Marinus of Neapolis) - urn:cts:greekLit:tlg4075Epidaurus (Wikidata) (Pleiades)
Athens (Wikidata)
philosopher (Wikidata)
astronomer (Wikidata)
urn:cts:greekLit:tlg4075.suda001
urn:cts:greekLit:tlg4075.suda002
urn:cts:greekLit:tlg4075.suda003
urn:cts:greekLit:tlg4075.suda004
urn:cts:greekLit:tlg4075.suda005
| alpha | 157 | [ | Ἀγάπιος· Ἀθηναῖος φιλόσοφος, μετὰ Πρόκλον ἀποιχόμενον, ὑπὸ Μαρίνῳ. ὃς ἐθαυμάζετο ἐπὶ φιλομαθείᾳ καὶ ἀποριῶν προβολῇ δυσεπιβόλων. | ] |
| alpha | 4091 | [ | Ἀρχή, ἡ μὲν φυσικὴ, ὡς λέοντος ἐν ζῴοις καὶ ἀετῶν ἐν ὀρνέοις· ἡ δὲ χειροτονητὴ, ὡς ἐπὶ βασιλέως ἀνθρώπων. Μαρῖνός φησι· γέγονε δὲ ἡμῖν ἡ ἀρχὴ οὐκ ἀρχὴ μόνον, οὐδὲ κατὰ τὴν παροιμίαν ἥμισυ τοῦ παντός. αὐτὸ δὲ ὅλον τὸ πᾶν. | ] |
| theta | 78 | [ | Θεαγένης, Ἀθηναῖος ἄρχων, φιλότιμος ἀνὴρ καὶ μεγαλοφυής, Ἑλλήνων τε ὅτι μάλιστα χρήμασι λαμπρυνόμενος, οἷς εἰς δέον ἐχρῆτο τὰ πολλὰ πόλεών τε ἐνίων τὰ πταίσματα ἐπανορθούμενος καὶ τοῖς δεομένοις τῶν ἀνθρώπων ἐπικουρῶν, οὐ μιᾷ χειρὶ δωρούμενος ἀλλ' ἀμφοῖν, κατὰ τὴν παροιμίαν. ἦν γὰρ φιλόδωρός τε καὶ μεγαλόδωρος εἰς ὑπερβολήν. ἀναλοῦτο δὲ αὐτῷ πολλὰ τῶν χρημάτων εἴς τε διδασκάλους καὶ ἰατροὺς καὶ τὴν ἄλλην τῆς πατρίδος εὐθημοσύνην. ταῦτα μὲν ἀξιέπαινα τῶν Θεαγένους. ὢν δὲ θυμοειδὴς καὶ οὐδαμοῦ καταφρονεῖσθαι ἀνεχόμενος, ἀλλὰ καὶ θεραπεύεσθαι σπουδάζων ὑπὸ πάντων, καὶ οὐχ ἥκιστα τῶν φιλοσοφούντων, ὑπερορῶν δὲ καὶ διαπτύων τοὺς ἄλλους καὶ μάλιστα τοὺς ἐν δυνάμει δοκοῦντας εἶναι καὶ προθυμουμένους ἐν τῇ Ῥωμαίων πολιτείᾳ λαμπρύνεσθαι, καὶ τὰ νέα ἀξιώματα προτιμῶν τῶν ἀρχαίων ἠθῶν τῆς εὐσεβείας, ἔλαθεν ἑαυτὸν ἐμπεσὼν εἰς τὸν τῶν πολλῶν βίον ἀποσπασθεὶς τῶν Ἑλλήνων καὶ τῶν ἔτι ἄνω προγόνων· ἔλαθε δὲ τοὺς πέλας οὐκ ἔτι φίλους ἀληθινούς, ἀλλὰ κόλακας ἀπατηλοὺς κεκτημένος. οὔκουν ἔτι διέσῳζε τὴν πάλαι αἰδῶ πρὸς φιλοσοφίαν, ἀλλὰ τῷ μὲν λόγῳ τοὺς φιλοσόφους ἐπεποίητο περὶ ἑαυτόν, τῷ δὲ ἔργῳ τοὺς θεραπεύοντας. αὕτη πρώτη ἀρχὴ ἐγεγόνει τῆς πρὸς Μαρῖνον ὑποψίας. ὁ γὰρ Μαρῖνος ἐμμένων τῇ παραδοθείσῃ σεμνότητι τῶν φιλοσόφων ἐθεράπευε μὲν τὰ εἰκότα τὸν Θεαγένη, καὶ οὐκ ἦν τις ἄρα πρὸς αὐτὸν ἀλαζὼν οὐδὲ σκαιὸς οὐδὲ σοβαρὸς τὴν ἔντευξιν οὐδὲ δυσόμιλος οὐδὲ ἄλλως ὑπὲρ τὸν ἰδιώτην εἶναι βουλόμενος, ἀλλὰ προσδεχόμενός τε καὶ προπέμπων ἐγίνετο δῆλος καὶ τὰς ὀφειλομένας αὐτῷ τιμὰς ἀπονέμων, οἵας ὠφείλετο πρωτεύων ἀνὴρ ἐν τῇ πόλει, τάχα δὲ καὶ ἐν τῇ Ῥωμαίων πολιτείᾳ συμπάσῃ. καὶ γὰρ ἦν τῶν Ῥωμαϊκῶν πατέρων εἷς καὶ πρῶτος τῆς περὶ τὰ βασίλεια συγκλήτου βουλῆς, τῇ τε ἐξ ἀρχῆς εὐγενείᾳ καὶ τῇ μεγαλειότητι τῶν τρόπων καὶ τῇ περὶ τοὺς λόγους διαφανεῖ σπουδῇ τε καὶ ἐπιμελείᾳ· ὥστε καὶ ὁ Μαρῖνος ἐσπούδαζεν αὐτῷ συναύξειν τὸ μέγεθος τῆς κατὰ πάντα περιφανείας. | ] |
| mu | 198 | [ | Μαρῖνος, Νεαπολίτης, φιλόσοφος καὶ ῥήτωρ, μαθητὴς Πρόκλου τοῦ φιλοσόφου καὶ διάδοχος. ἔγραψε βίον Πρόκλου [+] τοῦ αὑτοῦ διδασκάλου καὶ καταλογάδην καὶ ἐπικῶς· καὶ ἄλλα τινὰ φιλοσόφων ζητήματα. | ] |
| mu | 199 | [ | Μαρῖνος· οὗτος τὴν Πρόκλου διατριβὴν παραδεξάμενος καὶ Ἰσιδώρου τοῦ φιλοσόφου τῶν Ἀριστοτέλους λόγων καθηγησάμενος, ἐλθόντι τὸ δεύτερον Ἀθήναζε, τοῦ κοινοῦ διδασκάλου τετελευτηκότος, ἐπέδειξεν αὐτῷ συγγεγραμμένον ὑπόμνημα πρὸς ἑαυτοῦ στίχων παμπόλλων εἰς τὸν Πλάτωνος [+] Φίληβον, ἐντυχεῖν τε καὶ ἐπικρῖναι κελεύσας, εἰ ἐξοιστέον εἴη τὸ βιβλίον. ὁ δὲ ἀναγνοὺς ἐπιμελῶς οὐδὲν ἀπεκρύψατο τῶν αὑτῷ δοκούντων, οὐ μέντοι ἄμουσον ἀφῆκε φωνὴν οὐδεμίαν, τοσοῦτον δὲ ἔφη μόνον, ἱκανὰ εἶναι τὰ τοῦ διδασκάλου ὑπομνήματα εἰς τὸν διάλογον· συνεὶς δ’ ἐκεῖνος παραυτίκα διέφθειρε πυρὶ τὸ βιβλίον. ἤδη δὲ καὶ πρότερον δι’ ἐπιστολῆς ἐκοινώσατο πρὸς αὐτὸν τὴν ἑαυτοῦ δόξαν τῶν εἰς Παρμενίδην [+] ὑποθέσεών τε καὶ ἐξηγήσεων· τά τε ἐπιχειρήματα συντάξας ἔπεμψεν, οἷς ἐπείσθη μὴ εἶναι τὸν διάλογον περὶ θεῶν ὁ Μαρῖνος, ἀλλὰ περὶ εἰδῶν. ἐφ’ ᾧ καὶ ὑπομνήματα κατεβάλετο, τοῦτον ἐξηγούμενα τὸν τρόπον τὰς Παρμενίδου [+] διαλεκτικὰς ὑποθέσεις. ὁ δὲ καὶ πρὸς ταύτην ἀντιγράφει τὴν ἐπιστολήν, μυρίαις ὅσαις ἀποδείξεσι καταβαλόμενος, ἀληθεστάτην εἶναι τὴν θειοτέραν ἐξήγησιν τοῦ διαλόγου, ὥστε εἰ μὴ ἔφθη τὸ βιβλίον ἐκδεδομένον, τάχα ἂν καὶ τοῦτο διέφθειρεν. ἴσως δὲ αὐτὸν διεκώλυσε καὶ ἡ ὄψις τοῦ ἐνυπνίου· ὅτι θεάσασθαί ποτε ἔλεγεν ὁ Πρόκλος, ὡς ὑπομνημάτων εἰς Παρμενίδην [+] αὐτοῦ Μαρίνου ἐσομένων. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: