Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Flavius Justinianus Imperator Theologus (Justinian I) - urn:cts:greekLit:tlg2734

Places of birth (Wikidata Statement)

Taurision (Serbia) (Wikidata)

Tauresium (Wikidata)

Place of death (Wikidata Statement)

Constantinople (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

legislator (Wikidata)

politician (Wikidata)

emperor (Wikidata)

writer (Wikidata)

alpha 112[ Ἀγαθίας· σχολαστικὸς, Μυριναῖος, ὁ γράψας τὴν μετὰ Προκόπιον [+] ἱστορίαν τὸν Καισαρέα [+], τὰ κατὰ Bελισάριον καὶ τὰς ἐν Ἰταλίᾳ καὶ ἐν Λιβύῃ πράξεις, τουτέστι τὰ κατὰ Nαρσῆν ἐν Ἰταλίᾳ καὶ τὰ ἐν Λαζικῇ καὶ Βυζαντίῳ. οὗτος συνέταξε καὶ ἕτερα βιβλία ἔμμετρά τε καὶ καταλογάδην, τά τε καλούμενα Δαφνιακά, καὶ τὸν Κύκλον τῶν νέων Ἐπιγραμμάτων, ὃν αὐτὸς συνῆξεν ἐκ τῶν κατὰ καιρὸν ποιητῶν. συνήκμασε δὲ Παύλῳ τῷ Σελεντιαρίῳ καὶ Μακεδονίῳ τῷ ὑπάτῳ καὶ Τριβουνιανῷ ἐπὶ τῶν Ἰουστινιανοῦ χρόνων. ]
chi 302[ Χιβούλδιος· οὗτος ἦν ἐκ τῆς Ἰουστινιανοῦ βασιλέως οἰκίας, ἐσάγαν μὲν δραστήριος τὰ πολέμια, ἐς τοσοῦτον δὲ χρημάτων κρείσσων, ὥστε ἀντὶ μεγίστου κτήματος ἐν τῇ οὐσίᾳ τῇ αὐτοῦ εἶχε τὸ κεκτῆσθαι μηδέν. ὥστε τούτου στρατηγήσαντος Θρᾴκης καὶ ἐπὶ τῇ τοῦ Ἴστρου φυλακῇ καταστάντος καὶ ἐν πολέμῳ ἀναιρεθέντος, συμβῆναι τὸν Ἴστρον ἐσβατὸν κατ’ ἐξουσίαν τοῖς βαρβάροις γενέσθαι καὶ τὰ Ῥωμαίων πράγματα γέγονε, ξύμπασά τε ἡ Ῥωμαίων ἀρχὴ ἀνδρὸς ἑνὸς ἀρετῇ ἀντίρροπος γενέσθαι ἐν τῷ ἔργῳ τούτῳ οὐδαμῆ ἴσχυσεν. ]
chi 577[ Χρυσομαλλώ· ὄνομα ὀρχηστρίδος, εἶτα ἑταίρας. ἤκμαζεν ἐπὶ Ἰουστινιανοῦ καὶ Θεοδώρας. ]
epsilon 2238[ Ἐπιβολή· ἔννοια καὶ ἐπιχείρησις. ἐπὶ θεωρημάτων γεωμετρικῶν. ἐπὶ δὲ Ἰουστινιανοῦ τὸ τῆς ἐπιβολῆς ὄνομα ὄλεθρος ἦν ἀπρόοπτος ἐξαπιναίως τοῖς τὰ χωρία κεκτημένοις ἐπιγινόμενος πρόρριζόν τε αὐτοῖς ἐκτρίβων τὴν τοῦ βίου ἐλπίδα. χωρίων γὰρ τέλος τῶν ἐρήμων τε καὶ ἀπόρων γεγενημένων, ὧν δὴ τοῖς τε κυρίοις καὶ τοῖς γεωργοῖς ἤδη τετύχηκεν ἀπολωλέναι τὴν γῆν πατρῴαν ἀπολιποῦσιν ἢ τοὺς ἐγκειμένους σφίσι διὰ ταῦτα κακοὺς κρύπτεσθαι, οὐκ ἀπηξίουν φέρειν τοῖς οὔπω διεφθαρμένοις παντάπασι. καὶ τοῦτο ἐκάλουν ἐπιβολὴν καὶ ἐπιβάλλειν, ὡς ὁριζομένη ζημία τοῖς ἁλοῦσιν ἐξημαρτηκέναι περὶ ὀρφανοὺς ἐπιτρόποις ἢ καὶ ἄλλοις τισὶ τῶν τὰ δημόσια μὴ καλῶς διοικησάντων ἢ τοῖς κατέχουσι τὰ ἀλλότρια καὶ μὴ εἰς ἐμφανὲς καθιστᾶσιν. ἣν οἱ ἄρχοντες ζημίαν ὁρίζουσιν ἐπιβολὴ καλεῖται, καὶ τὸ ῥῆμα ἐπιβάλλειν. ]
epsilon 3048[ Ἑρμόλαος, γραμματικὸς Κωνσταντινουπόλεως· γράψας τὴν ἐπιτομὴν τῶν Ἐθνικῶν Στεφάνου [+] γραμματικοῦ, προσφωνηθεῖσαν Ἰουστινιανῷ τῷ βασιλεῖ. ]
eta 478[ Ἤρανος· Παῦλος Σελεντιάριος· ἵλαθι τολμήεντι μεγασθενὲς ἤρανε γαίης. πρὸς βασιλέα Ἰουστινιανὸν ἐν τῇ ἐκφράσει τῆς ἁγίας Σοφίας. ]
eta 598[ Ἧσσον ἑτοίμως κατέχειν· ἀντὶ τοῦ οὐδὲ ὁμοίως. καὶ αὖθις· ἧσσον δὲ ταῦτα τοὺς παραπεπτωκότας ἠνία ἢ τὰ πρὸς Ἰουστινιανὸν ἐς τὴν πόλιν. ]
iota 229[ Ἰησοῦς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν· ὅτι ἐν τοῖς χρόνοις τοῦ εὐσεβεστάτου βασιλέως Ἰουστινιανοῦ γέγονεν ἄνθρωπός τις, ἀρχηγὸς τῶν Ἰουδαίων, Θεοδόσιος ὄνομα αὐτῷ, ὃς πλείστοις τῶν Χριστιανῶν γνωστὸς ὑπῆρχε καὶ αὐτῷ τῷ μνημονευθέντι πιστῷ βασιλεῖ. κατὰ δὲ τοὺς χρόνους ἐκείνους ἦν τις ἄνθρωπος Χριστιανὸς( Φίλιππος ὄνομα αὐτῷ) τὴν μέθοδον ἀργυροπράτης. οὗτος γνωστῶς ἔχων τὰ πρὸς τὸν Θεοδόσιον καὶ πολλὴν πρὸς αὐτὸν σῴζων τὴν γνησιότητα προετρέπετο αὐτὸν καὶ ἐνουθέτει γενέσθαι Χριστιανόν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὁ προλεχθεὶς Φίλιππος πρὸς τὸν λεχθέντα Θεοδόσιον τοιαῦτά τινα ἔλεγε· τί δή ποτε σοφὸς ἀνὴρ ὑπάρχων καὶ ἀκριβῶς ἐπιστάμενος τὰ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένα τοῦ δεσπότου Χριστοῦ οὐ πιστεύεις αὐτῷ καὶ γίνῃ Χριστιανός; πέπεισμαι γὰρ περὶ σοῦ, ὅτι οὐκ ἀγνοῶν τὰ τῶν θεοπνεύστων γραφῶν προλεχθέντα περὶ τῆς περὶ τοῦ κοινοῦ ἡμῶν δεσπότου Χριστοῦ παρουσίας παραιτῇ τοῦ γενέσθαι Χριστιανός. σπεῦσον οὖν σῶσαι τὴν σεαυτοῦ ψυχήν, πιστεύων εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα μὴ ἐπιμένων τῇ ἀπιστίᾳ κρίσεως αἰωνίου ὑπεύθυνον σεαυτὸν καταστήσῃς. ταῦτα ἀκούσας ὁ Ἰουδαῖος παρὰ τοῦ Χριστιανοῦ λεγόμενα πρὸς αὐτὸν ἀπεδέξατο αὐτὸν εὐχαριστίας τε αὐτῷ τὰς διὰ λόγων προσήγαγε καὶ τοιαῦτα πρὸς αὐτὸν ἀπεκρίνατο· ἀποδέχομαι τὴν κατὰ θεόν σου ἀγάπην, ὅτι τὰ ὑπὲρ τῆς σωτηρίας τῆς ἐμῆς ψυχῆς σπουδάζων ἀγωνίζῃ Χριστιανόν με γενέσθαι προτρεπόμενος. διὸ ὡς ἐπὶ τοῦ θεοῦ τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἐπισταμένου καὶ θεωροῦντος ἀδόλως καὶ ἀνυποκρίτως καὶ μετὰ πάσης ἀληθείας τοὺς πρός σε λόγους ποιήσομαι. ὅτι μὲν οὖν παραγέγονεν ὁ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένος Χριστός, ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος, πεπληροφόρημαι καὶ ὁμολογῶ τεθαρρηκώς, ὡς πρὸς γνήσιόν μου φίλον, ὡς καὶ τὰ πρὸς εὐεργεσίαν μοι ἀεὶ σπουδάζοντα· ἀλλὰ ἀνθρωπίνῳ λογισμῷ κρατούμενος οὐ γίνομαι Χριστιανὸς καὶ ἐν τούτοις καταγινώσκω ἑαυτοῦ. νῦν γὰρ Ἰουδαῖος ὑπάρχων ἀρχηγός εἰμι τῶν Ἰουδαίων καὶ τιμῆς πολλῆς καὶ δώρων πολλῶν καὶ πάντων τῶν πρὸς τὴν ζωὴν ταύτην ἐπιτηδείων ἐν ἀπολαύσει τυγχάνων. ὑπολαμβάνω δέ, ὅτι οὐδὲ εἰ πατριάρχης τῆς καθολικῆς ἐκκλησίας γένωμαι ἢ ἀρχὰς μείζονας καὶ ὑπεροχὰς λαμβάνω παρ’ ὑμῶν, τοσαύτης θεραπείας ἀξιωθήσομαι. ἵνα οὖν μὴ τῶν δοκούντων τερπνῶν εἶναι ἐν τῷ βίῳ τούτῳ ἐκπέσω, καταφρονῶ τῆς μελλούσης ζωῆς κακῶς τοῦτο ποιῶν. ἵνα δὲ τοὺς λόγους μου ἀληθεῖς τῇ σῇ ἀγάπῃ παραστήσω, θαρρῶ σοι μυστήριον, ὅ ἐστι παρ’ ἡμῖν τοῖς Ἑβραίοις ἀποκεκρυμμένον, ἐξ οὗ ἀκριβῶς ἐπιστάμεθα, ὅτι ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος Χριστὸς αὐτός ἐστιν ὁ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένος· οὐ μόνον ἐξ αὐτῶν τῶν προγεγραμμένων, ἀλλὰ καὶ ἐκ τοῦ παρ’ ἡμῖν ἐναπογράφου καὶ ἀποκεκρυμμένου μυστηρίου. ἔστι δὲ ὁ λόγος τοῦ μυστηρίου τοιοῦτος. κατὰ τοὺς ἀρχαίους χρόνους, ἡνίκα ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐκτίζετο, συνήθεια ἦν παρὰ τοῖς Ἰουδαίοις, ἰσαρίθμους τῶν παρ’ ἡμῖν γραμμάτων εἰκοσιδύο τυγχανόντων ἱερεῖς ἐν τῷ ναῷ καθίστασθαι· ὅθεν καὶ τὰ θεόπνευστα βιβλία εἰκοσιδύο ἀπαριθμούμεθα. κῶδιξ οὖν ἀπέκειτο ἐν τῷ ναῷ, ἐν ᾧ ἐπεγράφετο ἑκάστου ἱερέως τῶν κβʹ ἡ προσηγορία καὶ τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς μητρός. ἑνὸς οὖν τελευτήσαντος τῶν ἱερέων οἱ λοιποὶ συνήρχοντο ἐν τῷ ναῷ καὶ ἐκ κοινοῦ ψηφίσματος καθίστων ἀντὶ τοῦ τελευτήσαντος ἕτερον ἱερέα, πληροῦντες τὸν ἀριθμὸν τῶν κβʹ ἱερέων. καὶ ἐπεγράφετο ἐν τῷ κώδικι, ὅτι τῇδε τῇ ἡμέρᾳ ἐτελεύτησεν ὁ δεῖνα ἱερεύς, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ ἀντ’ αὐτοῦ προεχειρίσθη ὁ δεῖνα. τούτου οὖν τοῦ ἔθους κρατοῦντος ἐν τῷ ἔθνει τῶν Ἰουδαίων, συνέβη κατὰ τοὺς χρόνους ἐκείνους, καθ’ οὓς ὁ Ἰησοῦς ἐν τῇ Ἰουδαίᾳ διέτριβε, τελευτῆσαι ἕνα ἐκ τῶν κβʹ ἱερέων, πρὶν ἄρξηται ἐμφανίζειν ἑαυτὸν ὁ Ἰησοῦς καὶ διδάσκειν πιστεύειν τοὺς ἀνθρώπους εἰς αὐτόν. συνῆλθον οὖν οἱ λοιποὶ ἱερεῖς ἐπὶ τῷ ποιῆσαι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως ἕτερον ἱερέα· καὶ ἑκάστου προβαλλομένου τὸν νομιζόμενον αὐτῷ ἄξιον τοῦ γενέσθαι οἱ λοιποὶ τοῦτον ὡς ἐλλιπῶς ἔχοντα πρὸς ἀρετήν, ἐξ ἧς ὀφείλει καταστῆναι ἱερεύς, ἀπεδοκίμαζον. εἰ γὰρ σοφὸς ἦν, ἤθει τε καὶ βίῳ χρηστός, ἐν ἀγνοίᾳ δὲ τοῦ νόμου καὶ τῶν προφητῶν ἐτύγχανεν, ἀπρόσφορος ἱερατείας ἐκρίνετο. οὕτως οὖν πολλῶν ἱερέων ψηφισθέντων καὶ πάντων ἀποδοκιμασθέντων, εἷς τις ἱερεὺς ἐγερθεὶς ἔστη εἰς τὸ μέσον καὶ λέγει τοῖς λοιποῖς· ἰδού, πολλοὶ ὑφ’ ἡμῶν ὀνομασθέντες ἀνεπιτήδειοι εὑρέθησαν πρὸς ἱερωσύνην· δέξασθε οὖν κἀμὲ λέγοντα περὶ ἑνὸς ἀνθρώπου ὀφείλοντος προχειρισθῆναι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως. ὑπολαμβάνω γάρ, ὅτι οὐδεὶς ἐξ ὑμῶν ἀπαρεσθήσεται τῷ παρ’ ἐμοῦ γενομένῳ ψηφίσματι. ἐπιτρεψάντων δὲ τῶν λοιπῶν ἱερέων εἶπεν, ὅτι βούλομαι ἐγὼ γενέσθαι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως Ἰησοῦν, τὸν υἱὸν Ἰωσὴφ τοῦ τέκτονος· ὅστις νέος μὲν τῇ ἡλικίᾳ ἐστί, λόγῳ δὲ καὶ βίῳ καὶ ἤθεσι χρηστοῖς κεκόσμηται, καὶ ὑπολαμβάνω μηδένα ποτὲ τῶν ἀνθρώπων ὀφθῆναι ἐν λόγῳ ἢ ἐν βίῳ ἢ ἐν ἤθεσι τοιοῦτον, ὡς ἐστὶν οὗτος· καὶ οἶμαι καὶ ὑμῖν πᾶσι τοῖς οἰκοῦσιν ἐν Ἱερουσαλὴμ τοῦτο γνωστὸν καὶ ἀναντίρρητον ὑπάρχειν. ἀκούσαντες δὲ τὸν λόγον τοῦτον οἱ λοιποὶ ἱερεῖς ἀπεδέξαντο τὸν ἄνδρα καὶ ἐβεβαιώσαντο ψήφισμα, ἐπιτήδειον εἶναι ὑπὲρ πάντα ἄνθρωπον εἰς ἱερωσύνην τὸν Ἰησοῦν εἰρηκότες. ἔλεγον δέ τινες περὶ αὐτοῦ μὴ εἶναι ἐκ φυλῆς Λευΐ, ἀλλ’ ἐκ φυλῆς Ἰούδα τυγχάνειν· τοῦ Ἰωσήφ τε υἱὸν αὐτὸν ὑπολαμβάνοντες εἶναι( οὕτως γὰρ παρὰ Ἰουδαίοις ἐχρηματίζετο) , τὸν Ἰωσὴφ ἐκ φυλῆς Ἰούδα, οὐκ ἐκ φυλῆς Λευῒ ἐμαρτύρουν πάντες. καὶ τούτου ἕνεκα, ὡς τῷ δοκεῖν μὴ ὄντα αὐτὸν ἐκ φυλῆς Λευϊτικῆς, ἐκώλυον γενέσθαι ἱερέα. ὁ δὲ τοῦτον ὀνομάσας ἱερεὺς ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε μικτὸν εἶναι τὸ γένος αὐτοῦ· πάλαι γὰρ ἐν γενεαῖς ἀρχαίαις ἐπιμιξία τις γέγονε τῶν δύο φυλῶν κἀκεῖθεν κατάγεσθαι τὸ γένος τοῦ Ἰωσήφ. τοῦτο οὖν ἀκούσαντες οἱ λοιποὶ ἱερεῖς συνῄνεσαν τῷ ψηφίσματι· καὶ κοινῇ βουλῇ πᾶσι τοῖς συνελθοῦσιν ἱερεῦσιν ἔδοξεν ἀντὶ τοῦ τελευτήσαντος ἱερέως τὸν Ἰησοῦν καταστῆσαι. τῆς δὲ συνηθείας ἐχούσης μὴ μόνον τὸ ὄνομα τοῦ γινομένου ἱερέως ἀπογραφῆναι ἐν τῷ κώδικι, ἀλλὰ καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, εἶπόν τινες αὐτῶν ὀφείλειν αὐτοὺς πρῶτον καλέσαι τοὺς γονεῖς αὐτοῦ καὶ παρ’ αὐτῶν μαθεῖν τὰ ὀνόματα αὐτῶν, λαβεῖν δὲ καὶ κατάθεσιν αὐτῶν, εἰ υἱὸς αὐτῶν ἐστιν ὁ πρὸς ἱερωσύνην προχειριζόμενος· καὶ ἤρεσε τοῦτο πᾶσιν. ὁ οὖν προονομάσας τὸν Ἰησοῦν γενέσθαι ἱερέα ἔλεγε τετελευτηκέναι Ἰωσὴφ τὸν πατέρα Ἰησοῦ, μόνην δὲ τὴν τούτου ζῆν μητέρα. συνῆκαν οὖν ἅπαντες ἀγαγεῖν τὴν μητέρα αὐτοῦ εἰς τὸ συνέδριον καὶ μαθεῖν παρ’ αὐτῆς, εἰ μήτηρ τυγχάνει τοῦ Ἰησοῦ καὶ εἰ αὐτὴ ἔτεκεν αὐτόν, καὶ τὸ ὄνομα τοῦ ἀνδρὸς αὐτῆς ἀκοῦσαι, ἐξ οὗ ἔτεκε τὸν Ἰησοῦν· καὶ δὴ τούτου πᾶσιν ἀρέσαντος ἐκάλεσαν τὴν μητέρα τοῦ Ἰησοῦ καὶ εἶπον πρὸς αὐτήν· ἐπειδήπερ ὁ δεῖνα ὁ ἱερεὺς ἐτελεύτησεν, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ βουλόμεθα ἀντ’ ἐκείνου ποιῆσαι τὸν υἱόν σου Ἰησοῦν, ἔθος δέ ἐστιν ἀπογράφεσθαι τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς μητρός· εἰπὲ ἡμῖν, εἰ ὁ Ἰησοῦς υἱός σου ἐστί, καὶ εἰ σὺ ἔτεκες αὐτόν. ἡ δὲ Μαρία ἀκούσασα ταῦτα ἀπεκρίνατο λέγουσα πρὸς τοὺς ἱερεῖς· ὅτι μὲν υἱός μου ἐστὶν ὁ Ἰησοῦς, ὁμολογῶ· ἐγὼ γὰρ ἐγέννησα αὐτόν, καὶ μαρτυροῦσί μοι οἱ εὑρεθέντες καὶ αἱ εὑρεθεῖσαι γυναῖκες τικτούσης μου αὐτόν· ὅτι δὲ οὐκ ἔχει ἐπὶ τῆς γῆς πατέρα, πληροφορίαν λάβετε παρ’ ἐμοῦ, ὡς βούλεσθε. παρθένου γὰρ τυγχανούσης μου καὶ ἐν τῇ Γαλιλαίᾳ διατριβούσης, ἄγγελος θεοῦ, ἐγρηγορώσης μου οὐ καθευδούσης, εἰσελθὼν ἐν ᾧ ἤμην οἰκήματι, εὐηγγελίσατό μοι ἐκ πνεύματος ἁγίου τεκεῖν υἱόν· οὗ τὸ ὄνομα ἐνετείλατο καλέσαι Ἰησοῦν· παρθένος τοίνυν ὑπάρχουσα, ταύτην ἰδοῦσα τὴν ὀπτασίαν συνέλαβον καὶ ἐγέννησα τὸν Ἰησοῦν μείνασα παρθένος μέχρι τῆς σήμερον καὶ μετὰ τὸ τεκεῖν με. ταῦτα ἀκούσαντες οἱ ἱερεῖς ἐκέλευσαν ἐλθεῖν μαίας πιστὰς καὶ ἐπέτρεψαν αὐταῖς πολυπραγμονῆσαι, εἰ ἔτι ἀληθῶς παρθένος ἐστὶν ἡ Μαρία. αἱ δὲ ἐκ τῶν πραγμάτων λαβοῦσαι πληροφορίαν διεβεβαιώσαντο παρθένον αὐτὴν ὑπάρχειν. παρεγένοντο δὲ καὶ αἱ παρευρεθεῖσαι καὶ θεασάμεναι αὐτὴν τίκτουσαν, μαρτυροῦσαι ὅτι υἱὸς αὐτῆς ἐστιν ὁ Ἰησοῦς. ἔκθαμβοι δὲ γενόμενοι οἱ ἱερεῖς ἐπὶ τοῖς λεγομένοις παρὰ τῆς Μαρίας καὶ τῶν μαρτυρησάντων περὶ τοῦ τόκου αὐτῆς, ἀποκριθέντες εἶπον τῇ Μαρίᾳ· εἰπὲ ἡμῖν παρρησίᾳ, ἵνα ἐκ τοῦ στόματός σου ἀκούσωμεν, τίνος ἐστὶ καὶ τίνος υἱός, ἵνα οὕτως ἀπογραψώμεθα αὐτόν· οὓς γὰρ εἴπῃς ἡμῖν γονέας τούτους ἡμεῖς καὶ οὐχ ἑτέρους ἀπογραψόμεθα. ἡ δὲ ἀποκριθεῖσα εἶπεν, ὅτι ἐν ἀληθείᾳ ἐγὼ αὐτὸν ἐγέννησα, πατέρα αὐτοῦ ἐπὶ γῆς μὴ ἐπισταμένη, ἀλλὰ παρὰ τοῦ ἀγγέλου ἤκουσα, υἱὸν θεοῦ εἶναι αὐτόν. υἱὸς οὖν ἐμοῦ τῆς καλουμένης Μαρίας ἐστὶ καὶ υἱὸς τοῦ θεοῦ, καὶ μὴ γημαμένη παρθένος ὑπάρχω. ταῦτα ἀκούσαντες οἱ ἱερεῖς ἤγαγον τὸν κώδικα καὶ ὑπέγραψαν οὕτως· τῇδε τῇ ἡμέρᾳ ἐτελεύτησεν ὁ ἱερεὺς ὁ δεῖνα, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ γέγονεν ἀντ’ αὐτοῦ κοινῇ ψήφῳ πάντων ἡμῶν ἱερεὺς Ἰησοῦς, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος καὶ Μαρίας τῆς παρθένου. καὶ οὗτος ὁ κώδιξ ἐσώθη ἀπὸ τοῦ ναοῦ σπουδῇ τῶν τὰ πρῶτα φερόντων παρὰ τοῖς Ἰουδαίοις κατὰ τὸν καιρὸν τῆς ἁλώσεως τοῦ ναοῦ καὶ τῶν Ἱεροσολύμων καὶ ἀπόκειται ἐν Τιβεριάδι· καὶ τὸ μυστήριον τοῦτο ὀλίγοις πάνυ καὶ πιστοῖς τοῦ ἔθνους ἡμῶν ἔγνωσται. διὸ καὶ ἐμοὶ ὡς ἄρχοντι καὶ διδασκάλῳ τοῦ ἔθνους τῶν Ἰουδαίων ἀπεκαλύφθη. οὐ μόνον γὰρ ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν πεπληροφορήμεθα, ὅτι ὁ ὑφ’ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος Χριστὸς αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ ἐπὶ σωτηρίᾳ τοῦ κόσμου ἐλθὼν ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐκ τῆς ἀπογραφῆς, ἥτις καὶ σέσωσται μέχρι τῆς σήμερον καὶ ἀπόκειται ἐν Τιβεριάδι. ταῦτα ἀκούσας ὁ Χριστιανὸς παρὰ τοῦ Ἰουδαίου πρὸς αὐτὸν λελεγμένα, τῷ θείῳ ζήλῳ κινηθεὶς ἔλεγε τῷ Ἰουδαίῳ, ὅτι εὐθὺς καὶ παραχρῆμα ἀναφέρω τῷ πιστῷ καὶ εὐσεβεῖ βασιλεῖ τὰ ὑπὸ σοῦ λεγόμενα, ἵνα πέμψῃ ἐν Τιβεριάδι καὶ φανερώσῃ τὸν κώδικα, ὃν λέγεις, εἰς ἔλεγχον τῆς ἀπιστίας τῶν Ἰουδαίων. ὁ δὲ Ἰουδαῖος πρὸς τὸν Χριστιανὸν ἔλεγε· τί θέλεις κρίμα τῇ ἑαυτοῦ ψυχῇ προσαγαγεῖν καὶ ἀναγαγεῖν τῷ βασιλεῖ καὶ μὴ τυχεῖν τοῦ σπουδαζομένου; εἰ γάρ τι τοιοῦτον γένηται, πόλεμος μέγας μέλλει συνίστασθαι, καὶ φόνοι παρακολουθήσουσι· καὶ τότε, ἐὰν ἴδωσιν ἑαυτοὺς καταπονουμένους, ἐμπρήσουσι τὸν τόπον, ἐν ᾧ ἀπόκειται ὁ κῶδιξ, καὶ μάτην κοπιῶμεν τοῦ σπουδαζομένου ἡμῖν μὴ κατορθουμένου, μόνον ἐκχύσεως αἱμάτων πρόξενοι γενόμενοι. ταῦτα γὰρ ὡς γνησίῳ φίλῳ φανερὰ πεποίηκα τῇ σῇ ἀγάπῃ, ἵνα πιστώσω σε, ὅτι οὐκ ἐξ ἀγνοίας παραιτοῦμαι τὸν Χριστιανισμόν, ἀλλ’ ἐκ κενῆς δόξης. ταῦτα ἀκούσας παρὰ τοῦ Ἰουδαίου ὁ Χριστιανὸς καὶ ἀληθῆ εἶναι πιστεύσας τὰ λεγόμενα παρ’ αὐτοῦ, τῷ μὲν πιστῷ βασιλεῖ Ἰουστινιανῷ τὸν τοιοῦτον λόγον οὐκ ἐγνώρισεν, ἵνα μὴ τῷ θείῳ ζήλῳ ὁ πιστὸς ἐκεῖνος καὶ μέγας βασιλεὺς κινούμενος ἔκχυσιν αἱμάτων παρασκευάσῃ γενέσθαι, καὶ τότε μηδὲ τοῦ σπουδαζομένου κατορθωθέντος· πολλοῖς δὲ τῶν γνωρίμων καὶ φίλων τὸν λόγον τοῦτον ἐποίησε δῆλον· ὃν ἡμεῖς παρὰ τῶν ἀκουσάντων ὑπὸ τοῦ προεξονομασθέντος Φιλίππου τοῦ ἀργυροπράτου μεμαθηκότες φροντίδα οὐ μικρὰν ἐθέμεθα, γνῶναι βουλόμενοι, εἰ ἄρα ἀληθῶς τοὺς λόγους τούτους ὁ Ἰουδαῖος εἴρηκε περὶ τῆς τοιαύτης ἀπογραφῆς. εὕρομεν οὖν Ἰώσηπον, τὸν συγγραφέα τῆς ἁλώσεως Ἱεροσολύμων, οὗ μνήμην πολλὴν ΕὐσέβιοςΠαμφίλου ἐν τῇ ἐκκλησιαστικῇ αὐτοῦ ἱστορίᾳ ποιεῖται, φανερῶς λέγοντα ἐν τοῖς τῆς αἰχμαλωσίας αὐτοῦ ὑπομνήμασιν, ὅτι Ἰησοῦς ἐν τῷ ἱερῷ μετὰ τῶν ἱερέων ἡγίαζε. τοῦτο οὖν εὑρόντες λέγοντα τὸν Ἰώσηπον, ἄνδρα ἀρχαῖον ὄντα καὶ οὐ μετὰ πολὺν χρόνον τῶν ἀποστόλων γενόμενον, ἐζητήσαμεν εὑρεῖν καὶ ἐκ τῶν θεοπνεύστων γραφῶν τὸν τοιοῦτον λόγον βεβαιούμενον. εὕρομεν οὖν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ, ὅτι εἰσῆλθεν ὁ Ἰησοῦς ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων καὶ ἐδόθη αὐτῷ βιβλίον καὶ ἀνέγνω Ἠσαΐαν τὸν προφήτην λέγοντα· πνεῦμα κυρίου ἐπ’ ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. ἀνελογισάμεθα δέ, ὅτι εἰ μὴ τάξιν τινὰ λειτουργικὴν παρὰ τοῖς Ἰουδαίοις εἶχεν ὁ Χριστὸς Ἰησοῦς, οὐκ ἂν ἐν τῇ συναγωγῇ ἐδόθη αὐτῷ βιβλίον ἀναγνῶναι εἰς ἀκοὰς τοῦ λαοῦ· οὐδὲ γὰρ παρ’ ἡμῖν τοῖς Χριστιανοῖς ἐπ’ ἐκκλησίας ἔξεστί τινα ἀναγνῶναι τῷ λαῷ βίβλους τῶν θεοπνεύστων γραφῶν, εἰ μή τις ἐν κλήρῳ καταλέγηται. καὶ ἐκ τῶν ὑπὸ Ἰωσήπου γραφέντων καὶ ἐκ τῶν ὑπὸ τοῦ εὐαγγελιστοῦ Λουκᾶ ἱστορηθέντων ἔγνωμεν, ὅτι Θεοδόσιος ὁ Ἰουδαῖος τὸ προλεχθὲν διήγημα εἰπὼν τῷ μνημονευθέντι Φιλίππῳ τῷ ἀργυροπράτῃ οὐκ ἐπλάσατο τοῦτο, ἀλλ’ ἀληθῶς ὡς γνησίῳ φίλῳ τῷ Φιλίππῳ τὸ παρὰ Ἰουδαίοις ἀποκεκρυμμένον μυστήριον ἐθάρρησεν. ὁ δὲ Χρυσόστομος οὐδ’ ὅλως παραδέχεται τὴν ἱερωσύνην ταύτην ἐπὶ Χριστοῦ. ]
iota 446[ Ἰουστινιανός· οὗτος κτίσας τὴν ἁγίαν Σοφίαν ἐκάθηρε τὴν αὐλὴν καὶ ἐμαρμάρωσεν αὐτήν, τὸ πρὶν οὖσαν Αὐγουστεῖον, ὁ ἑρμηνεύεται ὀψοπώλιον· καὶ ἔστησε τὴν ἑαυτοῦ εἰκόνα ἐπὶ κίονος ἔφιππον· καὶ τῇ μὲν ἀριστερᾷ χειρὶ φέρει σφαῖραν, ἐμπεπηγότος σταυροῦ ἐν αὐτῇ, ὑποσημαίνοντος, ὡς διὰ τῆς εἰς τὸν σταυρὸν πίστεως τῆς γῆς ἐγκρατὴς γέγονε· σφαῖρα μὲν γὰρ ἡ γῆ διὰ τὸ σφαιροειδὲς τοῦ αὐτῆς σχήματος, πίστις δὲ ὁ σταυρὸς διὰ τὸν ἐν αὐτῷ σαρκὶ προσηλωθέντα θεόν. τὴν δὲ δεξιὰν χεῖρα ἀνατεταμένην ἔχων κατὰ ἀνατολάς, στάσιν τῶν Περσῶν σημαίνων καὶ μὴ μεταβαίνειν ἐπὶ τῆς Ῥωμαϊκῆς γῆς, διὰ τῆς ἀνατάσεως καὶ ἀπώσεως τῶν χειρῶν βοῶν· στῆτε καὶ μὴ πρόσω χωρεῖτε· οὐ γὰρ συνοίσει ὑμῖν. ]
iota 469[ Ἰωάννης, ὁ Καππαδοκίας ἔπαρχος Ἰουστινιανοῦ, λόγων μὲν τῶν ἐλευθερίων καὶ παιδείας ἀνήκοος ἦν. οὐ γὰρ ἄλλο οὐδὲν ἐς γραμματιστοῦ φοιτῶν ἔμαθεν ὅτι μὴ γράμματα, καὶ ταῦτα κακὰ κακῶς γράψαι. φύσεως δὲ ἰσχύϊ πάντων γέγονε δυνατώτατος ὧν ἡμεῖς ἴσμεν· γνῶναί τε γὰρ τὰ δέοντα ἱκανώτατος ἦν καὶ λύσιν τοῖς ἀπόροις εὑρεῖν. πονηρότατος δὲ πάντων ἀνθρώπων γεγονὼς τῇ τε τῆς φύσεως δυνάμει ἐς τοῦτο ἐχρῆτο, καὶ οὔτε θεοῦ λόγος οὔτε ἀνθρώπων αὐτὸν αἰδώς τις εἰσῄει, ἀλλὰ βίους τε αὐτῷ ἀνθρώπων πολλῶν ἀπολλύναι κέρδους ἕνεκα καὶ πόλεις ὅλας καθελεῖν ἐπιμελὲς ἦν. χρόνου γοῦν ὀλίγου χρήματα μεγάλα περιβαλόμενος ἐς κραιπάλην τινὰ ἐκλελάκτικεν ὅρον οὐκ ἔχουσαν· ἄχρι μὲν ἐς τὸν τοῦ ἀρίστου καιρὸν ληϊζόμενος τὰς τῶν ὑπηκόων οὐσίας, μέθῃ δὲ τὸ λοιπὸν καὶ σώματος ἔργοις ἀσελγέσιν ἠσχολημένος. κατέχειν δὲ αὑτὸν οὐδαμῇ ἴσχυεν, ἀλλὰ τά τε βρώματα μέχρι ἐς ὅσον ἤσθιε καὶ τὰ χρήματα κλέπτειν μὲν ἦν ἐσαεὶ ἕτοιμος, προΐεσθαι δὲ καὶ δαπανᾶν ἑτοιμότερος. οὗτος δὲ ὁ Ἰωάννης πᾶσιν ἀνθρώποις βαρὺς ἦν ὁμοίως καὶ χαλεπός, πληγάς τε τοῖς προσπίπτουσιν ἐντεινόμενος καὶ τὰ χρήματα ἁπαξάπαντα λόγῳ οὐδενὶ ληϊζόμενος, τὴν δίκην ὀρθῶς καὶ δικαίως τῆς ἐς τὴν δίκην παρανομίας ἐξέτισεν. ]
kappa 1413[ Κέρμα· τὰ λεπτότατα. ἐπὶ γὰρ Ἰουστινιανοῦ τοῦ βασιλέως, τῶν ἀργυραμοιβῶν πρότερον ιʹ καὶ σʹ ὀβολούς, οὓς φόλεις καλοῦσιν, ὑπὲρ ἑνὸς στατῆρος χρυσοῦ προΐεσθαι τοῖς ξυμβάλλουσιν εἰωθότων, αὐτὸς ἐπιτεχνώμενος κέρδη οἰκεῖα πʹ καὶ ρʹ μόνους ὑπὲρ τοῦ στατῆρος δίδοσθαι τοὺς ὀβολοὺς διετάξατο, χρυσοῦ ἕκτην ἀποτεμόμενος μοῖραν. ]
kappa 2197[ Κουτριγούρους· ὁ δὲ Ἰουστινιανὸς ἄδικον αὐτοῖς ἀπεκάλει τὴν ἐς Κουτριγούρους ἀπραγμοσύνην. ]
lambda 549[ Λιμιταναῖοι. οἱ Ῥωμαίων βασιλεῖς ἐν τοῖς ἄνω χρόνοις πανταχόσε τῶν τῆς πολιτείας ἐσχατιῶν πάμπολυ κατεστήσαντο στρατιωτῶν πλῆθος ἐπὶ φυλακῇ τῶν ὁρίων τῆς τῶν Ῥωμαίων ἀρχῆς καὶ κατὰ τὴν ἑῴαν μάλιστα μοῖραν, ταύτῃ τὰς ἐφόδους Περσῶν τὲ καὶ Σαρακηνῶν ἀναστέλλοντες, οὕσπερ λιμιταναίους ἐκάλουν. τούτοις Ἰουστινιανὸς οὕτω δὴ παρέργως καὶ φαύλως ἐχρῆτο, ὥστε δʹ ἢ εʹ αὐτοῖς ἐνιαυτῶν τῶν συντάξεων τοὺς χορηγοὺς ὑπερημέρους εἶναι. ἐπειδὰν δὲ Ῥωμαίοις τε καὶ Πέρσαις εἰρήνη γένοιτο, ἠναγκάζοντο οὗτοι χρόνου ῥητοῦ τὰς ὀφειλομένας συντάξεις μὴ λαμβάνοντες τῷ δημοσίῳ χαρίζεσθαι. σημείωσαι ὅτι λιμίτατος ἀγρός ἐστι κατὰ Ῥωμαίους ὁ ἀπὸ πολεμίων ληφθείς. ]
lambda 680[ Λορδουμένη· φησὶ Προκόπιος περὶ Θεοδώρας τῆς Ἰουστινιανοῦ γαμετῆς· ἀποδυσαμένη ξὺν τοῖς μίμοις ἐν μέσῳ εἱστήκει, λορδουμένη τε καὶ τὰ ὀπίσω ἀποκοντῶσα. οἷον κεκαμμένη. ]
lambda 745[ Λωφῆσαι· ἦν δὲ Ἰουστινιανὸς ἐς μὲν ἀνθρώπων φθορὰν ἑτοιμότατος, ἐς δὲ τὸ λωφῆσαι ἀμήχανος. κυρίως δὲ εἴρηται λωφῆσαι ἐπὶ βοῶν, τὸ τὸ βάρος ἀπὸ τοῦ τραχήλου ἀποθέσθαι. λόφος γὰρ ὁ τράχηλος. ]
mu 131[ Μαναΐμ, στρατηγός, ὁ νικήσας τοὺς Σκύθας· οὗ ἡ στήλη ἵστατο ἐν τῷ καλουμένῳ Ὠρείῳ, ὅ ἐστι μόδιος. ἦν γὰρ ὠρεῖον, ἔνθα νῦν ἵστανται κίονες πρὸ τοῦ οἴκου τοῦ Κρατεροῦ· ἔνθα ἵστατο καὶ μόδιος χαλκοῦς, πλησίον τῶν χειρῶν. ἦν δὲ δίκαιον μέτρον, ὡς ἂν τῷ χωρήματι αὐτοῦ πωλῶσι πάντες οἱ σιτοπράται καὶ ἀγοράζωσιν οἱ σιτῶναι, καὶ τῷ ἴσῳ μέτρῳ δίδοται σιτηρέσιον. τοῦτο δὲ ἐνομοθέτησεν Οὐαλεντινιανός, πιπράσκεσθαι τὸν σῖτον μοδίους ιβʹ τῷ νομίσματι, μηδενὸς ἀντιλέγοντος. ὅθεν τις ναύτης τοῦτο μὴ ποιήσας τὴν δεξιὰν χεῖρα ἀφῃρέθη. ὅθεν ἐτυπώθησαν αἱ χαλκαῖ χεῖρες τοῖς λαμβάνουσι καὶ τοῖς διδοῦσιν, ἀμφοτέρους ἐκ τῶν τεταγμένων μὴ ἀγανακτεῖν. ἦν δὲ καὶ Οὐαλεντινιανοῦ τοῦ βασιλέως στήλη ἔξαμμον ἔχουσα ἐν τῇ δεξιᾷ χειρί, ἁρπαγῆναι εἰς πάκτον, διὰ τὸ καὶ αὐτὴν ὑπάρχειν ἀργυρᾶν μικράν, ὑπὸ Κουρίου πρωτίκτωρος, τῷ δευτέρῳ ἔτει Ἰουστινιανοῦ. ]
nu 42[ Ναρσῆς, στρατηγὸς Ῥωμαίων, ἔμφρων ἐς τὰ μάλιστα καὶ δραστήριος καὶ δεινὸς ἁρμόσασθαι τῷ παρεμπίπτοντι. καὶ παιδείας μὲν αὐτῷ οὔ τι μάλα μετῆν, οὐδὲ τὰ τῆς εὐγλωττίας ἐπεφρόντιστο· φύσεως δὲ ὅγε δεξιότητι διέπρεπε καὶ παραστῆσαι οἷός τε ἦν λόγῳ τὰ βεβουλευμένα, καὶ ταῦτα τομίας γε ὢν καὶ ἐν τοῖς βασιλείοις τρυφερώτατα ἀνατεθραμμένος. ἦν δὲ ἄρα καὶ τὸ σῶμα βραχὺς καὶ ἐν ἰσχνότητι ἐκδεδιῃτημένος· τὸ δὲ ἀνδρεῖον καὶ μεγαλουργὸν ἐς τοσοῦτον ἐκέκτητο ὅσον ἀμέλει καὶ ἀπιστεῖσθαι. ἦν δὲ ἐπὶ Ἰουστινιανοῦ. ]
nu 482[ Νόμος Ἰουστινιανοῦ· ζήτει ἐν τῷ Πρίσκος. ]
omicron 8[ Ὀβολοῦ κοριάννοις τὴν βουλὴν ἀναλαβὼν ἐλήλυθα· Ἀριστοφάνης. ἀντὶ τοῦ συναρπάσας ἱκανοὺς καὶ κουφίσας καὶ μετεωρίσας εἰς ἐμαυτὸν τῇ εὐνοίᾳ ἔπεισα ῥέπειν. Ὀβολοὶ δέ εἰσιν οὓς καλοῦμεν φόλλεις. ὁ Ἰουστινιανός, τῶν ἀργυραμοιβῶν ὑπὲρ ἑνὸς στατῆρος χρυσοῦ προΐεσθαι τοῖς ξυμβάλλουσιν εἰωθότων ιʹ καὶ σʹ ὀβολούς, αὐτὸς ἐπιτεχνώμενος κέρδη οἰκεῖα πʹ καὶ ρʹ μόνους ὑπὲρ τοῦ στατῆρος διετάξατο δίδοσθαι ὀβολούς. καὶ αὖθις Ἀριστοφάνης· φεῦ, ὡς μέγα δύνασθον πανταχοῦ δύ’ ὀβολώ. διὰ τὸ λεγόμενον, ὅτι τοῖς νεκροῖς ἐπὶ τοῦ στόματος δύο ὀβολούς. λέγεται καὶ τριώβολον, τῶν στρατηγῶν βλακείας χάριν προστιθέντων. ζήτει περὶ ὀβολοῦ ἐν τῷ ἀσσάρια. ]
pi 1408[ Πέτρος· οὗτος ἦν ἐπὶ Ἰουστινιανοῦ, ἔφθασε δὲ καὶ μέχρι μαγίστρου γενέσθαι· ὃς ἀεὶ καὶ καθημέραν τοὺς βασιλεῖς κλοπαῖς ἀμυθήτοις ἀπέκναιε. πρᾶος μὲν γὰρ ἦν, καὶ ὡς ἥκιστα ὑβρίζειν εἰδώς, κλεπτίστατος δὲ ἁπάντων ἀνθρώπων καὶ ῥύπου αἰσχροῦ ἀτεχνῶς ἔμπλεως. ]
pi 1882[ Πολεμησείοντος· πολέμου ἐπιθυμοῦντος. Χοσρόου δὲ πολεμησείοντος ὡς ᾔσθετο Ἰουστινιανός. ]
pi 1893[ Πολεμῶσαι· πολέμιον καταστῆσαι. καὶ Ἐκπολεμῶσαι. ἔστειλαν δὲ οἱ Τοῦρκοι ὡς Ἰουστινιανὸν πρεσβείαν, ἐφ’ ᾧ συνεκπολεμῶσαί γε αὐτὸν Πέρσαις. ]
pi 2227[ Πράσιον χρῶμα. ἄλλοις στάσεως ἀφορμὴν ἢ μέρους Πρασίου στοργὴν Ἰουστινιανὸς ἐπενεγκὼν ἀνῄρει. ]
pi 2303[ Πρίσκος, Ἐμεσηνός· ὅσπερ ἀλλότρια γράμματα μιμεῖσθαι ὑπερφυῶς ἐξηπίστατο τεχνίτης τε ἦν περὶ τὸ κακὸν τοῦτο δεξιὸς ἄγαν. ἐτύγχανε δὲ ἡ τῶν Ἐμεσηνῶν ἐκκλησία τῶν τινὸς ἐπιφανῶν κληρονόμος γεγενημένη χρόνοις τισὶ πολλοῖς ἔμπροσθεν. ἦν δὲ οὗτος ἀνήρ, πατρίκιος μὲν τὸ ἀξίωμα, Μαμιανὸς δὲ ὄνομα, γένει λαμπρὸς καὶ περιουσίᾳ χρημάτων. ἐπὶ δὲ Ἰουστινιανοῦ ὁ Πρίσκος διαριθμησάμενος πόλεως τῆς εἰρημένης τὰς οὐσίας πάσας, εἴ τινας εὗρε πλούτῳ περιακμάζοντας, καὶ πρὸς ζημίαν χρημάτων μεγάλην διαρκῶς ἔχοντας, τούτων διερευνησάμενος ἐς τὸ ἀκριβὲς τοὺς προπάτορας, γράμμασιν αὐτῶν παλαιοῖς ἐντυχών, βιβλίδια πολλὰ ὡς παρ’ ἐκείνων γεγραμμένα πεποίηται, ὁμολογούντων πολλὰ χρήματα τῷ Μαμιανῷ ἀποδώσειν ἅτε παραθήκης λόγῳ ταῦτα παρ’ ἐκείνου κεκομισμένοι. τό τε ὡμολογημένον ἐν τούτοις δὴ τοῖς καταπλάστοις γραμματείοις ξυνίει οὐχ ἧσσον ἢ ἐς ρʹ κεντηνάρια. καὶ ἀνδρὸς δέ τινος, ὅσπερ ἐπὶ τῆς ἀγορᾶς τηνικάδε χρόνου καθήμενος, ἡνίκα ὁ Μαμιανὸς περιῆν, δόξαν τε πολλὴν ἐπί τε ἀληθείᾳ καὶ ἀρετῇ ἔχων, ἅπαντα ἐπετέλει τὰ τῶν πολιτῶν γραμματεῖα, ἕκαστον αὐτῶν οἰκείοις ἐπισφαγίζων αὐτὸς γράμμασιν, ὅνπερ ταβελλίωνα καλοῦσι Ῥωμαῖοι, τὰ γράμματα δαιμονίως μιμησάμενος, τοῖς διοικουμένοις τὰ πράγματα τῆς τῶν Ἐμεσηνῶν ἐκκλησίας παρέδωκεν, ὡμολογηκόσι, μοῖραν αὐτῷ τινὰ κεῖσθαι τῶν ἐνθένδε πορισθησομένων χρημάτων. ἐπεὶ δὲ ὁ νόμος ἐμποδὼν ἵστατο, τὰς μὲν ἄλλας δίκας ἁπάσας ἐς τριακοντοῦτιν παραγραφὴν ἄγων, ὀλίγας δὲ ἄττας καὶ τὰς ὑποθηκαρίας πάσας μʹ ἐνιαυτῶν μήκει ἐκκρούων, ἐς Βυζάντιον ἀφικόμενοι καὶ χρήματα τῷ βασιλεῖ Ἰουστινιανῷ προέμενοι, μελλήσει οὐδεμιᾷ ἔπεισαν γράψαι νόμον, οὐ χρόνοις τὰς ἐκκλήτους τοῖς καθήκουσιν, ἀλλ’ ἐνιαυτῶν ρʹ πλήθει δικῶν τῶν αὐταῖς προσηκουσῶν ἀποκεκλεῖσθαι. κεφάλαιον Ἰουστινιανοῦ ρʹ ἐτῶν πλήθει κρατυνόμενον. ]
pi 2479[ Προκόπιος, Ἰλλούστριος, Καισαρεὺς ἐκ Παλαιστίνης, ῥήτωρ καὶ σοφιστής. ἔγραψεν Ἱστορίαν Ῥωμαϊκήν, ἤγουν τοὺς πολέμους Βελισαρίου πατρικίου, τὰ κατὰ Ῥώμην καὶ Λιβύην πραχθέντα. γέγονεν ἐπὶ τῶν χρόνων Ἰουστινιανοῦ τοῦ βασιλέως, ὑπογραφεὺς χρηματίσας Βελισαρίου καὶ ἀκόλουθος κατὰ πάντας τοὺς συμβάντας πολέμους τε καὶ πράξεις τὰς ὑπ’ αὐτοῦ συγγραφείσας. ἔγραψε καὶ ἕτερον βιβλίον, τὰ καλούμενα Ἀνέκδοτα, τῶν αὐτῶν πράξεων· ὡς εἶναι ἀμφότερα βιβλία θʹ. ὅτι τὸ βιβλίον Προκοπίου τὸ καλούμενον Ἀνέκδοτα ψόγους καὶ κωμῳδίαν Ἰουστινιανοῦ βασιλέως περιέχει καὶ τῆς αὐτοῦ γυναικὸς Θεοδώρας, ἀλλὰ μὴν καὶ αὐτοῦ Βελισαρίου καὶ τῆς γαμετῆς αὐτοῦ. ]
sigma 337[ Σηρική· ὅτι ἡ μέταξά ἐστιν, ἐξ ἧς εἰώθεσαν τὴν ἐσθῆτα ἐργάζεσθαι, ἣν πάλαι μὲν Ἕλληνες Μηδικὴν ἐκάλουν, τὰ δὲ νῦν σηρικὴν ὀνομάζουσιν. ἐπὶ δὲ Ἰουστινιανοῦ πρὸς Αἰθίοπας πρεσβεύονται Ῥωμαῖοι, ὅπως Αἰθίοπες ὠνούμενοι τὴν μέταξαν ἐξ Ἰνδῶν, ἀποδόμενοι δὲ αὐτὴν ἐς Ῥωμαίους, αὐτοὶ μὲν κύριοι γένωνται μεγάλων χρημάτων, Ῥωμαίοις δὲ τοῦτο ποιήσωσι κερδαίνειν μόνον, ὅτι δὴ οὐκέτι ἀναγκασθήσονται τὰ σφέτερα αὐτῶν χρήματα ἐς τοὺς πολεμίους μετενεγκεῖν. καὶ Σηρικὸν νῆμα, καὶ Σηρικὰ ἱμάτια. ]
sigma 676[ Σκότιος· ἦν δὲ Ἰουστινιανὸς δολερός, κατάπλαστος, σκότιος ὀργήν. καὶ Σκότιος, ὁ τοῦ σκότους. φεύγεθ’ ὑπ’ ἐκ καλύβης σκότιοι μύες. οὔτι πενιχρὴ μῦς σιπύη βόσκειν οἶδε Λεωνίδεω. σκότιον δέ ἑ γείνατο μήτηρ. τουτέστιν ἐκ λαθραίας μίξεως. Σκότιος οὖν, ὅπερ ἐστὶ λαθραῖος. Παρθένιος δὲ ὁ ἀπὸ παρθένου δοκούσης γεγονώς. ]
sigma 809[ Σοφία. ὅτι ἀπὸ τοῦ πλευροῦ τῆς ἁγίας Σοφίας στῆλαι ἀφῃρέθησαν Ἑλληνικαὶ υκζʹ θεῶν Ἑλληνικῶν καὶ Κάρου πατρῳοῦ Διοκλητιανοῦ καὶ τῶν ιβʹ ζῳδίων· βασιλέων δὲ Χριστιανῶν στῆλαι πʹ, ἃς Ἰουστινιανὸς μερίσας τῇ πόλει τὸν μέγαν ναὸν ᾠκοδόμησε. ]
sigma 1084[ Στήλη τοῦ φόρου· ζήτει ἐν τῷ φόρος. ὅτι ἐν τῇ ἁψῖδι τῆς καμάρας τοῦ φόρου ἵστανται δύο στῆλαι, Ἑλένης καὶ Κωνσταντίνου, καὶ σταυρὸς ἐν μέσῳ αὐτῶν, γράφων εἷς ἅγιος· καὶ δύο ταχυδρόμων ὁμοίως στῆλαι. ἀνετέθησαν δὲ ὑπὸ τοῦ τὸν φόρον ἐπέχοντος. Στήλη σταυροῦ· ὀπίσω ἐν τῷ σταυρός. ζήτει στήλην τῆς μητρὸς τοῦ μεγάλου Κωνσταντίνου ἐν τῷ Αὐγουστεῖον. ζήτει περὶ στηλῶν Ἡρακλείων ἐν τῷ Γάδειρα. ὅτι ἐν τῷ Περιπάτῳ ἔφιπποι στῆλαι ἵσταντο Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ Θεοδοσίου καὶ κυρτοῦ Φιρμιλιανοῦ πρὸς γέλωτα. ζήτει στήλην Ἡρακλέους ἐν τῷ Βασιλική, καὶ ἑτέρας στήλας διαφόρους. ζήτει στήλην ἐν τῷ Βηρίνη. ζήτει στήλην Πολυχερίας ἐν τῷ Πολυχερία. ζήτει στήλην ἐν τῇ Χελώνη ἐν τῷ Προκόπιος. ὅτι Ἀρκαδίας τῆς δευτέρας γυναικὸς Ζήνωνος στήλη ἐστὶν ἐν Ἀρκαδιαναῖς, ἐν τοῖς πλησίον μέρεσι τῶν βάθρων, τῶν λεγομένων Τόπων, ἐν τῷ τοῦ Ἀρχιστρατήγου· ἔνθα Ζήνων ἔκρινε τοὺς μετὰ Βασιλίσκου καὶ Σέκρετον τὸν τόπον ἐποίησεν. ἡ δὲ πρώτη τοῦ Ζήνωνος γυνὴ ἡ Ἀριάδνη ἦν, ἧς ἡ στήλη μετὰ τοῦ ἀνδρὸς αὐτῆς ἵσταται ἐν τῇ Βασιλικῇ. ὅτι ἐν τῷ Τριβουναλίῳ τοῦ Παλατίου στήλη ἦν Εὐδοκίας, τῆς γυναικὸς Θεοδοσίου, καὶ αὐτοῦ δὲ Θεοδοσίου Μαρκιανοῦ τε καὶ Κωνσταντίνου. ἔνθα ὀρχήσεις τῶν δύο μερῶν ἐγίνοντο ἕως Ἡρακλείου. ζήτει στήλην τὴν Ἰουστινιανοῦ παρὰ τοῦ Αὐγουστείου ἐν τῷ Ἰουστινιανός. ]
sigma 1614[ Συνωνή. ὅτι ἐπὶ Ἰουστινιανοῦ ἡ τοῦ σίτου φορὰ ἐσπάνιζε, καὶ ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν ὁ σιταγωγὸς στόλος ἀφίκετο. ἀπορούμενος δὲ τοῖς παροῦσιν, ἔν τε Βιθυνίᾳ καὶ Φρυγίᾳ καὶ Θρᾴκῃ χωρίων πειρᾶσθαι μέγα τι χρῆμα σίτου ἠξίου. ἦν τε ἀναγκαῖον τοῖς ταύτῃ οἰκοῦσι μέχρι μὲν εἰς τὴν θάλασσαν πόνῳ πολλῷ τὰ φορτία φέρειν, ἐς Βυζάντιον δὲ ξὺν κινδύνῳ ταῦτα ἐσκομίζεσθαι καὶ βραχέα μὲν τιμήματα δῆθεν τῷ λόγῳ πρὸς αὐτοῦ φέρεσθαι, τὴν ζημίαν δὲ αὐτοῖς ἐς τοσόνδε μεγέθους καθίστασθαι, ὥστε ἀγαπᾶν, ἤν τις αὐτοὺς ἐῴη τόν τε σῖτον οἴκῳ δημοσίῳ χαρίζεσθαι, καὶ τίμημα ἕτερον ὑπὲρ αὐτοῦ κατατιθέναι. τοῦτό ἐστι τὸ ἄχθος, ὅπερ συνωνὴν καλεῖν νενομίκασι. ]
tau 753[ Τομίας· εὐνοῦχος. ὁ δὲ Ναρσῆς, ὁ στρατηγὸς τῶν Ῥωμαίων, τομίας ἦν, καὶ τῆς εὐγλωττίας αὐτῷ οὔτι μάλα μετῆν οὐδὲ παιδείας, καὶ ἐν τοῖς βασιλείοις τρυφερώτατα ἀνατεθραμμένος. ἦν δὲ ἄρα καὶ τὸ σῶμα βραχὺς καὶ ἐν ἰσχνότητι ἐκδεδιῃτημένος. ἦν δ’ ἐπὶ Ἰουστινιανοῦ. ]
tau 951[ Τριβουνιανός· οὗτος ἦν κοιαίστωρ ἐπὶ Ἰουστινιανοῦ. ]
tau 952[ Τριβοῦνος· οὗτος ἐπὶ Χοσρόου ἦν, Παλαιστῖνος γένος, λόγιος καὶ τὰ ἐς τέχνην τὴν ἰατρικὴν οὐδενὸς ἥσσων, ἄλλως δὲ σώφρων τε καὶ θεοφιλὴς καὶ τῆς ἐπιεικείας ἐς ἄκρον ἥκων. καί ποτε Χοσρόην κακῶς τοῦ σώματος ἔχοντα ἰασάμενος ἀπηλλάγη ἐκ τῆς Περσῶν χώρας, δῶρα πολλά τε καὶ λόγου ἄξια πρὸς τοῦ ἀνθρώπου κεκομισμένος. ἡνίκα τοίνυν ἐκεχειρία ἐγένετο, Ἰουστινιανὸν βασιλέα Χοσρόης τὸν ἰατρὸν τοῦτον συνδιαιτησόμενον αὑτῷ ἐς ἐνιαυτὸν ᾔτησε δοῦναι. τῆς τε αἰτήσεως ἐπιτελεσθείσης, ἐκέλευσε τὸν Τριβοῦνον ὁ Χοσρόης αἰτεῖσθαι, ὅτου ἂν δέηται. ὁ δὲ ἄλλο οὐδὲν ᾔτει τῶν πάντων χρημάτων ἢ ὥστε οἱ Ῥωμαίων αἰχμαλώτων τινὰς Χοσρόην ἀφεῖναι. ὁ δέ οἱ ἄλλους τε τρισχιλίους ἀφῆκε καὶ ὅσους πρὸς ὄνομα ἐξῃτήσατο ἐν τοῖς αἰχμαλώτοις λογίους ὄντας, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ἐς πάντας ἀνθρώπους ὁ Τριβοῦνος ἔσχεν. ]
tau 956[ Τριβωνιανός, Μακεδονιανοῦ, ἀπὸ δικηγόρων τῶν ὑπάρχων. οὗτος ὁ Τριβωνιανὸς Ἕλλην ὑπῆρχε καὶ ἄθεος, ἀλλότριος κατὰ πάντα τῆς τῶν Χριστιανῶν πίστεως· κόλαξ δὲ καὶ ἀπατεὼν καὶ πείθων Ἰουστινιανὸν τὸν βασιλέα, ὡς ὅτι οὐκ ἀποθανεῖται, ἀλλ’ εἰς τοὺς οὐρανοὺς μετὰ σαρκὸς ἀναληφθήσεται. ἦν δὲ κοϊαίστωρ Ἰουστινιανοῦ. οὗτος φύσεως μὲν δυνάμει ἐχρῆτο καὶ παιδείας ἐς ἄκρον ἀφίκετο τῶν κατ’ αὑτὸν οὐδενὸς ἧσσον· ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακὼς οἷός τε ἦν κέρδους ἀεὶ τὸ δίκαιον ἀποδίδοσθαι, τῶν τε νόμων ἡμέρᾳ οἱ ἐκ τοῦ ἐπιπλεῖστον ἑκάστῃ τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ἔγραφεν, ἀπεμπολῶν τοῖς δεομένοις κατὰ τὴν χρείαν ἑκάτερον. ἔτη δὲ πολλὰ ἐπιβιοὺς τῇ τιμῇ ἐτελεύτησε νόσῳ, οὐδὲν ἄχαρι πρὸς οὐδενὸς παθών. ἦν γὰρ αἱμύλος τε καὶ τ ἄλλα ἡδὺς καὶ τῆς φιλοχρηματίας τὸ νόσημα ἐπισκιάσαι ἱκανώτατος τῆς παιδείας περιουσίᾳ. ]
tau 957[ Τριβωνιανός, Σιδήτης, ἀπὸ δικηγόρων τῶν ὑπάρχων καὶ αὐτός, ἀνὴρ πολυμαθής. ἔγραψεν ἐπικῶς ὑπόμνημα εἰς τὸν Πτολεμαίου [+] Κανόνα, Συμφωνίαν τοῦ κοσμικοῦ καὶ ἁρμονικοῦ διαθέματος, Εἰς τὸν πολεύοντα καὶ διέποντα, Εἰς τοὺς τῶν πλανωμένων οἴκους, καὶ διὸ ἑκάστῳ οἶκος δεῖνα, Εἰς τοὺς κδʹ πόδας τοὺς μετρικοὺς καὶ τοὺς κηʹ τοὺς ῥυθμικούς, Μετάφρασιν τοῦ Ὁμηρικοῦ [+] τῶν νεῶν καταλόγου, Διάλογον Μακεδόνιον περὶ εὐδαιμονίας, καὶ Βίον Θεοδότου φιλοσόφου ἐν βιβλίοις τρισίν, Ὑπατικὸν καταλογάδην εἰς Ἰουστινιανὸν [+] αὐτοκράτορα, Βασιλικὸν εἰς τὸν αὐτόν, Περὶ μηνῶν ἐναλλαγῆς, ἐπικῶς. ]
theta 141[ Θεόδοτος· οὗτος ἐπὶ Ἰουστινιανοῦ ὕπαρχος ἦν τῶν στρατευμάτων, ὃν παραλύσας τῆς ἀρχῆς Πέτρον ἐπέστησε, Βαρσυάμην καλούμενον, ὃς πάλαι μὲν ἐπὶ τῆς τοῦ χαλκοῦ τραπέζης καθήμενος κέρδη αἰσχρότατα ἐκ ταύτης δὴ ἐπορίζετο τῆς ἐργασίας, τὴν περὶ τοὺς ὀβολοὺς κλοπὴν εὖ μάλα τεχνάζων καὶ τοὺς αὐτῷ ξυμβάλλοντας ἀεὶ τῷ τῶν δακτύλων τάχει ἐκκρούων. δεξιός γε ἦν κλέψαι μετὰ τῶν αὐτῷ περιπεπτωκότων ἀναίδην, ἁλοὺς δὲ ὀμόσαι καὶ τῶν χειρῶν τὸ ἁμάρτημα τῷ τῆς γλώττης περικαλύψαι θράσει. ἐν δὲ τοῖς τῶν ὑπάρχων στρατηγοῖς καταλεχθεὶς ἐς τοσοῦτον ἀτοπίας ἐλήλακεν, ὥστε τῷ βασιλεῖ ἀρέσκειν ἐς τὰ μάλιστα καὶ ἐς τῶν ἀδίκων αὐτῷ βουλευμάτων ῥᾷστα ὑπουργεῖν τὰ ἀμήχανα, τούς τε στρατευομένους ἀποστερῶν τὰς συντάξεις ἁπάσας καὶ ὠνίους τὰς ἀρχὰς ἔτι μᾶλλον ἢ πρότερον προθήσας. ]
theta 153[ Θεόδωρος, ἀπὸ ἀναγνωστῶν τῆς μεγάλης ἐκκλησίας Κωνσταντινουπόλεως. ἔγραψεν Ἱστορίαν ἐκκλησιαστικὴν ἀπὸ τῶν χρόνων Κωνσταντίνου ἕως τῆς βασιλείας Ἰουστινιανοῦ. ]
upsilon 230[ Ὑπεράριθμοι· οὗτος ὁ ἀριθμὸς τῶν σχολαρίων καλουμένων τρισχιλίων πεντακοσίων ὄντων ἑτέρους δισχιλίους ἐντέθεικεν Ἰουστινιανός, οὓς οὕτως ἐκάλεσεν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License