Aristarchus of Samothrace) - urn:cts:greekLit:tlg1767Samothrace (Wikidata) (Pleiades)
writer (Wikidata)
librarian (Wikidata)
critic (Wikidata)
| alpha | 1641 | [ | Ἀμμώνιος, Ἀμμωνίου, Ἀλεξανδρεύς, Ἀλεξάνδρου γνώριμος, ὃς καὶ διεδέξατο τὴν σχολὴν Ἀριστάρχου πρὸ τοῦ μοναρχῆσαι τὸν Αὔγουστον. | ] |
| alpha | 3407 | [ | Ἀπολλόδωρος, Ἀσκληπιάδου, γραμματικὸς, εἰς τῶν Παναιτίου τοῦ Ῥοδίου φιλοσόφου καὶ Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, Ἀθηναῖος τὸ γένος· ἦρξε δὲ πρῶτος τῶν καλουμένων τρατιάμβων. | ] |
| alpha | 3892 | [ | Ἀρίσταρχος, Ἀλεξανδρεὺς θέσει, τῇ δὲ φύσει Σαμοθρᾲξ, πατρὸς Ἀριστάρχου. γέγονε δὲ κατὰ τὴν ρνϛʹ Ὁλυμπιάδα, ἐπὶ Πτολεμαίου τοῦ Φιλομήτορος, οὐ καὶ τὸν υἱὸν ἐπαίδευσε. λέγεται δὲ γράψαι ὑπὲρ ω βιβλία ὑπομνημάτων μόνων. μαθητὴς δὲ γέγονεν Ἀριστοφάνους τοῦ γραμματικοῦ καὶ Κράτητι τῷ γραμματικῷ Περγαμηνῷ πλεῖστα διημιλλήσατο ἐν Περγάμῳ. μαθηταὶ δὲ αὐτοῦ γραμματικοὶ περὶ τοὺς μʹ ἐγένοντο. τελευτῇ δὲ ἐν Κύπρῳ ἑαυτὸν ὑπεξαγαγὼν ἐνδείᾳ τροφῆς, νόσῳ τῇ ὕδρωπι ληφθείς. ἔτη δὲ αὐτοῦ τῆς ζωῆς οβʹ. καὶ παῖδας μὲν κατέλιπεν Ἀρίσταρχον καὶ Ἀρισταγόραν. ἄμφω δὲ ἐγένοντο εὐήθεις, ὥστε καὶ ἐπράθη ὁ Ἀρίσταρχος· Ἀθηναῖοι δὲ ἐλθόντα παρ’ αὐτοῖς ἐξωνήσαντο. | ] |
| delta | 261 | [ | Δερμιστής· Λυσίας μὲν τὸν σκώληκά φησιν οὕτως λέγεσθαι, Ἀρίσταρχος δὲ τὸν ὄφιν. εἴη δ’ ἂν μᾶλλον ὁ δέρματα ἐσθίων ἐτυμώτερον οὕτω καλούμενος. | ] |
| delta | 265 | [ | Δέρτρον· ἐπίπλουν. ὁ δὲ Ἀρίσταρχος τὸ δέρμα καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ἥπατος. ἄμεινον δὲ τὸ ῥάμφος. δέρτρον ἀπὸ τοῦ δέρειν, ὅπερ ἐστὶ κρούειν. τούτῳ δὲ διαρρήσσουσιν ἃ ἂν ἐσθίωσιν οἱ γῦπες τῇ κρούσει τοῦ ῥάμφους. καί ἐστι τὸ ὄνομα ῥηματικόν. ὡς παρὰ τὸ πλήσσω πλῆκτρον, οὕτως καὶ παρὰ τὸ δέρω δέρτρον. | ] |
| delta | 430 | [ | Δημήτριος, ὁ ἐπίκλην Ἰξίων, γραμματικός, Ἀδραμυττηνός, γεγονὼς κατὰ τοὺς Αὐγούστου τοῦ Καίσαρος χρόνους· ὃς διέτριψεν ἐν Περγάμῳ. ἐπεκλήθη δὲ τοῦτο, ὡς μέν τινες, διότι λεπίδας χρυσᾶς κλέπτων τοῦ ἐν Ἀλεξανδρείᾳ τῆς Ἥρας ἀγάλματος ἐφωράθη, ὡς δὲ ἄλλοι, ὅτι ἀπεσύλησεν Εὐριπίδειον Φιλότιμον τὸ δρᾶμα ἔχον τὸν Ἰξίονα, ἕτεροι δέ, ὅτι τῷ διδασκάλῳ Ἀριστάρχῳ ἀντήρισεν, ὥσπερ ὁ Ἰξίων εὐεργετήσασιν αὐτὸν τοῖς θεοῖς ἀχαριστεῖν ἐπεχείρησεν. ἔγραψε δὲ πολλά· Περὶ τῶν εἰς μι ληγόντων ῥημάτων· καὶ ἄλλα περὶ ἀντωνυμιῶν· εἰς Ὅμηρον [+] ἐξήγησιν, εἰς Ἡσίοδον [+] ὁμοίως. | ] |
| delta | 1063 | [ | Δικαίαρχος, Λακεδαιμόνιος, γραμματικός, ἀκροατὴς Ἀριστάρχου. | ] |
| delta | 1172 | [ | Διονύσιος, Ἀλεξανδρεύς, Θρᾷξ δὲ ἀπὸ τοῦ πατρὸς Τήρου Τῆρος τοὔ νομα κληθείς, Ἀριστάρχου μαθητής, γραμματικός. ὃς ἐσοφίστευσεν ἐν Ῥώμῃ ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ ἐξηγήσατο Τυραννίωνι τῷ προτέρῳ. συνέταξε δὲ πλεῖστα γραμματικά τε καὶ συνταγματικὰ καὶ ὑπομνήματα. | ] |
| epsilon | 2898 | [ | Ἐρατοσθένης, Ἀγλαοῦ, οἱ δὲ Ἀμβροσίου· Κυρηναῖος, μαθητὴς φιλοσόφου Ἀρίστωνος Χίου, γραμματικοῦ δὲ Λυσανίου τοῦ Κυρηναίου καὶ Καλλιμάχου τοῦ ποιητοῦ. μετεπέμφθη δὲ ἐξ Ἀθηνῶν ὑπὸ τοῦ τρίτου Πτολεμαίου καὶ διέτριψε μέχρι τοῦ πέμπτου. διὰ δὲ τὸ δευτερεύειν ἐν παντὶ εἴδει παιδείας τοῖς ἄκροις ἐγγίσασι τὰ βήματα ἐπεκλήθη. οἱ δὲ καὶ δεύτερον ἢ νέον Πλάτωνα, ἄλλοι Πένταθλον ἐκάλεσαν. ἐτέχθη δὲ ρκϛʹ ὀλυμπιάδι καὶ ἐτελεύτησεν πʹ ἐτῶν γεγονώς, ἀποσχόμενος τροφῆς διὰ τὸ ἀμβλυώττειν, μαθητὴν ἐπίσημον καταλιπὼν Ἀριστοφάνην τὸν Βυζάντιον· οὗ πάλιν Ἀρίσταρχος μαθητής. μαθηταὶ δὲ αὐτοῦ Μνασέας καὶ Μένανδρος καὶ Ἄριστις. ἔγραψε δὲ φιλόσοφα καὶ ποιήματα καὶ ἱστορίας, Ἀστρονομίαν ἢ Καταστηριγμούς, Περὶ τῶν κατὰ φιλοσοφίαν αἱρέσεων, Περὶ ἀλυπίας, διαλόγους πολλοὺς καὶ γραμματικὰ συχνά. | ] |
| eta | 100 | [ | Ἦ δ’ ὅς· οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ ὅς. διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντετάχθαι γὰρ ἄρθρον τὸ ὅς. καὶ ἦ, ἀντὶ τοῦ ἔφη· ἀλλὰ περιμενοῦμεν, ἦ δ’ ὃς ὁ Γλαύκων. καὶ ἦν δ’ ἐγώ, ἀντὶ τοῦ ἔφην δὲ ἐγώ. παρὸ δὴ καὶ Ἕρμιππος ἐν Ἀθηνᾶς γοναῖς ἠσὶν ἀντὶ τοῦ φησίν· ὁ Ζεὺς διδώνω πολλάς, φησί, τοὔ νομα. Ἀρίσταρχος δὲ τὸ μὲν ἦ δ’ ὃς ἀντὶ τοῦ ἔφη δὲ ὅς. τὸ δὲ ἦν δὲ ἐγώ, ἔφην δ’ ἐγώ. τὸ δὲ ἦ τῶν ἀρχαίων ἔφη εἶναι λεξειδίων, Ὅμηρον δ’ οὐ κατὰ πάντα χρῆσθαι αὐτῷ, οὐδὲ σχηματίζειν ἀπ’ αὐτοῦ τὸ ἀνάλογον μέν, ὡς ὅταν λόγου τελευτὴν σημαίνῃ· ᾖ καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι. καί, ἦ, καὶ ἐπ’ Ἀντινόῳ. τοὺς δὲ μεθ’ Ὅμηρον ἀδιαφόρως αὐτὸ τάσσειν. | ] |
| eta | 463 | [ | Ἡρακλείδης, Ἡρακλείδου, Ποντικός, ἀπὸ Ἡρακλείας τῆς Πόντου, γραμματικός· ὅστις Διδύμῳ τῷ πάνυ κατὰ τὴν Ἀλεξανδρέων ἐφοίτησεν. οὗτος ἐπειδὴ ἤκουσεν Ἄπερως, τοῦ Ἀριστάρχου μαθητοῦ, εὐδοκιμοῦντος κατὰ τὴν Ῥώμην, πολλά τε τοὺς Δίδυμον διασύροντας, ἔγραψε μέτρῳ Σαπφικῷ ἤτοι Φαλαικίῳ βιβλία γʹ, δυσερμήνευτα καὶ πολλὴν τὴν ἀπορίαν ἔχοντα προβαλλομένων ζητημάτων, ἅτινα Λέσχας ἐκάλεσεν. εἰς Ῥώμην δὲ κομίσας καὶ τοῦ Ἄπερως καταφανεὶς κατέμεινε σχολαρχῶν ἐν αὐτῇ ἐπὶ Κλαυδίου καὶ Νέρωνος. ἔγραψε δὲ καὶ ποιήματα ἐπικὰ πολλά. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: