντί. Φιλήμων Παγκρατιαστῇ· δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου. ἀθλεύων πρὸ ἄνακτος. Ὅμηρος. ]
sigma 161[ Σαυτὴν ἐπαινεῖς, ὥσπερ Ἀστυδάμας ποτέ· Ἀστυδάμᾳ τῷ Μορσίμου εὐημερήσαντι ἐπὶ τραγῳδίας διδασκαλίᾳ Παρθενοπαίου, δοθῆναι ὑπ’ Ἀθηναίων εἰκόνος ἀνάθεσιν ἐν θεάτρῳ. τὸν δὲ εἰς αὑτὸν ἐπίγραμμα ποιῆσαι ἀλαζονικὸν τοῦτο· εἴθ’ ἐγὼ ἐν κείνοις γενόμην, ἢ κεῖνοι ἅμ’ ἡμῖν, οἳ γλώσσης τερπνῆς πρῶτα δοκοῦσι φέρειν· ὡς ἐπ’ ἀληθείας ἐκρίθην ἀφεθεὶς παράμιλλος· νῦν δὲ χρόνῳ παρέχουσ’ , οἷς φθόνος οὐχ ἕπεται. διὰ γοῦν τὴν ὑπερβάλλουσαν ἀλαζονείαν παραιτήσασθαι τὴν ἐπιγραφήν. καὶ παροιμία παρὰ τοῖς κωμικοῖς ἐγένετο, ὡς παρὰ Φιλήμονι. λέγεται δὲ καὶ κατὰ ἀποκοπὴν τὸ σαυτὴν ἐπαίνεις. ]
tau 513[ Τηνάλλως· μάτην. καὶ οὐ τηνάλλως, μετὰ τῆς ἀποφάσεως λέγεται. ὁ δὲ Φιλήμων Νυκτί· τὸ κανοῦν δὲ ὁ παῖς περίεισι τηνάλλως ἔχων. ἔστι καὶ παρὰ τοῖς περὶ Δημοσθένην καὶ ἐν Θεαιτήτῳ [+] Πλάτωνος. ὡς δὲ λόγους τηνάλλως ταῦτα ἤκουσαν ὄντα, χωροῦσιν ἐς σύμβασιν πρὸς Ζήνωνα πάλιν. ]
tau 1017[ Τριτημόριον· τοὺς ϛʹ χαλκοῦς εἴρηκε Φιλήμων τοῦ ὀβολοῦ τριτημόριον. θαυμάζω οὖν ἐγὼ πῶς τεταρτημόριόν εἰσι δύο χαλκοῖ, τριτημόριον δὲ ἕξ· εἰ μὴ ἄρα ἐκεῖνο μὲν κυρίως ὠνομάσθη τέταρτον μέρος τοῦ ὀβολοῦ, τὸ δὲ τριτημόριον, ὡς ἀπὸ τεσσάρων μερῶν ὄντων, ἀνὰ δύο χαλκοῦς, τρία ἔχον μέρη, ἓξ χαλκοῦς συνάγει. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License