Theodoros the Atheist) - urn:cts:greekLit:lagl0268philosopher (Wikidata)
| alpha | 3908 | [ | Ἀρίστιππος: Ἀριτάδου, ἀπὸ Κυρήνης, φιλόσοφος, Σωκράτους ἀκουστής· ἀφ’ οὗπερ ἡ Κυρηναϊκὴ κληθεῖσα αἵρεσις ἤρξατο. πρῶτος δὲ τῶν Σωκρατικῶν μισθοὺς ἐπράξατο. Ξενοφῶντι δὲ εἶχε δυσμενῶς, καὶ ἦν ἱκανὸς ἁρμόσασθαι καὶ χρόνῳ καὶ τόπῳ. καὶ τῶν μὲν παρόντων ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυσιν οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένης βασιλικὸν κύνα αὐτὸν ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα καὶ ἄριστα. διήκουσε δὲ αὐτοῦ ἡ θυγάτηρ Ἀρήτη, ἀφ’ ἧς ὁ παῖς αὐτῆς ὁ νέος Ἀρίστιππος, ὃς ἐκλήθη Μητροδίδακτος, οὐ Θεόδωρος, ὁ Ἄθεος ἐπικληθείς, εἶτα Θεός· τοῦ δὲ Αντίπατρος, τοῦ δὲ Ἐπιτιμήδης ὁ Κυρηναῖος, τοῦ δὲ Παραιβάτης, τοῦ δὲ Ἡγησίας ὁ Πεισιθάνατος, τοῦ δὲ Ἀννίκερις, ὁ Πλάτωνα λυτρωσάμενος. | ] |
| alphaiota | 286 | [ | Αἵρεσις· ἡ λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσα ἢ δοκοῦσα ἀκολουθεῖν. Ἱππόβοτος δὲ θʹ φησὶν αἱρέσεις εἶναι τῶν φιλοσόφων καὶ ἀγωγάς· αʹ Μεγαρικήν, Ἐρετριακήν, Κυρηναϊκήν, Ἐπικούρειον, Ἀννικέρειον, Θεοδώρειον, Ζηνώνειον, τὴν καὶ Στωικήν, Ἀκαδημαϊκήν, Περιπατητικήν· οὔτε δὲ Κυνικὴν οὔτε Ἠλιακὴν οὔτε Διαλεκτικήν. τὴν γὰρ Πυρρώνειον οὐδ’ οἱ πλείους προσποιοῦνται διὰ τὴν ἀσάφειαν. εἰ γὰρ αἵρεσιν νοοῖμεν πρόσκλισιν ἐν δόγμασιν ἀκολουθίαν ἔχουσαν, οὐκέτ’ ἂν προσαγορεύοιτο αἵρεσις ἡ Πυρρώνειος· οὐ γὰρ ἔχει δόγματα. ἔτι δὲ καὶ Ἐκλεκτή τις εἰσήχθη ὑπὸ Ποτάμωνος τοῦ Ἀλεξανδρέως, ἐκλεξαμένου τὰ ἀρέσαντα ἐξ ἑκάστης τῶν αἱρέσεων. κριτήρια δέ φησιν εἶναι τἀληθῆ· τὸ μὲν ὡς ὑφ’ οὗ γίνεται ἡ κρίσις, τουτέστι τὸ ἡγεμονικόν· τὸ δὲ ὡς δι’ οὗ, οἷον τὴν ἀκριβεστάτην φαντασίαν. ἀρχάς τε τῶν ὅλων τήν τε ὕλην καὶ τὸ ποιοῦν, ποίησίν τε καὶ τόπον· ἐξ οὗ γὰρ καὶ ὑφ’ οὗ καὶ ποίῳ καὶ ἐν ᾧ. τέλος δὲ εἶναι ἐφ’ ᾧ πάντα ἀναφέρεται, ζωὴν κατὰ πᾶσαν ἀρετὴν τελείαν, οὐκ ἄνευ τῶν τοῦ σώματος κατὰ φύσιν καὶ τῶν ἐκτός. | ] |
| eta | 448 | [ | Ἤρα· ἐπεθύμει. Ἱππαρχία ἤρα τῶν λόγων Κράτητος, οὐδενὸς ἄλλου ἐπιστρεφομένη πράγματος. ἥτις ἐς συμπόσιον ἐλθοῦσα σὺν Κράτητι Θεόδωρον τὸν ἄθεον ἤλεγξεν σόφισμα προτείνασα τοιοῦτο· ὃ ποιῶν Θεόδωρος οὐκ ἂν ἀδικεῖν λέγοιτο, οὐδ’ Ἱππαρχία ποιοῦσα τοῦτο ἀδικεῖν λέγοιτο ἄν· Θεόδωρος τύπτων ἑαυτὸν οὐκ ἀδικεῖ, οὐδ’ Ἱππαρχία Θεόδωρον τύπτουσα ἀδικεῖ. ὁ δὲ πρὸς τὸ λεχθὲν οὐκ ἀπήντησεν, ἀνεσύρατο δ’ αὐτῆς τὸ ῥημάτιον. | ] |
| theta | 150 | [ | Θεόδωρος, ὁ ἐπίκλην Ἄθεος, ὃς ἠκροάσατο Ζήνωνος τοῦ Κιτιέως, διήκουσε δὲ καὶ Βρύσωνος καὶ Πύρρωνος τοῦ Ἐφεκτικοῦ. ἀδιαφορίαν δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. οὗτος ἔγραψε πολλὰ συντείνοντα εἰς τὴν οἰκείαν αἵρεσιν, καὶ ἄλλα τινα. οὗτος εἶπε πρὸς Ἱππαρχίαν, τὴν γυναῖκα Κράτητος· αὕτη ἐστὶν ἡ τὰς πρὸς ἱστοὺς ἐκλιποῦσα κερκίδας καὶ τρίβωνα φοροῦσα. | ] |
| sigma | 829 | [ | Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: