Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Antiphon (Antiphon)

Sophista

urn:cts:greekLit:tlg1147

Works

urn:cts:greekLit:tlg1147.suda001
urn:cts:greekLit:tlg1147.suda002
urn:cts:greekLit:tlg1147.suda003

alpha 47[ Ἄβιος· Ἀντιφῶν τὸν ἄβιον ἐπὶ τοῦ πολὺν τὸν βίον τάττει κεκτημένου. ὥσπερ καὶ Ὅμηρος τὸ ἄξυλον ἀντὶ τοῦ πολύξυλον. ]
alpha 381[ Ἄγοι: πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν· ἔβλαψε γάρ με, φησί, Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν. Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγεῖτο παρείληφε· φησὶ γὰρ ἐν τῷ περὶ ἀληθείας· τοὺς νόμους μεγάλους ἄγοι. ]
alpha 435[ Ἀδέητος: ὁ μηδενὸς δεόμενος καὶ πάντα ἔχων. Ἀντιφῶν ἐν αʹ Ἀληθείας· διὰ τοῦτο οὐδενὸς δεῖται, οὔτε προσδέχεται οὐδενός τι, ἀλλ’ ἄπειρος καὶ ἀδέητος. ]
alpha 477[ Ἀδιάστατον: τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον. Ἀντιφῶν εἶπεν. ]
alpha 800[ Ἄκαρ: ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. οὕτως Ἀντιφῶν. ]
alpha 993[ Ἀκροᾶσθαι· γενικῇ. ἀντὶ τοῦ ὑπακούειν. οὕτως Ἀντιφῶν. ]
alpha 1872[ Ἀναθέσθαι· Ἀντιφῶν ἐν τῷ περὶ προνοίας φησίν· ἀναθέσθαι ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν. ἀντὶ τοῦ ἄνωθεν βιῶναι μεταννοήσαντας ἐν τῷ προτέρῳ βίῳ. ]
alpha 2164[ Ἀνδρεία: ἡ τῶν ἀνδρῶν ἡλικία. Ἀντιφῶν ἐν τῷ Περὶ ὁμονοίας. καλεῖται δὲ πρός τινων ἀνδρεία καὶ τὸ αἰδοῖον. διαφέρει δὲ ἀνδρία καὶ δικαιοσύνη, ὁμογενεῖς οὖσαι ὑπὸ τὸ αὐτὸ γένος τὴν ἀρετήν. καὶ ζήτει ἐν τῷ δικαιοσύνη. ]
alpha 2405[ Ἀνήκει: Ἀντιφῶν ἀντὶ τοῦ καθήκει, Ἀμειψίας δὲ ἀνῆκα ἀντὶ τοῦ ἀναβέβηκα ἔφη, Θουκυδίδης δὲ ἀνήκουσιν ἀντὶ τοῦ τελευτῶσι, λήγουσι. καὶ Δημοσθένης ἀνήκοντος ἀντὶ τοῦ διαφέροντος. καὶ Ἀνήκοντες, ἀνελθόντες. τῆς μὲν ἐν τῷ λέγειν δυνάμεως οὐκ ἐπὶ τοσοῦτον ἀνήκοντες, ὥστε μέγα τι καὶ λαμπρὸν ἀπ’ αὐτοῦ δυνηθῆναι εἰς ὄχλων προαγωγήν, τῷ γε μὴν κατεσκληκότι τοῦ βίου καὶ τῇ εἰς μετριότητα πλάσει τῶν ἠθῶν μέγα δυνηθέντες οὐκ ἐλάχιστα καὶ οὗτοι πλήθη περιεβάλλοντο. Ἀνῆκον δὲ τὸ πρέπον. ]
alpha 2843[ Ἄοπτα: Ἀντιφῶν. ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα δόξαντα δὲ ὁρᾶσθαι. ]
alpha 2873[ Ἀπαθῆ: ἄλυπον. ὁ δὲ Ἀντιφῶν ἀπαθῆ πληθυντικῶς, τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη. καὶ Ἀπαθής. ἀπαθῆ φασιν εἶναι τὸν σοφὸν διὰ τὸ ἀνέμπτωτον εἶναι. εἶναι δὲ καὶ ἄλλον ἀπαθῆ, τὸν φαῦλον, ἐν ἴσῳ λεγόμενον τῷ σκληρῷ καὶ ἀτέγκτῳ. καὶ Ἀπαθής, ὁ μὴ πείραν κακῶν εἰληφώς. οἱ δὲ κακῶν παντάπασιν ἀπαθεῖς ἔμειναν. καὶ Ἀπαθές. τὸ ὑγιαίνειν ἐν τῷ τεθνάναι μᾶλλον ἢ ἐν τῷ ζῆν. ]
alpha 4441[ Αὐλίζεται: κοιμᾶται, φυλάττει, παρεμβάλλει. καὶ Αὐλιζόμενοι, Ἀντιφῶν ἀντὶ τοῦ κοιμώμενοι. ]
alpha 4675[ Ἀχαριστεῖν: ἀντὶ τοῦ μὴ χαρίζεσθαι. οὕτως Ἀντιφῶν. καὶ Ἀχαριστῆσαι, τὸ μὴ χαρίσασθαι μηδ’ ὑπουργῆσαι. ]
gamma 468[ Γρυπάνιον: γρυπαίνειν τὸ γρυποῦσθαι λέγουσιν. οἶον ἐπὶ τῶν ἁπαλῶν ξυλυφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά. Ἀντιφῶν δέ φησιν ἐν Ἀληθείας δευτέρῳ· καίων γὰρ ἦν τὴν γῆν καὶ συντήκων γρυπάνιον ποιεῖ. καὶ Μελάνθιος· σεισμὸς, φησὶ, γέγονε, καὶ ἔγρυπεν ἡ γῆ. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License