Chaerephon) - urn:cts:greekLit:lagl0078Sphettos (Wikidata) (Pleiades)
philosopher (Wikidata)
| chi | 158 | [ | Χαιρεφῶν· Ἀθηναῖος, τῶν δήμων Σφήττιος, φιλόσοφος, Σωκράτους ἀκουστής. | ] |
| chi | 159 | [ | Χαιρεφῶν· τῶν ἄγαν γνωρίμων Σωκράτους ὁ Χαιρεφῶν. οὐδὲν δὲ αὐτοῦ δοκεῖ σῴζεσθαι τῶν συγγραμμάτων. δοκεῖ γὰρ γενέσθαι πάνυ θερμὸς καὶ σφόδρα ἐχθρεῦσαι τἀδελφῷ. καί φησι Ξενοφῶν τὸν Σωκράτην συνάγοντα αὐτοὺς λέγειν, ὡς οὐδὲν ὀφθαλμῶν ὄφελος εἴη, εἰ μὴ συμφωνοῖεν, οὐδὲ χειρῶν οὐδὲ ποδῶν. δήμου δὲ ἦν ὁ Χαιρεφῶν Σφήττιος. | ] |
| chi | 160 | [ | Χαιρεφῶν· ἐπὶ τῶν ὠχρῶν καὶ ἰσχνῶν. καὶ παροιμία· οὐδὲν διοίσεις Χαιρεφῶντος. ἅτε σοφίᾳ συντετηκώς. ὅθεν καὶ Νυκτερὶς ἐκαλεῖτο. | ] |
| delta | 1282 | [ | Διοίσειν· διαφέρειν. πίστεις τε ἔδοσαν ὡς καὶ προθύμως σφίσι τὸν πόλεμον διοίσοντες. ἀντὶ τοῦ συνδιενεγκόντες. τὸν πίθον οὔτε ἐπιεικὲς διοίσειν οὔτε ἀσφαλὲς καινὸν ὄντα. ἀντὶ τοῦ ἀνοῖξαι. καὶ παροιμία· οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν. ἐπὶ τῶν ὠχρῶν καὶ ἰσχνῶν· ἐπεὶ τοιοῦτος καὶ ὁ Χαιρεφῶν τὴν φύσιν καὶ τὴν ἰδέαν ἅτε σοφίᾳ συντετηκώς· ὅθεν καὶ νυκτερὶς ἐκαλεῖτο. καὶ Ἀριστοφάνης· οὐδὲν διοίσοντ’ ἄντικρυς τῶν Ἡρακλειδῶν οὐδ’ ὁτιοῦν τῶν Παμφίλου. οὗτος τραγῳδιοποιὸς ἐγένετο καὶ ἔγραψε τὰ συμβάντα τοῖς Ἡρακλείδαις. | ] |
| kappa | 1794 | [ | Κλητῆρα· προκαλοῦμαί σ’, ὅστις εἶ, πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων, κλητῆρ’ ἔχουσα Χαιρεφῶντα τουτονί. | ] |
| nu | 579 | [ | Νυκτερινοὶ κύνες· οἱ λύκοι. ὅτι ἡ νυκτερὶς μόνη τῶν πτητικῶν ζῴων καὶ γάλα ἔχει ἐν μαστοῖς καὶ θηλάζει εὐθέως τὸ γεννώμενον. ὅτι καὶ ὁ Χαιρεφῶν Νυκτερὶς ἐκαλεῖτο. καὶ ζήτει ἐν τῷ διοίσειν. | ] |
| pi | 1531 | [ | Πηνίον· ζῷον ὅμοιον κώνωπι. Ἀριστοφάνης Νεφέλαις· κείσεσθον ὥσπερ πηνίω βινουμένω. ἀντὶ τοῦ ξηροί· σκώπτει γὰρ τοὺς περὶ Χαιρεφῶντα εἰς ξηρότητα καὶ ἀσθένειαν. ὅτι δὲ κώνωπος εἶδός ἐστι, Σπεύσιππος ἐν τῷ ιβʹ τῶν ὁμοιοτήτων φησὶν οὕτως· πηνίον, ἐμπίς, κώνωψ. | ] |
| psi | 152 | [ | Ψύλλα καὶ Ψύλλαι· θηλυκῶς. παρὰ δὲ Ἡροδότῳ Ψύλλοι, ἔθνος Λιβύης. καὶ τὸ ἐν τῇ Μεσσηνίᾳ Μενάνδρου κύριον ὄνομα. ὅτι δὲ τὸ ζῷον τὸ μικρὸν ἀρρενικῶς Ἐπίχαρμος εἶπε καὶ ἕτεροι. Ἀριστοφάνης· ἀνήρετ’ ἄρτι Χαιρεφῶντα Σωκράτης, ψύλλαν ὁπόσους ἅλοιτο τοὺς αὑτῆς πόδας. ὅτι ἱστόρηται, ὡς ἡ ψύλλα ἓξ πόδας ἔχει. | ] |
| sigma | 829 | [ | Σωκράτης, Σωφρονίσκου λιθοξόου καὶ μητρὸς Φαιναρέτης μαίας· πρότερον γενόμενος λιθοξόος, ὥστε καί φασιν αὐτοῦ ἔργον εἶναι τὰς Ἀθήνησιν ἐνδεδυμένας Χάριτας· εἶτα φιλοσοφήσας διὰ τὸ ἀκοῦσαι Ἀναξαγόρου τοῦ Κλαζομενίου, εἶτα Δάμωνος, εἶτα Ἀρχελάου. Ἀριστόξενος δὲ Ἀρχελάου πρῶτον αὐτὸν διακοῦσαι λέγει· γεγονέναι δὲ αὐτοῦ καὶ παιδικά, σφοδρότατόν τε περὶ τὰ ἀφροδίσια, ἀλλὰ ἀδικήματος χωρίς, ὡς Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ φησίν. εἰς δὲ ἄνδρας ἐλθὼν ἐστρατεύσατο εἴς τε Ἀμφίπολιν καὶ Ποτίδαιαν καὶ ἐπὶ Δηλίῳ. καὶ γαμεταῖς δὲ συνῴκησε δύο, Ξανθίππῃ, ἀφ’ ἧς ἔσχεν υἱὸν Λαμπροκλέα· καὶ δευτέρᾳ Μυρτοῖ, τῇ Ἀριστείδου τοῦ δικαίου θυγατρί, ἐξ ἧς ἐγένετο Σωφρονίσκος καὶ Μενέδημος ἢ Μενέξενος, ὥς τισι δοκεῖ. καὶ ἐπὶ μὲν τῶν Πελοποννησιακῶν γέγονεν, ὡς τύπῳ εἰπεῖν, ὀλυμπιάδι οζʹ, ἐβίω δὲ ἔτη πʹ, εἶτα ἀλογίᾳ, μᾶλλον δὲ ἀπονοίᾳ τῶν Ἀθηναίων βιασθεὶς πιεῖν κώνειον ἀπέθανεν, ἔγγραφον οὐδὲν καταλιπὼν ἤ, ὥς τινες βούλονται, ὕμνον εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ μῦθον Αἰσώπειον [+] δι’ ἐπῶν. φιλοσόφους δὲ εἰργάσατο Πλάτωνα, ὃς καταλιπὼν τὸ Λύκειον, τόπος δὲ οὗτος Ἀθηνῶν, μετήγαγε τὴν σχολὴν ἐν προαστείῳ, τῇ Ἀκαδημίᾳ προσαγορευομένῃ, καὶ οἱ ἀπ’ αὐτοῦ Ἀκαδημαϊκοὶ προσηγορεύθησαν μέχρι Ἀριστοτέλους· αὐτὸς γὰρ ἀκροατὴς τοῦ Πλάτωνος γενόμενος, εἰς κῆπόν τινα πρὸ τῆς πόλεως τὰς διατριβὰς ποιησάμενος ἐκ τοῦ κατ’ αὐτὸν περιπάτου Περιπατητικοὺς ὠνόμασε τοὺς ἀπ’ αὐτοῦ· καὶ Ἀρίστιππον Κυρηναῖον, ὃς ἰδίαν αἵρεσιν εἰσήγαγε καὶ σχολὴν συνεστήσατο, τὴν Κυρηναϊκὴν κληθεῖσαν· Φαίδωνα Ἠλεῖον, καὶ αὐτὸν ἰδίαν συστήσαντα σχολήν, τὴν Ἠλειακὴν ἀπ’ αὐτοῦ κληθεῖσαν, ὕστερον δὲ αὕτη Ἐρετριακὴ ἐκλήθη, Μενεδήμου εἰς Ἐρετρίαν διδάξαντος· ἐκ τούτου δὲ τοῦ διδασκάλου καὶ ὁ Πύρρων γέγονεν· Ἀντισθένην, ὃς τὴν Κυνικὴν εἰσήγαγεν αἵρεσιν· Εὐκλείδην Μεγαρέα, καὶ αὐτὸν ἰδίαν συστησάμενον σχολήν, ἥτις ἀπ’ αὐτοῦ ἐκλήθη Μεγαρική, ἀπὸ δὲ Κλεινομάχου τοῦ μαθητοῦ Εὐκλείδου ἐκλήθη Διαλεκτική· Ξενοφῶντα Γρύλλου, Αἰσχίνην, Λυσανίαν Σφήττιον, Κέβητα Θηβαῖον, Γλαύκωνα Ἀθηναῖον, Βρύσωνα Ἡρακλεώτην· ὃς τὴν ἐριστικὴν διαλεκτικὴν εἰσήγαγε μετὰ Εὐκλείδου, ηὔξησε δὲ Κλεινόμαχος, καὶ πολλῶν δι’ αὐτῆς ἐλθόντων, ἔληξεν εἰς Ζήνωνα τὸν Κιτιέα· οὗτος γὰρ ἀπ’ αὐτοῦ Στωϊκὴν ἐκ τοῦ τόπου τὴν σχολὴν ὠνόμασε, γεγονὼς ἐπὶ τῆς ρκεʹ Ὀλυμπιάδος· τινὲς δὲ Βρύσωνα οὐ Σωκράτους, ἀλλ’ Εὐκλείδου ἀκροατὴν γράφουσι· τούτου δὲ καὶ Πύρρων ἠκροάσατο, ἀφ’ οὗπερ οἱ Πυρρώνειοι προσαγορευόμενοι· Ἀλκιβιάδην, Κριτόβουλον, Ξενομήδην, Ἀπολλόδωρον Ἀθηναίους· ἔτι δὲ Κρίτωνα καὶ Σίμωνα, Εὐμάρη Φιλιάσιον, Σιμμίαν Θηβαῖον, Τερψίωνα Μεγαρικόν, Χαιρεφῶντα. καὶ Θεόδωρος δέ, ὁ ἐπικληθεὶς ἄθεος, αὐτοῦ διήκουσεν· ἀδιαφορίαν δὲ δοξάζων καὶ παραδιδοὺς αἵρεσιν ἰδίαν εὗρεν, ἥτις Θεοδώρειος ἐκλήθη. ταῦτα περὶ Σωκράτους. ὅτι Σωκράτης φιλοσοφήσας ὕστερον Ἀρχελάου τοῦ φυσικοῦ μαθητὴς ἐγένετο· τὴν ἠθικὴν δὲ ἐπρέσβευσε φιλοσοφίαν. ἔσχε δὲ γνωρίμους πολίτας μὲν Πλάτωνα, Ξενοφῶντα, Ἀλκιβιάδην, Κριτίαν, Ἀντισθένην· Θηβαίους [+] δὲ Σιμμίαν καὶ Κέβητα· Κυρηναῖον δὲ Ἀρίστιππον, Φαίδωνα, Εὐκλείδην Μεγαρέα. δαιμόνιον δ’ αὐτῷ προσομιλεῖν ἔλεγεν. ἐμάνθανε δὲ καὶ κιθαρίζειν παρὰ Κόνωνι, γέρων ἤδη ὤν· σκωφθεὶς δὲ ὑπὸ Σόλωνος, ὀψιμαθής εἶπε μᾶλλον ἢ ἀμαθής. ἐκ Ξανθίππης δὲ ἔσχε Σωφρονίσκον καὶ Λαμπροκλέα. τῶν νέων δὲ τῶν πλείστων ἐρωτικῶς περὶ αὐτὸν σχόντων, ἐφθονήθη. καὶ πρῶτος Ἀριστοφάνης τὰς Νεφέλας γράψας ἐκωμῴδησεν αὐτὸν ὡς διαφθείροντα τοὺς νέους καὶ ἄθεον, διότι τὸν κύνα καὶ πλάτανον δι’ ὑπερβολὴν δεισιδαιμονίας ὤμνυεν· ὕστερον δὲ Ἄνυτος καὶ Μέλητος ἐπὶ τούτοις αὐτὸν ἐγράψαντο καὶ εἷλον· ἐν τῷ τιμήματι δὲ ἑαυτὸν τῆς ἐν τῷ πρυτανείῳ σιτήσεως ἐτιμήσατο, οἱ δὲ θανάτου ἐτίμησαν. ἐδέδετο οὖν ἐπὶ πολύ, μέχρις ἂν ἡ ἀπὸ Δήλου Θεωρὶς ἀφίκηται. καὶ οὐκ ἐξῆν ἀχθείσης, πρὶν ἐπανελθεῖν, ἀναιρεῖσθαί τινα κατὰ δίκην. Κρίτωνος δὲ αὐτῷ φυγὴν συμβουλεύσαντος, οὐκ ἠβουλήθη, τοὺς νόμους εἰπὼν δεῖν μὴ παραβαίνειν. πιὼν δὲ τὸ κώνειον, εὐχῆς ἐπιμνησθείς, θύσατε, ἔφη, τῷ Ἀσκληπιῷ. Κύρσας δέ τις ὄνομα, Χῖος τὸ γένος, ὡς συνεσόμενος ἦλθε Σωκράτει· ᾧ καθευδήσαντι παρὰ τὸν τάφον ὄναρ ὀφθεὶς ὡμίλησεν. ἀπέπλευσε δὲ εὐθὺς ἐκεῖνος, τοῦτο μόνον ἀπολαύσας τοῦ φιλοσόφου. | ] |
| sigma | 830 | [ | Σωκράτης, Σωκράτους. Σωκράτης ὁ Μήλιος καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη. ἐπὶ τῶν ἀπόρρητά τινα λεγόντων. ἔστι δὲ παρ’ ἱστορίαν· Ἀθηναῖος γὰρ ὁ Σωκράτης· ἀλλ’ ἐπεὶ Διαγόρας Μήλιος ὢν διεβάλλετο ὡς θεομάχος, καὶ τὸν Σωκράτην ὡς ἄθεον διαβάλλει. διὰ δὲ τὴν ζήτησιν, ὁπόσους ἅλλοιτο ἡ ψύλλα πόδας ἔχουσα. ἢ Μήλιος, ὥς τινες ἐξεδέξαντο, ὁ τὰς τῶν εἰσιόντων ψυχὰς ὀξύνων, πρὶν εἰσελθεῖν ἠγριωμένας, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων θηρίων· μῆλα γὰρ τὰ θρέμματα. οἱ δὲ εἰς τὸ δασὺ καὶ αὐχμηρὸν νοοῦσιν αὐτό· οἱ δὲ παρέλαβον αὐτό. Διαγόρας· ὁ Μήλιος, ὃς τὸ μὲν πρότερον ἦν θεοσεβής, παρακαταθήκην δὲ ὑπό τινος ἀποστερηθεὶς ἐπὶ τὸ ἄθεος εἶναι ἔδραμεν. ἐφ’ ᾧ καὶ οἱ Ἀθηναῖοι ἀγανακτήσαντες τὴν Μῆλον ἐκάκωσαν. ἐγένετο δὲ καὶ Ἀρισταγόρας Μήλιος, διθυραμβοποιός· ὃς τὰ Ἐλευσίνια μυστήρια ἐξορχησάμενος καὶ ἐξειπὼν ἀσεβέστατος ἐκρίθη. καὶ ἀπ’ ἐκείνου τοὺς Μηλίους ἀσεβείᾳ κωμῳδοῦσι. τάττεται δὲ καὶ ἐπὶ τῶν βλασφήμων. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: