Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Mnaseas Patrensis (Mnaseas) - urn:cts:greekLit:tlg1514

Places of birth (Wikidata Statement)

Patras (Wikidata)

Patara (Wikidata) (Pleiades)

Significant Places (Wikidata Statement)

Patara (Wikidata) (Pleiades)

Patras (Wikidata)

Occupations (Wikidata Statement)

writer (Wikidata)

historian (Wikidata)

mythographer (Wikidata)

periegetes (Wikidata)

Works

urn:cts:greekLit:tlg1514.suda001 - Periplous

epsilon 2898[ Ἐρατοσθένης, Ἀγλαοῦ, οἱ δὲ Ἀμβροσίου· Κυρηναῖος, μαθητὴς φιλοσόφου Ἀρίστωνος Χίου, γραμματικοῦ δὲ Λυσανίου τοῦ Κυρηναίου καὶ Καλλιμάχου τοῦ ποιητοῦ. μετεπέμφθη δὲ ἐξ Ἀθηνῶν ὑπὸ τοῦ τρίτου Πτολεμαίου καὶ διέτριψε μέχρι τοῦ πέμπτου. διὰ δὲ τὸ δευτερεύειν ἐν παντὶ εἴδει παιδείας τοῖς ἄκροις ἐγγίσασι τὰ βήματα ἐπεκλήθη. οἱ δὲ καὶ δεύτερον νέον Πλάτωνα, ἄλλοι Πένταθλον ἐκάλεσαν. ἐτέχθη δὲ ρκϛʹ ὀλυμπιάδι καὶ ἐτελεύτησεν πʹ ἐτῶν γεγονώς, ἀποσχόμενος τροφῆς διὰ τὸ ἀμβλυώττειν, μαθητὴν ἐπίσημον καταλιπὼν Ἀριστοφάνην τὸν Βυζάντιον· οὗ πάλιν Ἀρίσταρχος μαθητής. μαθηταὶ δὲ αὐτοῦ Μνασέας καὶ Μένανδρος καὶ Ἄριστις. ἔγραψε δὲ φιλόσοφα καὶ ποιήματα καὶ ἱστορίας, ἈστρονομίανΚαταστηριγμούς, Περὶ τῶν κατὰ φιλοσοφίαν αἱρέσεων, Περὶ ἀλυπίας, διαλόγους πολλοὺς καὶ γραμματικὰ συχνά. ]
zeta 17[ Ζάμολξις· Πυθαγόρᾳ δουλεύσας, ὡς Ἡρόδοτος δʹ. Σκύθης· ὃς ἐπανελθὼν ἐδίδασκε περὶ τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν. Μνασέας δὲ παρὰ Γέταις τὸν Κρόνον τιμᾶσθαι καὶ καλεῖσθαι Ζάμολξιν. Ἑλλάνικος δὲ ἐν τοῖς Βαρβαρικοῖς νόμοις φησίν, ὅτι Ἑλληνικός τε γεγονὼς τελετὰς κατέδειξε Γέταις τοῖς ἐν Θρᾴκῃ καὶ ἔλεγεν, ὅτι οὔτ’ ἂν αὐτὸς ἀποθάνοι οὔθ’ οἱ μετὰ τούτου, ἀλλ’ ἕξουσι πάντα ἀγαθά. ἅμα δὲ ταῦτα λέγων ᾠκοδόμει οἴκημα κατάγαιον. ἔπειτα ἀφανισθεὶς αἰφνίδιον ἐκ Θρᾳκῶν ἐν τούτῳ διῃτᾶτο. οἱ δὲ Γέται ἐπόθουν αὐτόν. τετάρτῳ δὲ ἔτει πάλιν φαίνεται, καὶ οἱ Θρᾷκες αὐτῷ πάντα ἐπίστευσαν. λέγουσι δέ τινες, ὡς ὁ Ζάμολξις ἐδούλευσε Πυθαγόρᾳ Μνησάρχου Σαμίῳ καὶ ἐλευθερωθεὶς ταῦτα ἐσοφίζετο. ἀλλὰ πολὺ πρότερος δοκεῖ ὁ Ζάμολξις Πυθαγόρου γενέσθαι. ἀθανατίζουσι δὲ καὶ Τέριζοι καὶ Κρόβυζοι καὶ τοὺς ἀποθανοῦντας ὡς Ζάμολξίν φασιν οἴχεσθαι, ἥξειν δὲ αὖθις· καὶ ταῦτα ἀεὶ νομίζουσιν ἀληθεύειν. θύουσι δὲ καὶ εὐωχοῦνται, ὡς αὖθις ἥξοντος τοῦ ἀποθανόντος. ]
pi 2212[ Πραξιδίκη· θεός, ἧς κεφαλὴν μόνον ἱδρύοντο. Μνασέας δὲ ἐν τῷ περὶ Εὐρώπης Σωτῆρος καὶ τῆς ἀδελφῆς Πραξιδίκης γενέσθαι Κτήσιον υἱὸν καὶ θυγατέρας Ὁμόνοιαν καὶ Ἀρετήν, ἃς ἀπὸ τῆς μητρὸς Πραξιδίκας κληθῆναι. Διονύσιος δὲ ἐν Κτίσεσιν Ὠγύγου θυγατέρας, Ἀλκομένειαν, Θελξίνειαν, Αὐλίδα, ἃς ὕστερον Πραξιδίκας ὀνομασθῆναι. ]
pi 3136[ Πυθοῦ Χελιδόνος· παροιμία ἀπό τινος Χελιδόνος, θεολόγου καὶ τερατοσκόπου καὶ περὶ τελετῶν διειλεγμένου, ὡς ΜνασέαςΠατρεὺς ἐν τῷ Περίπλῳ. οἱ δέ, ὅτι τὸ ἔαρ προσημαίνει. ]
sigma 12[ Σάβοι· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. οἱ μὲν Σάβους λέγεσθαι τοὺς τελουμένους τῷ Σαβαζίῳ, τουτέστι τῷ Διονύσῳ, καθάπερ τοὺς τῷ Βάκχῳ Βάκχους. τὸν αὐτὸν δὲ εἶναι Σαβάζιον καὶ Διόνυσόν φασιν. οὕτως δέ φησι καὶ τῶν Ἑλλήνων τινες τοὺς Βάκχους Σάβους καλεῖν. Μνασέας δὲ ὁ Πατρεὺς υἱὸν εἶναι φησὶ τοῦ Διονύσου Σαβάζιον. ]
upsilon 108[ Ὑμεῖς, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι· χρησμοῦ κομμάτιόν ἐστι παροιμιαζόμενον οὕτως· ἵππον Θεσσαλικὴν Λακεδαιμονίαν τε γυναῖκα, ἄνδρας δ’, οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης. ἀλλ’ ἔτι καὶ τῶν εἰσὶν ἀμείνονες, οἵ τε μεσηγὺ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο. ὑμεῖς δ’, Αἰγιέες, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι, οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ. ἱστορεῖ δὲ Μνασέας, ὅτι Αἰγιεῖς οἱ ἐν Ἀχαίᾳ καταναυμαχήσαντες Αἰτωλοὺς καὶ λαβόντες πεντηκόντορον αὐτῶν, δεκάτην Πυθοῖ ἀνατιθέντες, ἠρώτων τίνες εἶεν κρείττους τῶν Ἑλλήνων· ἡ δὲ Πυθία ἔχρησεν αὐτοῖς τὰ προκείμενα. καὶ Ἴων δὲ Αἰγιεῦσι δοθῆναι τὸν χρησμὸν ἱστορεῖ. τινὲς δὲ οἴονται Μεγαρεῦσιν εἰρῆσθαι αὐτὸν καὶ προφέρονται, ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι. ὡς καὶ Καλλίμαχος ἐπὶ τοῖς Ἐπιγραμματίοις· τῆς δὲ ταλαίνης νύμφης, ὡς Μεγαρέων, οὐ λόγος οὐδ’ ἀριθμός. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License